Excerpta Polyaeni

Polyaenus Macedo

Polyaenus Macedo, Excerpta Polyaeni, Melber and Woelfflin, Teubner, 1887

Ὅτι καὶ κύνες ἀφέμενοι πολλάκις ἐλέγχουσι τοὺς προ- [*](2,25) δότας.

Ὅτι Ἰφικράτης ἐν Χίῳ τοὺς λακωνίζοντας ἐλέγξαι [*](3,9,58) μενος ἐνίους τῶν τριηραρχῶν ἐκέλευσε νυκτὸς ἐκπλεύσαντας μεθ᾿  ἡμέραν ἐπιπλεῦσαι κόσμῳ Λακωνικῷ. οἱ μὲν οὖν λακωνίζοντες ὡς εἶδον, μετὰ πολλῆς χαρᾶς ἐπὶ τὸν λιμένα κατέδραμον. ὁ δὲ κυκλωσάμενος αὐτοὺς καὶ τοὺς ἀπὸ τῆς [*](3 [ἐν| inserui || 7 ἐπὶ τὸ H || 10 περατωσουσι H || 16 νυκτὸς H || 26 βουλομένους H.)

479
πόλεως προσελθόντας συνέλαβέν τε καὶ κολασθησομένους Ἀθηναίοις ἔπεμψεν.

[*](deest in Polyaeni codicibus)

Ὅτι Ἠλεῖοι Ξενίαν τὸν προεστηκότα τῆς πόλεως πτεύσαντες ἀρκαδίζειν βέβαιον ἔλεγχον οὐκ εἶχον. τῶν δὲ διαπολιτευομένων αὐτῷ τινες πείθουσιν ἐπιδημοῦντα Λάκωνα ἐπιλαβέσθαι παιδὸς Ἀρκάδος ὡς οἰκέτου. προελθούσης δὲ τῆς δίκης ἐπὶ τοὺς ἄρχοντας τὸ μὲν πλῆθος τῷ Λάκωνι συνέπραττεν, ὁ δὲ Ξενίας τῷ Ἀρκάδι. στάσεως δὲ γενομένης προῆλθε τὸ πρᾶγμα μεχρὶ τῆς ἐκκλησίας κακεῖ πάλιν ὁ Ξενίας τοῦ Ἀρκάδος ὑπερηγωνίζετο. οὕτως ὁ δῆμος ἐλέγχῳ φανερῷ μαθὼν ἀρκαδίζοντα θάνατον αὐτοῦ κατεχειροτόνησεν.

[*](7, 21, 7)

Ὅτι Δατάμης ὁρῶν ἀπόμοιράν τινα τῶν αὑτοῦ ἱππέων τοῖς πολεμίοις προστεθεῖσαν ἔπεισεν τοὺς πεζοὺς αὑτοῦ, ὡς αὐτὸς εἴη τούτους ἀπεσταλκὼς χάριν προδοσίας τῶν πολε- μίων. οἱ δὲ θαρρήσαντες καὶ γενναιότερον ἀγωνισάμενοι ἐνίκησαν.

[*](8,5)

Ὅτι Τύλλος ἦρχε ῾ Ρωμαίων παρατασσομένων Φιδηναίοις Ῥωμαίους προδόντες Ἀλβανοὶ περὶ τὸ λαιὸν κέρας ἐς τὰ ὄρη προεχώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμὼν ἤγγελλε τὴν προδοσίαν. ὁ δὲ ἀνεβόησε μέγιστον· ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φυλάσσειν σκόπει, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσό- μενοι τοὺς πολειμίους ἐμοῦ προστάξαντος. τοῦτο ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ τοὺς Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύ- γειν ὥρμησαν ὑπὸ Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες.

[*](2,26)

Ὅτι Σθένιππος Λάκων ζημιωθεὶς χρήμασιν ὑπὸ τῶν ἐφόρων προποιητῶς αὐτομολῆσαι πρὸς τοὺς Τεγεάτας ὑπε- κρίνατο, οἳ καὶ προσεδέξαντο αὐτὸν ὡς αἰτίαν ὀργῆς δικαίας [*](3 Ξενίαν proposuit Roth ; Θεννίαν hic et infra H || προσελθούσης H || 12 αὐτοῦ H || 17 Φειδηναίοις et 23 Φειδη- ναίους H || 24 τάξει H || 27 Λάκωνι H | χρήματα H.)

480
ἔχοντα. τοὺς διαπολιτευομένους τῷ ἄρχοντι αὐτῶν Ἀριστο- κλεῖ διαφθείρας μετὰ τούτων πομπῆς οὔσης θύειν αὐτὸν μέλλοντα προσπεσὼν ἀπέκτεινεν.

Ὅτι καὶ Ἡρακλείδης ἀρχιτέκτων ὑπέσχετο Φιλίππῳ ὡς [*](5, 17, 2) μόνος καταπρήσειν τὸ Ῥόδιον ναυτικόν. καὶ δὴ τότε στρα- τηγῶν προῆλθεν ἐκ τῆς αὐλῆς τῆς Φιλίππου σημεῖα ἀδικίας ἔχων καὶ τῷ βωμῷ προσέφυγεν ἱκετεύων τυχεῖν σωτηρίας καὶ παρὰ τοῦ πλήθους ἔλεον αἰτούμενος, ὥστε καὶ ἦσαν τῶν Μακεδόνων τινὲς, οἷς ἐδόκει ταῦτα μὴ δικαίως παθεῖν. ὁ δὲ πορθμίδος ἐπιβὰς κατῆγεν εἰς Ῥόδον φάσκων· ἱκέτης ἦλθον προπηλακιζόμενος διʼ ὑμᾶς, ἐπειδὴ Φίλιππον ἐκώλυον πολεμεῖν ὑμῖν· ἵνα δὲ πιστεύσητε τοῖς λεγομένοις, καὶ δὴ ἐπιστολὰς δεικνύω Φιλίππου γεγραμμένας πρὸς Κρῆτας, ἐν αἷς συντίθεται κατὰ Ῥοδίων τὸν πόλεμον ἐξοίσειν. Ῥόδιοι ταῖς ἐπιστολαῖς πιστεύσαντες Ἡρακλείδην ὑποδέχονται ὡς δυνησόμενον αὐτοῖς ὠφέλιμον κατὰ Φιλίππου γενέσθαι. ὁ δὲ νύκτωρ πνεῦμα ἐπίφορον παραφυλάξας τὰ νεώρια Ῥδίων κατέπρησεν. καὶ παραχρῆμα σκάφους ἐπιβὰς ἀνήχθη καὶ διέβη εἰς Μακεδονίαν.

Ὅτι Καρχηδόνιοι περὶ Σικελίαν μαθόντες, ὅτι Ῥωμαῖοι [*](6, 16, 5) ναῦς πλείονας αὐτῶν ἔχοιεν, βουλόμενοι ταύτας περισπάσαι πείθουσι τῶν ἰδίων πολιτῶν τινας αὐτομόλους γενέσθαι, οἳ πρὸς τὸν Ῥωμαίων στρατηγὸν ἐλθόντες ὑπέσχοντο Λιπάραν τὴν νῆσον τὴν προκεινμένην Σικελίας αὐτῷ προδώσειν. ὁ μὲν δὴ πιστεύσας τὰ ἡμίση σκάφη πληρώσας κατέπλευσεν εἰς Λιπάραν. Καρχηδόνιοι δὲ ἐπαναχθέντες ἐγγὺς τῶν Ῥωμαϊ- κῶν νεῶν κατὰ κράτος ἐνίκησαν.

Ὅτι Ἀννίβας περὶ τὴν Ἐρδονίαν Φλάκκον Ῥωμαίων [*](deeat in Polyaeni codicibus) στρατηγὸν λοχήσας ἀπέκτεινεν μετὰ πάντων τῶν ὑπʼ αὐτὸν, καθεὶς Ἐρδονιάτην ψευδοπροδότην, ὃς αὐτομολήσας ἔπειθεν τὸν Φλάκκον ἐλθεῖν ἐπὶ τὴν Ἐρδονίαν ὡς τῶν ἀρίστων ἐν [*](13 ἐδείκνυτο H || 16 ὡς δὲ H || 17 παραλλάξαν H || 28 Ἀν- δρονίαν H, sed infra Ἐρδονίαν.)

481
τῇ πόλει καλούντων αὐτὸν διὰ τὸ μὴ φέρειν τὴν βαρύτητα Καρχηδονίων.

[*](7,13)

Ὅτι Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ, τὴν πόλιν ἑλεῖν οὐχ οἷός τε ὢν διὰ Ζωπύρου ταύτην παρέλαβεν. σατράπης γὰρ ὢν αὐτοῦ Ζώπυρος ἀκρωτηριάσας ἑαυτὸν ἧκεν αὐτόμολος ὡς ταῦτα ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πι- στεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο ἀπό- φθεγμα· ἀλλʼ οὐδὲ εἴκοσι Βαβυλῶνας ἔχειν ἠβουλόμην, ἐφʼ τε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον.

[*](1,29,2)

Ὅτι Ἱέρων Ἰταλιώταις πολεμῶν, ὁπότε ἐλάμβανέν τινας αἰχμαλώτους τῶν εὐγνενῶν ἢ πλουσίων, οὐκ εὐθὺς ἀπεδίδου τοῖς λυτρουμένοις, ἀλλὰ πολλαῖς ἡμέραις κατέχων κοινωνῶν αὐτοῖς ἑστίας καὶ τιμῆς καὶ προεδρίας τηνικαῦτα προσιέμενος τὰ λύτρα τοὺς ἄνδρας ἐξεπέμπετο, ὡς ἂν ὕποπτοι παρὰ τοῖς πολίταις γένοιντο.

[*](2,1,30)

Ὅτι Ἀγησίλαος ἐν Ἀσίᾳ λείαν ἦγεν πολλὴν τῶν βάρων ἐπικειμένων καὶ τοξευόντων καὶ ἀκοντιζόντων. ὁ δὲ ὅσους εἶχε τῶν αἰχμαλώτων βαρβάρους δεδεμένους γυμνοὺς μόνους προέταξεν τοῦ στρατοπέδου. οἱ προσκείνμενοι γνω- ρίσαντες τοὺς οἰκείους ἐπαύσαντο ἀφιέντες τὰ βέλη.

[*](2,1,32)

Ὅτι ὁ αὐτὸς τοὺς ἐνδόξους λαμβάνων αἰχμαλώτους ἄνευ λύτρων ἀπεδίδου ποιῶν αὐτοὺς ἀπίστους παρὰ τοῖς πολίταις.

[*](6,10,1)

Ὅτι Πλαταιεῖς Θηβαίων ἔλαβον αἰχμαλώτους· ἐπεὶ δὲ εἰς τὴν Πλαταιίδα ἐνέβαλλον Θθηβαῖοι, κήρυκα πέμψαντες ἠπείλησαν ἀποκτεῖναι τοὺς αἰχμαλώτους εἰ μὴ τῆς χώρας ἀπόσχοιντο. Θηβαῖοι οὖν αὐτίκα τῆς χώρας ἐξῆλθον, Πλα- ταιεῖς δὲ τοὺς αἰχμαλώτους ἀπέκτειναν.

[*](11 ὅτι H || 16 τῶν πολιτῶν H || 22 προκείμενοι H)
482

Ὅτι Ἀτίλιος ἁλοὺς ὑπὸ Καρχηδονίων ὤμοσεν αὐτοῖς, [*](8,12) ἂν ἀφεθῇ, πεῖσαι τὴν σύγκλητον διαλύσασθαι τὸν πόλεμον, μὴ πείσας δὲ ὡς αὐτοὺς ἀναστρέψαι. ἀφικόμενος εἰς Ῥώμην τοὐναντίον ἔπεισε τὴν σύγκλητον, τότε δὴ καὶ μᾶλλον πολε- μεῖν Καρχηδονίοις ὡς ἀπαγορεύουσι καὶ τὰ τῆς ἀσθενείας αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἁλώσιμοι ἠγόρευεν. τῆς δὲ συγκλήτου παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν ταῖς ἀνάγκαις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων τέκνων, γυναικὸς, φίλων, συγγενῶν οὐχ ὑπέμεινε παραβῆναι τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγγειλεν αὐτοῖς τό τε αὑτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην. οἱ δὲ κατείρξαντες καὶ βασανίσαντες ἀπέκτειναν.

Ὅτι Ἀντίγονος μισθωσάμενος Γαλάτας ὑπέσχετο ἀνὰ [*](4, 6, 17) ταλάντου δώσειν ἑνὸς ὅμηρα δοὺς αὐτοῖς τῶν οἰκείων τινὰς εὐγενῶν, ἐπεὶ δὲ ἐγένετο ἡ μάχη, οἱ Γαλάται τὸν μισθὸν ἀπῄτουν. αὐτὸς (μὲν) τοῖς μὲν ὁπλίταις ἐδίδου, παρορᾷ δὲ τοὺς ἀόπλους. ἐπικειμένων δὲ ἐκείνων καὶ ζητούντων καὶ τὸ τῶν ἀόπλων τάλαντον, ἐπειδὴ οὐκ ἐδίδου, ἠπείλουν τοῖς ὁμήροις θάνατον. Ἀντίγονος δείσας περὶ τῶν ὁμήρων πρε- σβευτὴν ἔπεμψεν, ὅσα αἰτοῦσιν δώσειν ὑπισχνούμενος, εἰ πέμψειαν τοὺς ληψομένους τὸ χρυσίον. οὓς ἐλθόντας λαβὼν οὐ πρότερον ἀφῆκεν, πρὶν τοὺς ἰδίους ἀπέλαβεν.

Ὅτι Πόρκιος Ῥωμαίων στρατηγὸς ἐνέβαλεν εἰς τὴν [*](8,17) Ἰβήρων ἐκ δὲ τῶν πόλεων ἀπασῶν ἧκον πρεσβευταὶ σφᾶς αὐτοὺς ἐγχειρίζοντες αὐτῷ τε καὶ Ῥωμαίοις· ὁ δὲ προσέταξεν αὐτοῖς ἀγαγεῖν ὅμηρα ἐπὶ ὥραν ὡρισμένην. ἐπεὶ δὲ ἤγαγον, ἑκάστης πόλεως δυσὶν ἀνδράσι μίαν ἐπιστολὴν ἔδωκεν κε- λεύσας ἅπαντας κατὰ τὴν αὐτὴν ἡμέραν ἐπανελθόντας τοῖς [*](3 ἀναστρέψει H || 6 εἶεν] οἱ ἐν H || 11 αὐτοὺς H || τότε αὐτοῦ H || 14 Ἀντίγων H || 17 (μὲν) seclusi || τοὺς μὲν ὁπλίτας H || παρόρα H.)

483
πολίταις ἀναγνῶναι. ἐπεὶ δὲ ἐπανῆλθον, ἀνέγνωσαν τὰ γε- γραμμένα κατασκάψασθαι τὰ τείχη σήμερον. ἑκάστη τοίνυν πόλις καιρὸν οὐκ ἔχουσα πρὸς τὰς πλησίον πόλεις διαπέμ- ψασθαι, ἀλλὰ φοβούμενοι, μὴ τῶν ἄλλων ὑπακουσάντων αὐτοὶ μόνοι μὴ πεισθέντες ἐξανδραποδισθῶσιν, ὁμοῦ πάντες Ἴβηρες τὰ οἰκεῖα τείχη τῶν πόλεων κατέσκαψαν ἐν μιᾷ ἡμέρᾳ.

[*](3,9,57)

[Ὅτι Ἰφικράτης] δισχιλίων μισθοφόρων πρὸς τοὺς Λά- κωνας αὐτομολησάντων ἀπόρρητα γράμματα ἔπεμψεν πρὸς τοὺς ἡγεμόνας τῶν ἀποστάντων, παρακαλῶν μεμνῆσθαι τοῦ συγκειμένου καιροῦ, καθʼ ὃν καὶ τὴν ἐξ Ἀθηναίων συμμα- χίαν προσδέχοιντο, εἰδὼς τὴν ἐπιστολὴν ἐμπεσουμένην τοῖς φύλαξι τῶν ὁδῶν. ἐπεὶ δὲ οἱ φύλακες ἐκόμισαν τὰ γράμ- ματα τοῖς Λακεδαιμονίοις, οἱ μὲν ὥρμησαν συλλαμβάνειν τοὺς αὐτομόλους, οἱ δὲ ἀγαπητῶς ἐξέφυγον Ἀθηναίοις μὲν ἄπιστοι γενόμενοι, Λακεδαιμονίοις δὲ δόξαντες.

[*](7,28,2)

Ὅτι Ἀρσάμης συμβαλεῖν μάχην μέλλων τοῖς ἐκ βασι- λέως ἐπʼ αὐτὸν ἥκουσιν, ἐπειδὴ τὸν ἑαυτοῦ ἵππαρχον ἔγνω συνθέμενον τοῖς πολεμίοις εἰς τὴν συμβολὴν τοῦ πολέμου μετὰ πεντακοσίων αὐτομολήσειν, τοῦτον ἀνακρίνας τῆς ἀρχῆς διεδέξατο, μετὰ καὶ τοὺς ὑπʼ αὐτόν· ἄλλους δὲ πιστοὺς μετά τινος οἰκείου τὴν τοῦ ἱππάρχου στολὴν ἐμβαλὼν ἀπέστειλεν προστάξας συνθέσθαι τοῖς πολεμίοις καὶ κατὰ νώτου αὐτῶν γενέσθαι. καὶ οὕτως αὐτοὺς κατὰ κράτος ἐνίκησεν.

[*](8,6)

Ὅτι Ταρκύνιος Γαβίους πολιορκῶν χρόνῳ μακρῷ καὶ μὴ δυνάμενος ἑλεῖν τὸν ἑαυτοῦ παῖδα Σέξτον πληγαῖς αἰκι- σάμενος αὐτόμολον ἔπεμψεν. οἱ δὲ τὸ σῶμα πικρῶς ᾐκι- σμένον ἰδόντες, ἐδέξαντο ἐν τῇ πόλει καὶ μεγάλα ἐπαγγειλά- μενον κατὰ τοῦ πατρὸς, ὧν τὰ πλεῖστα δράσας πιστὸς ἦν. [*](8 [ὅτι Ἰφικράτης] inserui || 25 Γαβηνίους H || 27 αἰκισ- μένον H.)

484
ἐληίζετο Ῥωμαίους, ἐς φυγὴν ἐτρέπετο, αἰχμαλώτους ἐλάμ- βανεν, μάχας ἐνίκα πολλὰς, ὥστε οἱ Γάβιοι θαυμάσαντες αὐτοκράτορα στρατηγὸν αὐτὸν ἀπέφηναν. ὁ δὲ ἄγγελον κρύφα πέμψας τῷ πατρὶ ἤρετο, τί δρᾶν κελεύοι. Ταρκύνιος δὲ, καὶ γὰρ ἔτυχεν ὁμιλῶν ἐν κήπῳ, τοὺς ὑψηλοτάτους μήκωνας ἀποκλάσας ἔφη πρὸς τὸν ἄγγελον· φράζε μου τῷ παιδὶ τοῦτο δράσαι.᾿  ὁ μὲν ἤγγειλεν, ὁ δὲ Σέξτος τοὺς προὔχοντας τῶν Γαβίων διαφθείρας οὕτω μηχανησάμενος ἐρημίαν καὶ ἀσθέ- νειαν Γαβίοις τὴν πόλιν αὐτῶν παρέδωκεν Ῥωμαίοις.

Ὅτι Λυκοῦργος προσέτασσε τοῖς Λάκωσι τοὺς πολε- [*](1, 16, 3) μίους φεύγοντας μὴ φονεύειν, ἵνα τὸ φεύγειν ἡγῶνται τοῦ μένειν λυσιτελέστερον.

Ὅτι Ἀγησίλαος τοῖς φεύγουσι τῶν πολεμίων δίοδον δι- [*](2,1,4) δόναι παρήγγειλεν.

Ὅτι Ἰφικράτης τοὺς πολεμίους εἰς φυγὴν τρεψάμενος [*](3,9,2) παρήγγειλε [ἐν] ποταμῶν διαβάσεσι καὶ τόποις στενοῖς καὶ τάφροις ταύτῃ μάλιστα κυκλοῦσθαι τοὺς φεύγοντας οὐ χρὴ, ἵνα μὴ ἀναγκάζοιντο ἐξ ἀπονοίας μάχεσθαι. καὶ ὅτι τῶν τειχῶν ἐγγὺς διώκειν οὐ συμφέρει· πολλοὶ γὰρ ἤδη λαθόντες ἐντὸς βέλους ἐγένοντο καὶ κακῶς παθόντες ἀνεχώρησαν.

[Ὅτι Βρασίδας] ἐν τόπῳ στενῷ προσκειμένων κατὰ τὴν [*](1,38,5) οὐραγίαν τῶν πολειμίων ἐκέλευσεν ἀπὸ λόφου κόπτοντας ἐν μέρει ξύλα κομίζειν· τὴν δὲ ὕλην πῦρ ἐμβαλὼν ἐνέπρησεν, ὥστε πολλῆς φλογὸς αἰρομένης οἱ πολέμιοι κατὰ τὴν οὐρα- γίαν προσπίπτειν ἐκωλύοντο, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν.

Ὅτι Ξενορῶν τῶν βαρβάρων κατὰ τὴν πορείαν ἐπί- [*](1,49,2) [*](2 Γαβηνῖται H || 6 τὸν παῖδα H || 12 ἡγοῦνται H || 17 ἐν om. H || 23 (ὅτι Βρασίδας] inserui.)

485
κειμένων τάξας ἀμφίστομον τὴν φάλαγγα, ὅσα ἦν ἀναγκαῖα σκευοφόρα, λαβὼν ἐντὸς ἐπορεύετο καταστήσας ἐπὶ τῆς οὐρα- γίας ἱππεῖς, ἀκοντιστὰς, πελταστὰς, οἳ τοὺς προσπίπτοντας τῶν βαρβάρων ἀπεκρούοντο.

[*](2,2,2)

Ὅτι Κλέαρχος Κύρου πεσόντος ἀναχωρῶν μετὰ τῶν Ἑλλήνων [ἐστρατοπέδευεν ἐν κώμῃ] τροφὴν ἄφθονον ἐχούσῃ. Τισσαφέρνης πρέσβεις πέμψας ἠξίου μένειν αὐτόθι τοὺς Ἔλληνας παραδόντας αὐτῷ τὰ ὅπλα. Κλέαρχος ὑπεκρίνετο προσίεσθαι τοὺς λόγους, ὅπως Τισσαφέρνης ἐλπίδι σπονδῶν ἐς τὰς κώμας διαπέμψειεν τοὺς πολλοὺς τῶν Περσῶν. ὁ μὲν δὴ νομίσας εἶξαι τὸν Κλέαρχον διέλυσε τὴν δύναμιν, ὁ δὲ νύκτωρ τοὺς Ἕλληνας ἐξαγαγὼν τῇ πορείᾳ προέλαβεν ἡμέ- ραν ὅλην καὶ νύκτα Τισσαφέρνου βραδέως τοὺς διαλυθέντας συναγαγόντος.

[*](3,9,18)

Ὅτι Ἰφικράτης πολενμίους ἔγγυθεν ἐπικειμένους λαθεῖν βουλόμενος καὶ ἀκινδύνως ἀναζεῦξαι, ὅσα ἦν ἐν τῷ τόπῳ δένδρα, περιέκοψε καὶ προσήρτησεν αὐτοῖς ἀσπίδας, κράνη, δόρατα, ὡς ἂν οἱ πολέμιοι φαντασίαν ἔχοιεν μενόντων, αὐτὸς δὲ ἀσφαλῶς ἀναζεύξοι.

[*](3,11,4)

Ὅτι Χαβρίας διὰ στενῶν τόπων ἀναχωρῶν τοὺς εὐρώ- στους οὐραγεῖν προσέταξεν διὰ τὸ τοὺς πολεμίους ἐπικεῖσθαι.

[*](3,11,15)

Ὅτι ὁ αὐτὸς ἐπικειμένων αὐτῷ πολεμίων, ὧν Ἀγησί- λαος ἦρχεν, συναγαγὼν τοὺς στρατιώτας ἐπὶ λόφον ὑψηλὸν, τὰ σκευοφόρα καὶ τοὺς αἰχμαλώτους ἀγαγὼν ἐπὶ τὸ ὀχυρώ- τατον περιεστρατοπέδευσεν. οἱ δὲ Λάκωνες ἀπὸ πέντε στα- δίων ἀντεστρατοπέδευσαν. Χαβρίας παρήγγειλεν ὡς πλεῖστα πυρὰ καίειν διὰ νυκτὸς καὶ περὶ δευτέραν φυλακὴν τὰ μὲν ὑποζύγια καὶ τὰ βοσκήματα καταλιπεῖν, αὐτοὺς δὲ ἀναχωρεῖν κατὰ τὸ ὄπιθεν μέρος τοῦ λόφου. οἱ μὲν δὴ λαθόντες ἀνε- χώρησαν, οἱ δὲ Λάκωνες τό τε πῦρ ὁρῶντες τῆς τε φωνῆς τῶν ὑποζυγίων ἀκούοντες ὑπὸ τὴν ἕω διασκευασάμενοι πρὸς [*](5 Γύρου πταίσας H || 6 [ἐστρατοπέδευεν ἐν κώμῃ] inserui || 8 αὐτῶν H || 15 ἔνδοθεν H || 17 κάρφη H.)

486
μάχην σύνθημα λαβόντες τῷ λόφῳ προσῆγον. ἐπεὶ δὲ ἐγγὺς γενόμενοι κενὸν τὸ στρατόπεδον εἶδον, ἐβόησεν Ἀγησίλαος· ῾ἄριστός γε στρατηγὸς Χαβρίας.

Ὅτι Χάρης ἀπῆγεν στρατόπεδον ἐκ Θρᾳκης· ἐπέκειντο [*](3, 14, 3) οἱ Θρᾷκες καὶ τὴν οὐραγίαν ἔθραυον. ὁ δὲ βουλόμενος ἀπο- σπάσαι τοὺς πολεμίους καὶ διελθεῖν ἀσφαλῶς, τόπον ὕποπτον συνιδὼν ἀναβιβάσας τῶν σαλπιγκτῶν ἐπὶ τοὺς ἵππους καὶ συμπέμψας αὐτοῖς ὀλίγους τῶν ἱππέων ἐκέλευσε περιιππευσα- μένους τὴν ταχίστην γενομένους ὄπιθεν τῶν πολεμίων τὸ πολεμικὸν σημῆναι. οἱ μὲν ἐσήμαναν, οἱ δὲ Θρᾷκες ἐνέδραν εἶναι νομίσαντες τὴν τάξιν λύσαντες ἔφυγον. Χάρης δὲ ἀσφαλῶς τὴν ἀναχώρησιν ἐποιήσατο.

Ὅτι Φίλιππος διωκόμενος ὑπὸ Θρᾳκῶν παρήγγειλεν, [*](4, 2, 13) ἐπειδὰν ὁ σαλπιγκτὴς φεύγειν σηγμήνῃ, τοῖς μὲν οὐραγοῦσι προβαλλομένοις μένειν, τοῖς δὲ ἄλλοις φεύγειν, ὅπως τοῖς μὲν πολεμίοις ἐπιστήσειε διώκοντας, τοῖς δὲ οἰκείοις προλα- βεῖν τῆς ὁδοῦ παράσχοι.

Ὅτι ὁ αὐτὸς τὰς παρόδους τῆς Βοιωτίας Βοιωτῶν φυ- [*](4, 2, 14) λασσόντων — ἦν δὲ στενὸς αὐχὴν ὄρους — οὐκ ἐπὶ τοῦτον ὥρμησεν, ἀλλὰ τήν τε χώραν πυρπολῶν καὶ τὰς πόλεις πορθῶν φανερὸς ἦν. Βοιωτοὶ δὲ οὐχ ὑπομένοντες ὁρᾶν τὰς πόλεις πορθουμένας κατέβησαν ἀπὸ τοῦ ὄρους. Ρίλιπ- πος ὑποστρέψας διὰ τοῦ ὄρους ἀνεχώρησεν.

Ὅτι Ἀννίβας ὑπὸ Ῥωμαίων ἐν στενοχώροις ἀποκλει- [*](deeat in Polyaeni codicibus) σθεὶς τόποις ὑπʼ αὐτῶν φυλασσομένοις ταύρους συναγαγὼν καὶ ἐπὶ τῶν κεράτων λαμπάδας ὑφάψας ἐς τὸ στενωπὸν ἐνεβίβασεν. διʼ ὧν τοὺς παραφυλάττοντας ἐκπλήξας εἰς φυγὴν ἔτρεψεν, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν.

Ὅτι ὁ αὐτὸς ἀναζεῦξαι βουλόμενος ἀπέλιπε τοὺς ἱππεῖς, [*](deeat in Polyaeni codicibus) ὅπως ὁ Ῥωμαίων στρατηγὸς ὁρῶν αὐτοὺς μὴ ἐννοήσῃ τὴν ἀνάζευξιν. ἐκεῖνοι γὰρ ἔμελλον ῥᾳδίως ἀφιππάζεσθαι.

[*](3 γε] τε H || 16 ἐπιστήσει H || 25 φυλασσομένων H.)
487
[*](1,38,2)

Ὅτι Βρασίδας ὑπὸ πολεμίων ἐν κορυφαῖς ὄρους ἀπο- κλεισθεὶς, ἐπειδὴ περιτείχισμα οἱ πολέμιοι ἐποίουν εἰς τὸ τελείως αὐτούς ἀφανίσαι, τῶν στρατιωτῶν αὐτῷ καταγογγυ- ζόντων αὐτὸς ἔφη τὸν καιρὸν εἰδέναι τῆς μάχης. ἡνίκα δὲ ἐθεάσατο ἤδη μέλλοντας ἐναποκλείειν τὸ περιτείχισμα, τοῦτον ἔφη τὸν καιρὸν εἶναι, ὡς κατὰ νώτου μὴ δυναμένων τῶν πολεμίων ἐπιτίθεσθαι, ἀλλὰ καὶ τὸ πλῆθος αὐτῶν ἀχρη- στότερον τῷ περιτειχίσματι γενέσθαι.

[*](1, 48, 4)

Ὅτι Κόνων ἐν Μιτυλήνῃ κατακεκλεισμένος ὑπὸ Λακε- δαιμονίων σπεύδων Ἀθηναίοις μηνῦσαι τὴν πολιορκίαν, λαθεῖν τοὺς ἐφορμοῦντας οὐχ οἷός τε ὢν, κατασπάσας δύο τὰς ταχυναυτούσας ναῦς καὶ τοὺς ἀρίστους ἀπὸ τῶν πλη- ρωμάτων ἐρέτας ἐμβιβάσας ἑσπέρας προϊούσης θεασάμενος τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους ἀφῆκε τὰ σκάφη παραγγείλας πλεῖν δρόμον ἀλλήλοις ἐναντίον, ἵνʼ εἰ καὶ θάτερον ἁλίσκοιτο, θἄτερον γοῦν σωθῆναι δυνηθῇ. ἄμφω δʼ ἐσώθη τῶν πολεμίων κατὰ τὴν ἀσχολίαν διῶξαι βραδυνάντων.

[*](?)

Ὅτι τοῦτο ποιεῖ καὶ ἐάν τις τὴν ἀποσκευὴν πρὸς ἕτερον τόπον σκήψηται ἀποστεῖλαι, ὡς ἂν τοῦτο μαθόντες οἱ πολέ- [*](cf.2,1,12) μιοι ἐκεῖσε τὴν φυλακὴν μετατρέπωσιν. ἀλλὰ καὶ ἡνίκα τις ἴδῃ προκατειλημμένας τὰς διεξόδους, σχηματίσηται ὡς πρὸς τὴν πόλιν τῶν ἐναντίων καὶ τὰς χώρας χωρεῖν, ὡς ἂν οἱ πολέμιοι φόβῳ τῶν ἰδίων ἀπολίποιεν τὰς διεξόδους.

[*](3, 9, 5)

Ὅτι τοῦτο ποιεῖ, ἡνίκα τις ἀποκεκλεισμένος σαλπιγκτὰς ἀποστείλας ὑπὲρ νώτου τῶν πολεμίων σαλπίσαι παραγγείλῃ, ὡς ἂν ἐκεῖσε τραπέντες οἱ πολέμιοι τὴν φυλακὴν ἀπολίποιεν.

[*](3, 9, 6)

Ἀλλὰ καὶ εἴ τις τάραχον κατὰ θάτερον μέρος ποιήσῃ, ὡς ἂν δόξαντες οἱ πολέμιοι ἐκεῖσε αὐτοὺς ἀναχωρεῖν αὐτόθι χωρήσωσιν καταλιπόντες τὴν φυλακήν.

[*](29 ποιήσει H.)
488

Ἀλλὰ καὶ εἴ τις ξύλα ξηρὰ ὑποθλήσας ἐπιθήσῃ τούτοις [*](3,9,7) χλωρὰ καὶ ὑφάψει, ὡς ἂν ὁμιχλώδης ὁ ἀὴρ γενόμενος ἐπι- σκοτίζοιντο οἱ πολέμιοι.

[Ὅτι] τοῦτο ποιεῖ, ἡνίκα τις ἑτέρωθι ἀπόμοιραν ἀπο- [*](1, 49, 4) στείλας προτρέψηται τὸν πόρον ποιῆσαι, αὐτὸς δὲ κατὰ στόμα βιάζοιτο, ὡς ἂν τῶν πεμφθέντων διαβάντων τοὺς ἀντι- καθημένους τροπώσωνται.

Ἀλλὰ καὶ ἡνίκα τις φημίσῃ, ὡς χρησμός ἐστι τὸν πρό- [*](2, 1, 27) τερον περάσαντα τροπωθπηναι.

Ὅτι, ἡνίκα τις ποταμὸν μέλλοι περᾶν, προοφείλει ἡγεῖ- [*](2,2,1) σθαι τὸν μέχρις ὀμφαλοῦ πόρον ὑπὲρ τὸν [ποταμὸν], ὡς ἂν τῷ ὕδατι τὸ πλέον παραφυλάττοιτο τοῦ σώματος ἀλώβητον ἐκ τῶν βελῶν τῶν ὑπεναντίων, τὸ δὲ ἄλλο ἐκ τῆς ἀσπίδος.

Ἀλλὰ καὶ ἡνίκα τις ὁμιχλώδη ποιήσῃ τὸν ἀέρα ὑπο- [*](2,3,13) θεὶς ξύλα ξηρὰ χλωροῖς καὶ ὑποκαύσας, ὡς ἂν μὴ ὡρᾶται ὁ ἀὴρ, ἕως ἂν διαπεράσωσιν.

Ἀλλὰ καὶ ἡνίκα τις ἐπικειμένων πολεμίων μέλλων περᾶν [*](2, 4, 2) ἀκινδύνως ὕλην συλλέξας ἐμπρήσῃ καὶ κωλύσῃ διὰ τούτων τὴν ὁρμὴν αὐτῶν, αὐτὸς δὲ ἀκινδύνως διαβῇ.

Ῥευματώδους ποταμοῦ χρηματίζοντος χρὴ τοὺς εὐρώ- [*](4, 7, 12) στους ἔχοντας ἱππεῖς ἐς τετραφαλαγγίαν προτάξαι καὶ ὑπερ- άνω περᾶν κελεῦσαι, τοὺς ἀδυνάτους δὲ καὶ πεζοὺς κάτω- θεν, ὡς ἂν τὸ πολὺ ῥεῦμα ἐκεῖθεν κωλύοιτο.

Ἀλλὰ καὶ ἡνίκα τις ἀμάξας συζεύξας σανιδώσῃ καὶ ἄνω [*](7, 21, 3) καὶ ὑποκάτω καὶ πάλιν ἐν αὐταῖς ἄλλας ὑπερθήσῃ, δύναται γεφυρῶσαι καὶ διαπεράσαι δηλονότι σχοινίοις αὐτὰς ἐφελκό- μενος παρά τινων μετὰ εὐρώστων ἵππων προπερασάντων.

Ἀλλὰ καὶ ἡνίκα τις ἀντιστρατοπεδευόντων πολεμίων [*](7, 21, 6) [*](1 ἐπιθήσει H || τούτοις χλωρὰ] ταῦτα χλωροῖς H || 5 [ὅτι] inserui || 12 post τὸν lacuna in H || 15 ποιήσει H ||  18 μέλλει H || 28 ἱππέων H.)

489
τὰς μεγίστας σκηνὰς προστήσῃ καὶ ἀπατήσῃ τοὺς ὑπεναν- τίους, ὡς χάρακα βάλλοι, ἵνα κἀκεῖνοι τὰ ὅμοια ποιῆσαι πεισθῶσιν, αὐτὸς δὲ παρεσκευασμένην ὀπίσω παραφυλάξῃ τὴν δύναμιν, τῶν πολεμίων δὲ ἀνετοίμων ὄντων αὐτὸς ἕτοι- μος διαπεράσῃ ἢ χρόνον ἐπὶ συχνὸν ἀντιστρατοπεδεύσῃ ὡς ἀπορῶν δῆθεν πορείας· ἡνίκα δὲ ἴδῃ καταμελήσαντας τοὺς πολεμίους, τότε ἀπόμοιραν στρατοῦ πρὸς ἕτερον πόρον ἀπο- στείλας αὐτὸς ἀνιπαρακάθηται, ἕως ἂν κατὰ νώτου αὐτῶν γένωνται.

[*](4,2,8)

Ὅτι Φίλιππος βουλόμενος ἀπατῆσαι τοὺς πολεμίονς καταλιπεῖν τὰς φυλακὰς τῶν ἀποτόμων ὀρῶν ἐπιστολὴν πε- πλασμένην κρατηθῆναι τοῖς πολεμίοις ἐποίησεν ὡς πρός τινα τῶν αὐτοῦ στρατηγῶν περιέχουσαν, ὡς μέλλοι τὴν ἀνάζευξιν ποιεῖσθαι διὰ τὸ τοὺς Θρᾷκας νεωτερίζειν αὐτῷ,  ὅπως καὶ αὐτὸς προϋπαντήσοι. ταύτης οὖν κρατηθείσης παρὰ τῶν πολεμίων εἶτα καὶ αὐτὸς σχηματισάμενος τὴν ἀνάζευξιν ἔπεισεν αὐτοὺς καταλιπόντας τὰς φυλακὰς ἀμελεῖν· αὐτὸς δὲ λαθὼν κατέλαβεν τὰς δυσδιεξόδους καὶ οὕτως διέβη ἀκωλύτως.

[*](4, 3, 11)

Ὅτι καὶ ἀμαξῶν καταφερομένων σύσκουτα ποιήσας Ἀλέξανδρος ἠδυνήθη ἐπελθεῖν τοῖς πολεμίοις ἐξ ὑπερδεξίου ἱσταμένοις.

[*](4,3,10)

Ὅτι Ἀλέξανδρος ὁρῶν τοὺς οἰκείους μὴ προθυμουμέ- νους δῃοῦν τὴν ἀλλοτρίαν διὰ τὸ πλείστην ἀποσκευὴν ἐκ τῆς στρατείας συλλέξασθαι αὐτὸς πρῶτος τὰς βασιλικὰς ἁμά- ξας κατέπρησεν, εἶτα τὰς τῶν ὑπηκόων, ὡς ἂν ἐν χρείᾳ τοῦ πάλιν κτήσασθαι καταστάντες δῃώσωσι προθυμότερον.

[*](5 διαπεράσει et ἀντιστρατοπεδεύσει H || 14 αὐτοῦ H || 27 στρατείας] ὑστεραίας Η.)
490

Ὅτι Ἀντίγονος ὡς εἶδεν Εὐμένους ἀνὰ τὸ πεδίον ἔκτα- [*](4, 6, 12) ξιν οὐκ ὀχυρὰν, τοῖς ὀπισθοφυλακοῦσιν ἐπιπέμψας ἱππικὰ στίφη πολὺ μέρος τῆς ἀποσκευῆς αὐτοῦ ἔλαβεν.

Ὅτι ὁ αὐτὸς Εὐμένει παρατάσσων, ἐπειδὴ εἶδεν τοὺς [*](4, 6, 13) τοῦ Εὐμένους πολλὴν ἀποσκευὴν ἔχοντας, τοῦ πολέμου συγ- κροτηθέντος αὐτὸς ἀποχωρήσας ἴλην ἱππέων ἱκανὴν [ἀπο- στείλας] συνέλαβεν τὴν ἀποσκευὴν τῶν Εὐμενείων. νικήσαντες δὲ οἱ τοῦ Εὐμένους καὶ ἐπὶ τῇ νίκῃ γεγηθότες, ἐπειδὴ εἶδον συλληφθεῖσαν αὐτῶν παρὰ τῶν πολενμίων τὴν ἀποσκευὴν ἐπρεσβεύοντο πρὸς Ἀντίγονον ἀγοράσαι τὰ φίλτατα. ὁ Ἀντί- γονος δὲ προῖκα πᾶσιν ἀπεδίδου τὰ φίλτατα. οἱ δὲ εὐνοϊ- κῶς διατεθέντες πρὸς αὐτὸν δήσαντες Εὐμένην παρέδωκαν Ἀντιγόνῳ καὶ προσετέθησαν αὐτῷ.

Ὅτι Ἀρταξέρξης προσέταξεν Ὀρόντῃ ἀγαγεῖν Τηρίβαζον [*](7, 13) σατράπην Κύπρου δεδεμένον. ὁ δὲ ὑποκάτω μὴ ἐντεταμ- μένης κλίνης λάκκον ὀρύξας, καλέσας Τηρίβαζον διαλεξόμενος ἀπόρρητα καὶ οὕτως εἰς τὸν βόθρον βαλὼν ἔδησε καὶ ἤγαγε πρὸς Ἀρταξέρξην.

Ὅτι ὁ αὐτὸς βουλόμενος στρατηγὸν αὐτοῦ ἀνυπόπτως [*](7, 16, 1) ἀποκτεῖναι ποιήσας δύο ἐπιστολὰς, τὴν μὲν μίαν πρὸς αὐτὸν περιέχουσαν, ὡς τὴν πᾶσαν φροντίδα τοῦ πολέιμου αὐτῷ ἀνατίθεται, ἑτέραν δὲ πρός τινα τῶν οἰκείων αὐτοῦ παρ- αγγείλας δεδεμένον αὐτὸν ἢ καὶ ἀποκτείναντα ἀποπέμψαι πρὸς αὐτὸν τὴν τούτου κεφαλήν. ὁ δὲ προσκαλεσάμενος αὐτὸν πρός τινα ἰδιάζοντα τόπον μήκοθεν τοῦ στρατοπέδου ὡς ἀπορρήτους βουλάς βούλοιτο αὐτῷ ἀνατίθεσθαι, ἐπειδὴ μετὰ τῶν οἰκείων μόνων εἶδεν αὐτὸν ἐλθόντα, δήσας ἐπέστειλε πρὸς τὸν βασιλέα. καὶ καθʼ ὁδοῦ οἱ ἀποκομίζοντες ἀπ- ἐκτειναν αὐτόν.

[*](6 [ἀποστείλας] inserui || 7 Εὐμενίων H || 15. 17 Τερίβαζον H || 16 Χύρου H || 20 αὐτοῦ H.)
491
[*](7,29,1)

Ὅτι Μιθραδάτῃ βασιλεὺς προσέταξεν ἀποστάντα Δατά- μην κτεῖναι ἢ ἄγειν. Μιθραδάτης ὑποκρίνεται καὶ αὐτὸς ἀποστῆναι βασιλέως. οὐ μὴν ὅ γε Δατάμης ἐπίστευσεν, εἰ μὴ πρόσθεν πολλὰ λυμανῆται τῇ βασιλέως ἀρχῇ. καὶ δὴ πολλὰ ἐλυμήνατο καὶ δόξας πολέμιος βασιλικὸς εἶναι ἔπει- σεν αὐτὸν συνελθεῖν μετʼ αὐτοῦ διαλέξεως ἕνεκα περὶ ὧν χρή. ὁ δὲ Μιδραδάτης προκατασκευασμένους ἔχων στρα- τιώτας μετὰ ἐγχειριδίων ἐν ἐκείνῳ τῷ χωρίῳ τοῦτον ἀπ- ἐκτεινεν.

[*](2, 31, 3)

Ὅτι Ἀριστομένης δεδεμένος καὶ φυλαττόμενος ὑπὸ τῶν ἐχθρῶν προσκυλισθεὶς τῇ πυρρᾷ τούτων κοιμωμένων τὰ δεσμὰ κατακαύσας ἀπελύθη καὶ τούτους ἀποκτείνας ἀν- εχώρησεν.

[*](3, 7, 1)

Ὅτι δύναταί τις ἀποφυγεῖν τῶν ἐμφανῶν, ἡνίκα οἰκε- τικὴν ἢ ἀγροικικὴν ἐσθῆτα βαλὼν καὶ ἀχρειώσας ἑαυτὸν κό- φινον ἤτοι τοιοῦτον λάβοι.

[*](3,7, 3)

Ὅτι Λαχάρης γυναικός τινος ἐκφορὰν ἐχούσης νεκροῦ μέλανον χιτῶνα ἀμφιασάμενος γυναικεῖον καὶ ταῖς θρηνού- σαις συναναμίξας ἑαυτὸν ἐξέφυγεν.

[*](3,15)

Ὅτι καὶ Δημήτριος εἰς ἅμαξαν χορτοφόρον κρύψας ἑαυτὸν ἀπεκομίσθη εἰς τὴν ἰδίαν χώραν.

[*](6,54)

Ὅτι μίλτον ὕδατι μίσγων τις δύναται πλάνην ποιῆσαι, ὡς ἤδη ἀπεγνώσθη τῆς ζωῆς, καὶ ἐκ τούτου ἀπολυθεὶς ἐκφεύγει.

[*](8,19)

Ὅτι καὶ εἴδωλόν τις ποιήσας ἀνθʼ αὑτοῦ δύναται λαθεῖν τῶν φυλάκων τὸ εἴδωλον φυλασσόντων.

[*](8,34)

Ὅτι Χίλωνις ἀποκλεισθεὶς εἰς φυλακὴν ἐλθούσης τῆς γυναικὸς αὐτοῦ πρὸς τὴν φυλακὴν ἐπισκέψεως χάριν, ἐπειδὴ ἐθαυμάσθη διὰ τὸ φίλανδρον παρὰ τῶν φυλασσόντων, ἐάθη εἰσελθεῖν εἰς τὸν ἄνδρα· ἥτις τὰ τοῦ ἀνδρὸς ἀμφιασαμένη [*](1 Μιθραδάτην H || 8 τό χωρίον H || 23 μίλτου ὕδασι H || 28 Χίλωνις] Χειλωνίς Polvaen.)

492
καὶ τὰ ἴδια δοῦσα τῷ ἀνδρὶ αὐτοῦ φυγόντος ἔμεινεν ἐκείνη. ὁ δὲ Χίλωνις ἐκφυγὼν τὴν ἱέρειαν κατασχὼν ἀντίλυτρον τῆς ἰδίας ἀπέδωκε γυναικός.

Ὅτι Ἀρσινόη ἐπιβουλευομένη παρὰ τῶν οἰκείων εἰς τὸ [*](8,57) ἑαυτῆς φορεῖον θεραπαινίδα κατέκλινεν, αὐτὴ δὲ οἰκετικὰ ἀμφιασαμένη ῥάκια ἔλαθεν ἐκφυγοῦσα.

Ὅτι καὶ Μύστα βασίλισσα αἰχμαλωτισθεῖσα ῥάκια ἀμφια- [*](8, 61) σαμένη ἐν τοῖς αἰχμαλώτοις ἐπράθη. ἀχθεῖσα δὲ εἰς Ῥόδον καὶ ἐξαγορεύσασα, ἥτις ἦν, ἠγοράσθη ὑπʼ αὐτῶν καὶ ἀπελύθη.

Ὅτι Καῖσαρ τὰ ἁμαρτήματα τῶν στρατιωτῶν οὐ πάντα [*](8, 23, 21) παρεφύλασσεν οὐδὲ τοὺς ἁμαρτάνοντας ἀξίως ἐτιμωρεῖτο τὴν συγγνώμην ἀνδρείας ποιητικὴν ἡγούμενος. εἰ μέντοι τις ἐστασίασεν ἢ τὴν τάξιν ἔλιπεν, τούτους ἐτιμώρει.

Ὅτι Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ [*](8, 24, 1) ἀνῄρει πάντας, ἀλλʼ ἐδεκάτευεν.

Ὅτι ὁ αὐτὸς τοὺς ἐπὶ στρατοπέδου διαμαρτάνοντας ἐκέ- [*](8, 24, 3) λευσεν πρὸ τοῦ στρατοῦ λυσιζώνους ἑστάναι καὶ θρηνεῖν διʼ ὅλης ἡμέρας, ἐνίοτε δὲ καὶ γυναικῶν στολὴν ἐδίδου [*](8,24,5) φορεῖν, τοῖς ἀνδραγαθήσασι δὲ μεγάλας ἐδίδου δωρεάς.

Ὅτι Ἀρτεμισία Λυγδάμιδος κατεσκεύασε ναῦν συμμα- [*](8, 53, 2) χίδα καὶ μετʼ αὐτῆς ἠνδραγάθησεν. διὰ τοῦτο ἔπεμψεν αὐτῇ βασιλεὺς ἀριστεῖον πανοπλίαν Ἑλληνικὴν, τῷ δὲ ναυάρχῳ τοῦ στόλου ἄτρακτον καὶ ἠλακάτην.

Ὅτι ἐὰν μηχανήσηταί τις, ὡς στάσις ἐγένετο ἐν τῷ [*](1,15) αὐτοῦ στρατοπέδῳ καὶ διʼ αὐτομόλου δηλώσας τοῖς πολιορ- κουμένοις ὑπαναχωρήσῃ μετὰ τὴν φήμην μικρὸν, εἶτα πάλιν [*](16 ἐδεκάτευεν] οὐδὲ κατεῖχεν H || 20 ἐδίδει H || 27 αὐτοῦ H || 28 ὑπαναχωρήσει H.)

493
ὑποστρέψας ἐνεδρεύσῃ καὶ, ἡνίκα ἴδῃ καταφρονητὰς ὅσον ἐκ τῆς ἀγγελίας καὶ τῶν ὁρωμένων τοὺς πολίτας, ἐπιπέσῃ τῇ πόλει ἀφυλάκτως, τροποῦται ταύτην.

[*](1,37)

Ὅτι καὶ [δι᾿ ] ὑδρορρόης δύναταί τις ἀσέληνον νύκτα παρατηρήσας εἰσενεγκεῖν στρατιώτας καὶ κρατῆσαι πόλεως.

[*](2, 1, 16)

Ὅτι πολιορκῶν τις πόλιν πολλοὺς ἔχουσαν συμμάχους μηχανησάμενος ἀναχώρησιν ἰδίαν δύναται πεῖσαι τοὺς πο- λίτας ἀποπέμψασθαι καὶ μετὰ τὸ τοὺς συμμάχους ἀναχω- ρῆσαι ἐπελάσαι ἐξαίφνης καὶ ἐφευρεῖν τὴν πόλιν ἄνευ συμ- μάχων.

[*](2,4,1)

Ὅτι Πελοπίδας ἐπολιόρκει ἀκροπόλεις ἀπεχούσας ἀλλή- λων ἑκατὸν εἴκοσι στάδια. συνέταξεν οὖν, ἐπειδὰν προσάγῃ τοῖς τείχεσι, τέσσαρας ἱππεῖς ἐστεφανωμένους θέοντας ἥκειν ἀγγέλλοντας τὴν ἑτέραν πόλιν ἑαλωκέναι. ὁ δὲ ἀνέζευξεν ἐπὶ τὴν δοκοῦσαν ᾑρῆσθαι καὶ πρὸ τῶν τειχῶν ὕλην πολλὴν ἅψας καπνὸν ἤγειρε μέγαν, ἵνα τοῖς ἑτέροις ἐμποιήσῃ φαν- τασίαν πόλεως καταπεπρησμένης. οἱ δὲ ὡς ἤδη γεγενημένης καταπλαγέντες τὴν μέλλουσαν ἅλωσιν σφᾶς αὐτοὺς τῷ Πε- λοπίδᾳ παρέδωκαν· ὁ δὲ τὴν παρὰ τούτων δύναμιν προσ- λαβὼν ἐπὶ τὴν ἑτέραν πόλιν ἐλθὼν κἀκείνην παρεστήσατο οὐκέτι θαρροῦσαν ἀντιτάξασθαι.

[*](2,27,1)

Ὅτι ἐάν τις τραυματίας τινὰς τῶν οἰκείων πείσῃ δέξα- σθαι, δύναται κατασχεῖν πόλεως.

[*](2,35)

Ὅτι καὶ ἐάν τίς τινα ἐκ τῆς πόλεως κατάσχῃ καὶ πείσῃ ὅ προδοῦναι τὴν πόλιν, δύναται ἐλθεῖν νύκτωρ εἰς τὰς πύλας καὶ τὸ σύνθημα εἰπεῖν, ὅστις εἴη, ἐπακολουθούντων αὐτῷ τινων ἐκ τῶν πολεμίων φόρτια βασταζόντων, ὅπως, ἡνίκα ἀνοίξωσιν οἱ φυλάσσοντες εἰσδέξασθαι αὐτὸν, εἰσέλθωσιν οἱ ἐπακολουθοῦντες καὶ φονεύσωσι μὲν αὐτοὺς, κρατήσωσι δὲ τὰς πύλας καὶ εἰσενέγκωσι τοὺς ἰδίους.

[*](2,36)

Ὅτι καὶ ἐὰν χρήμασί τις φθείρας τινὰς τῶν τῆς πόλεως [*](1 ἐνεδρεύσει H || 2 ἐπιπέσει H || 4 [διʼ] inserui || 13 τετρα- κισχιλίους H || 29 φονεύσουσι H || κρατήσουσι H || 30 τὰς πύλας H.)

494
ἀπομάξαι διὰ κηροῦ τὰς κλεῖδας τῶν πυλῶν δυνηθῇ ὁμοίας κατασκευάσαι, εἶτα αὐτοῖς ἐκείνοις παρασχεῖν καὶ εἰς ὡρισ- μένον ἀνοίξωσι καιρόν. σαλπιγκτὰς δὲ χρὴ κυκλῶσαι τῆς πόλεως καὶ ἄλλον ἀλλαχοῦ παραστῆσαι καὶ σαλπίζειν κελεῦ- σαι, ὡς ἂν ἀπατήσωσι τοὺς πολιορκουμένους πανταχόθεν ὑποπτεύσαντας τὴν πόλιν συλληφθῆναι.

Ὅτι καὶ ἐάν τις ὡς κοινολογησόμενος δοίη λόγον τῷ [*](3,2) φρουράρχῳ ἀβλαβῆ εἰς τὴν πόλιν ἀποπέμψειν καὶ μετὰ τὴν αὐτοῦ ἐξέλευσιν προσελθὼν παραλάβοι τὴν πόλιν, αὐτὸν δὲ κατὰ τὸν λόγον ἀβλαβῆ ἕως τῆς πόλεως ἐνεγκὼν ἐσχάτως φονεύσοι.

Ὅτι καὶ ἐάν τίς τινα ἐκ τῶν τῆς πόλεως δυνηθῇ κρα- [*](3,14) τῆσαι καὶ διαφθείρας χρήμασι πείσῃ ὑποστρέψαι (καὶ) εἰς τὴν πόλιν μετὰ προβάτων καί τινων ἑτέρων ὡς λείαν ἄγοντα, τοῦτο δὲ καὶ ἅπαξ ποιήσῃ καὶ δίς, εἶτα ἐν τῷ ἀνοίγειν τὰς πύλας λάθῃ συνεισενεγκών τινας τῶν πολεμίων.

Ὅτι καὶ ἡνίκα τις πρέσβεις ἀποστείλῃ διαλεξομένους [*](4,2,4) τοῖς πολίταις, ὅπως ἀπάντων ἐπὶ τὴν αὐτῶν ἀκρόασιν συνελ- θόντων αἰφνίδιον ἐπίθεσιν αὐτὸς ποιήσας δύναται τῆς πό- λεως κρατῆσαι.

Ὅτι διὰ κλιμάκων τις ἀναβιβάσας στρατιώτας τοῖς τεί- [*](4,2,15) χεσιν ὀφείλει τὰς κλίιμακας ἀφελεῖν, ὅπως προθυμότερον τῶν τειχῶν κρατήσειαν.

Ὅτι Φιλίππου πολιορκοῦντος πόλιν Θεσσαλικὴν εἰσελ- [*](4, 2, 18) θόντων τῶν αὐτοῦ μισθοφόρων καὶ ἀφʼ ὑψηλῶν πολεμου- μένων αὐτὸς ἐκ τοῦ ἑτέρου μέρους ἀφυλάκτου τοῦ τείχους ὄντος διὰ κλιμάκων ἀνεβίβασεν στρατιώτας, οἳ ἀντιπερίσπασιν δόντες τοῖς πολίταις ἀβλαβεῖς διετηρήσαντο τοὺς εἰσελθόντας.

Ὅτι καὶ ἡνίκα τις ἀποκρύψας δύναμιν αὐτὸς μὲν μετὰ [*](4,3,12) τῆς ἑτέρας ἐπιβάλοι ἐν τῷ φανερῷ, τῆς συμβολῆς δὲ γενο- μένης οἱ ἐκ τῆς ἐνέδρας κυκλώσωσι τὸ τεῖχος ἀφύλακτον.

[*](4 κελεύσει H || 7 κοινολογησάμενος H || 13 (καὶ) seclusi || 15 ποιήσει H || 24 Θεσσαλονικὴν H || 28 τοὺς πολίτας H.)
495
[*](4,18,(7))

Ὅτι καὶ ἐάν τις πολιορκῶν διὰ διωρύχων βούληται ὑπεισελθεῖν τῇ πόλει, προστυχὼν πέτρας νύκτωρ ἀλλαχόθεν χῶμα προστάξει φέρειν καὶ ἐπίπροσθεν τῆς διώρυχος ἐκχέειν, ὡς ἂν ἀπατηθέντες οἱ τῆς πόλεως νομίσωσιν ἤδη παρα- ληφθῆναι.

[*](5, 10,3)

Ὅτι καὶ ὁδῶν δύο ἀπαγουσῶν πρὸς τὴν πόλιν, ἐάν τις τὴν μίαν ἀνορύξας ἀδιάβατον μὲν δόξῃ ποιεῖν, πρὸς δὲ τὴν ἑτέραν προσβάλῃ καὶ τοῦτο διʼ αὐτομόλου μηνύσῃ, εἶτα τῶν πολεμίων πρὸς ἐκείνην ἀποβλεπόντων αὐτὸς προπαρεσκευασ- μένοις ξύλοις γεφυρώσας τὴν ταφρευθεῖσαν ὑπεισέλθῃ τῇ πόλει.

[*](5,10,5)

Ἀλλὰ καὶ ὕλης πλησιαζούσης ἐάν τις ἐπιτηρήσας ἄνε- μον ἐμπρήσῃ ταύτην, δύναται μηχανήσασθαι ἅλωσιν.

[*](5,19)

Ὅτι καὶ ἐάν τις ἐκ τῶν πολεμίων τινὰ δυνηθῇ δια- φθεῖραι καὶ δοίη τινὰς δεδεμένους ὡς αἰχμαλώτους ἀπάγειν πρὸς τὰ τείχη, ὅπως ἀνοίξωσιν αὐτῷ οἱ οἰκεῖοι περιχαρῶς ὡς ἐπινίκια κομίζοντι, οἱ δὲ δεδεμένοι κρατήσωσι τῶν πυλῶν.

[*](5,22,4)

Ὅτι εἰς παράλιον πόλιν ἐάν τις νυκτὸς ἐπιπλεύσας ἐκ- βιβάσῃ ἐνέδραν, αὐτὸς δὲ ἐπαναχθεὶς ἅμα ἕῳ ἐπιστήσῃ ἑαυτὸν, τῶν πολιτῶν δὲ πρὸς αὐτὸν ἀποβλεπόντων οἱ τῆς ἐνέδρας ἐξελθόντες κατάσχωσι τὴν πόλιν.

[*](6,1,1)

Ὅτι καὶ ἐάν τις λαθεῖν θέλων ὡς ἐπὶ μισθοφορίᾳ καὶ ἀριθμῷ ἐξοπλίσασθαι προτρέψηται τὸν λαὸν καὶ αὐτῇ τῇ ὥρᾳ ἐπάξῃ, αὐτὴν δύναται πόλιν ἀφύλακτον εὑρεῖν καὶ παραλαβεῖν μηδενὸς εἰδότος μήτε τῶν νικώντων μήτε τῶν νικωμένων.

[*](6,13)

Ὅτι διʼ ἐλλεβόρου ἐάν τις φθείρῃ τὸ εἰσαγόμενον εἰς τὴν πόλιν ὕδωρ, ἐκλύσας τοὺς πολίτας δύναται κατασχεῖν εὐχερῶς τὴν πόλιν.

[*](7,6,10)

Ὅτι ἐάν τις πολιορκῶν πόλιν ἐκ τοῦ ἑτέρου μέρους ἐπὶ ξύλοις ἰσομήκεσι τοῖς τείχεσιν εἴδωλα περιθεὶς μετὰ πανοπλίας ἐπιστήσῃ τοῖς τείχεσιν, ὡς ἂν ἀπατηθέντες οἱ [*](1 βούλεται H || 4 νομίσασιν H || 6 ἀπαγόντων H || 22 ἀριθμῷ] ἀδνουμίῳ H || πχουτρέψηται H.)

496
πολῖται διʼ αὐτῶν ᾑρῆσθαι τὴν πόλιν σφᾶς αὐτοὺς παρα- δοῖεν.

Ὅτι ἐάν τις διώρυχα ποιήσας βαθεῖαν δι᾿  αὐτῆς ὑπὸ [*](7,11,5) γῆν ὑπεισελθὼν τῷ τείχει εὐχερῶς δύναται κατασχεῖν τὴν πόλιν.

Ὅτι καὶ τὴν λείαν τις προθεὶς δύναται ἀσφαλῶς ἐπιέναι [*](3,9,62) τὴν πόλιν τῶν πολιτῶν φειδομένων τοὺς οἰκείους τιτρώσκειν. Ἀλλὰ καὶ ἐν καιρῷ ὑετοῦ ῥαγδαίου βέλτιον τὴν ἐπί [*](8,23,8) θεσιν πρὸς τὴν πόλιν ποιεῖν ὡς τῶν φυλάκων διὰ τὸν ὑετὸν ἀναχωρούντων.

Ὅτι κατόπιν τῆς πέτρας τοὺς κρημνοβατεῖν ἐπιτηδείους [*](4,3,29) λαθραίως προστάξας τινὰς ἀνελθεῖν ἄλλος ἄλλον ἀναρτῶν δύναται δοῦναι ἀντιπερίσπασιν.

Ὄτι καὶ ἐάν τις διαφημίσῃ, ὡς ἀκοῇ ἤκουσεν οἰκείου [*](4,3,31) τινὸς θάνατον καὶ σχηματίσηται λύπην καὶ διὰ τοῦτο μικρὸν ὑπαναχωρήσῃ, δύναται αἰφνιδίως ἐπελθὼν ἀπροσδοκήτοις ἐπι- πεσεῖν τοῖς ἐχθροῖς δηλονότι διʼ αὐτομόλου τοῖς ἐχθροῖς τοῦτο μηνύσας.

Ὅτι καὶ ἐάν τις σχηματίσηται, ὡς τῶν ἡμίσεων στρα- [*](5,44,2) τιωτῶν αὐτῷ στασιασάντων καὶ πρὸς τὸν κατʼ ἀλλήλων πό- λεμον ὡρμημένων, καὶ μηνύσῃ διʼ αὐτομόλου τοῖς ἐχθροῖς καὶ τὰ ἔργα ἐπακολουθοῦντα δείξῃ, δύναται πλανῆσαι τοὺς ἐχθροὺς ἀμελῆσαι τῆς ἑαυτῶν φυλακῆς.

Ὅτι ἐάν τις τειχονμαχικὰ νοήσῃ ἔχειν τοὺς ἐχθροὺς ὄρ- [*](2,22,3) γανα, χρὴ προκαταλῦσαι μέρος τι τοῦ τείχους, ὡς ἂν δειλίαν τοῖς ἐχθροῖς ἐμποιήσῃ.

Ὅτι καὶ προδοσίαν τις ὑφορώμενος χρὴ ἐκ τῶν μισθο- [*](2,22,4) φόρων ἑκάστῃ φυλακῇ ἕνα παρακαθίσαι.

497
[*](2,27,2)

Ὅτι καὶ παρακαθημένων τῶν πολεμίων ἐκ τοῦ ἑτέρου μέρους, εἴτε ἐκ τῆς πύλης εἴτε ἐκ τοῦ τείχους παρήξει, βέλ- τιστόν ἐστιν ἐκ τῶν ὄπιθεν ἐνέδραν τοῖς πολεμίοις περι- καθίσαι.

[*](?)

Ὅτι καὶ ἐάν τις φημίσῃ, ὡς προδίδοται αὐτῷ ἡ τῶν πολεμίων πόλις, ὡς ἂν πρὸς τὴν ἐκείνων φυλακὴν ἑαυτοὺς περιστρέψαντες ἐάσωσι τὸ πολεμεῖν ἐκείνους.

[*](?)

Ἀλλὰ καὶ ἐάν τις τὸν ἴδιον λαὸν ἀταράχως ἐξάγοι πρὸς ἀντιπαράταξιν δῆλον ὅτι θαρρῶν τῇ ὀχυρότητι τῶν τειχῶν, δύναται δοῦναι τοῖς ἐχθροῖς ὑποψίαν ὡς θάρρος ἔχων εἰς τὴν ἰδίαν δύναμιν.

[*](6,3)

Ὅτι μόλιβδος τηκτὸς ἐπιχεόμενος δύναται τὰς χελώνας ἀποτεφρῶσαι, σβέννυσι δὲ αὐτὸν ὄξος. ἀλλὰ καὶ πᾶν εἶδος πυρὸς περιγίγνεται ὄξος. καλὸν δέ ἐστι καὶ ταῖς χελώναις πηλὸν ὑγρὸν ἐπιτιθέναι ἢ σπόγγους πεπλησμένους ὄξους περιαρτᾶν.

[*](6,17)

Ὅτι πρὸς τὰ ὑπὸ γῆν ταφρεύματα χρὴ ἀντιπαρατάττε- σθαι κατέναντι αὐτῶν ἀνορύττειν εἰς τὸν ὑφορώμενον τόπον τῆς πολιορκίας καὶ ῥάβδους χαλκᾶς πηγνύειν, ὡς ἂν φθα- ζόντων τῶν πολεμίων αὐτοῖς καὶ πληττόντων ὁ ἦχος τοῦ χαλκοῦ κατάδηλον ποιῇ τῶν πολεμίων τὴν ἀνόρυξιν, εἶθʼ οὕτως πίθον τετρημένον εἰς τὸν πυθμένα πλῆσαι πτερὰ καὶ ταῦτα προσκαῦσαι, εἶτʼ ἀπομάσαι καὶ χαλκουργευτικὸν ἀσκὸν τῷ πίθῳ ὑποφυσᾶν, ὡς ἂν ὁ καπνὸς ἐλαυνόμενος τῷ φυσή- ματι τῶν ἀσκῶν δριμὺς ἐπιφερόμενος ἀντιπαρατάττοιτο τοῖς πολεμίοις.

[*](?)

Ὅτι καὶ ἐάν τις διαφηνμίσῃ εἴτε διʼ αὐτομόλου εἴτε δι᾿ ἐπιστολῆς διὰ τρόπου τοῖς πολεμίοις κρατηθείσης, ὡς πρὸς τὴν ἐκείνων βούλοιτο ἐπιτηδεύσασθαι χώραν, δύναται πεῖ- σαι τοὺς πολεμίους ἀφέντας τὴν πολιορκίαν πρὸς τὴν ἰδίαν ἀπιέναι.

[*](7,26)

Ὅτι καὶ ἐάν τις βούλοιτο συμμαχίαν εἰσδέξασθαι κω- [*](15 ὄξους H || 21 ποιεῖ H.)

498
λυομένην ὑπὸ τῶν πολεμίων, δύναται τοῦτο ποιῆσαι ἀπα- τήσας τοὺς ἐχθροὺς διά τινος οἰκείου δηλῶν αὐτοῖς, ὡς τὴν ἄντικρυς νῆσον εἴτε χώραν εἴτε πόλιν αὐτοῖς προδοῦναι, ὡς ἂν τῇ τοιαύτῃ ἐλπίδι μικρὸν ὑπαναχωρήσαντες οἱ πολέ- μιοι, εὕρωσι χώραν εἰσελθεῖν οἱ σύμμαχοι.

Ὅτι καὶ ἐάν τις καὶ γυναῖκας καὶ παῖδας καὶ πάντα [*](7,30) τὸν λαὸν προεξάξῃ τῆς πόλεως, δύναται δοῦναι ὑποψίαν ὡς ἀπονοίᾳ μάχονται, ἣν χρὴ σκέπτεσθαι τὸν κατὰ λόγον στρατηγοῦντα.

Ὅτι χρὴ σωροὺς ἀπὸ λίθων καὶ πηλῶν ἐπιχρίσει κατα- [*](7, 36) σκευάσαι τινὰ τὸν ἐνδείᾳ πιεζόμενον· εἶτα σῖτον καὶ κρι- θὴν τῇ ὄψει τῶν σωρῶν ἐπιχύσει, θρέψει δὲ καὶ ἡμιόνους πιωτάτους καὶ ἐξεπιτηδὲς τοῖς πολεμίοις αὐτοὺς προδῷ, εἶτα ἐπικηρυκεύσηται ὡς ἐπί τινι ὑποθέσει καὶ τῷ λόγῳ τούτῳ δείξει τοῖς ἐπικηρυκευσαμένοις τῶν πολεμίων τοὺς σωροὺς, ὡς ἂν ἀπατηθέντες τῇ πλησμονῇ τῶν διατροφῶν ὑπαναχω- ρήσωσιν.

Ὅτι Θασίων μηχανήματα πρὸς βοήθειαν τῶν τειχῶν [*](8,67) μελλόντων ποιεῖν, ἐπειδὴ ἠπόρουν σπαρτίων, αἱ τούτων γυναῖκες ἀποκειράμεναι καὶ πλῆθος τριχῶν ἐπισυνάξασαι, σχοινία ποιήσαντες Θάσιοι τὴν χρείαν τῶν μηχανημάτων ἐπλήρωσαν.

Ὅτι χρὴ ἐπιτηδεύσασθαι κατὰ πλοίων πολεμικῶν καὶ [*](1, 34) μετὰ τὸ ἐγκρατεῖς τούτων γενέσθαι μετασχηματίσαι τοὺς οἰκείους ὡς πολεμίους καὶ οὕτως ἐπιτρέχειν τῇ χώρᾳ τῶν πολεμίων, ὡς ἂν ὡς πρὸς οἰκείους ἐρχόμενοι λάθωσιν ἐμ- πίπτοντες εἰς τὰς τῶν πολεμίων χεῖρας.

Ὅτι Κόνων ἡμισείας τῶν πολεμίων ἔχων ναῦς ἐσχημα- [*](1, 48) τίσατο φεύγειν, τῶν πολεμίων δὲ νεῶν τῇ διώξει τὴν σύν- [*](2 αὐτοὺς H || 5 εὕρουσι H || 8 ἦν H || 10 κατασκευάσαι] κατασκευάσαντα H.)

499
ταξιν λυσάντων, αὐτὸς ἐξαίφνης ἐπιστραφεὶς τὰς πλείονας αὐτῶν διέφθειρεν.

[*](1, 48, 4)

Ὅτι καὶ ἐάν τις μηνῦσαι βούληται πρὸς οἰκείους τῶν πολεμίων νεῶν ἀντιπαρισταμένων, χρὴ εὐτρεπίσαι ταχυναυ- τούσας δύο ναῦς καὶ ἀρίστους αὐταῖς ἐμβιβάσαι, καὶ ἡνίκα ἴδῃ ἀσχολουμένους πρὸς ἀναγκαίας χρείας τοὺς πολεμίους, ἐξαίφνης ἐξορμήσασαι ἐξ ἐναντίου ποιήσωσι τὴν εἰρεσίαν, ὡς ἂν τῆς διώξεως τῶν πολεμίων γενομένης πεφυρμένης ἀκινδύνως αὗται ἀπέλθωσιν.

[*](1, 48, 5)

Ὅτι Κόνων μαθὼν, ὡς οἱ πολέμιοι τὴν ἑαυτοῦ βούλον- ται ἐπιβουλεύσασθαι ναῦν, ὁμοίαν τῆς ἐκείνης ἑτέραν κατα- σκευάσας καὶ τὸν στρατηγικὸν περιθεὶς κόσμον ἀπὸ ταύτης ἆραι τὸ σημεῖον προσέταξεν, αὐτὸς δὲ εἰς ἀνύποπτον ἐλθὼν τῶν δυνατωτέρων νεῶν τῇ προσποιητῇ ἄρδην ἐπισυναχθέν- των τὰς καταλειφθείσας αὐτὸς τὰς μὲν κατέδυσεν, τὰς δὲ κατεδίωξεν.

[*](3, 10, 6)

Ὅτι ἡνίκα τις πολλὰς κεκτημένος πρὸς ὀλίγας βούλοιτο ναυμαχεῖν, ὀφείλει τὰς ταχυναυτούσας προαποστέλλειν καὶ παραγγέλλειν ὧδε κακεῖσε τὰς εἰρεσίας ποιεῖν, ὡς ἂν τῇ τούτων διώξει αἱ τῶν πολεμίων διαλύσασαι τὴν σύνταξιν ἄλλως τε (δὲ) καὶ ἐκλυθεῖεν (τῇ διώξει) τῇ συνεχεῖ εἰρεσίᾳ. εἶθʼ οὕτως μετὰ τῶν ἄλλων συντεταγμένως ἐπελθὼν εὐχερῶς δύναται ταύτας τροποῦσθαι προεκλυθέντων αὐτῶν τῇ εἰρεσίᾳ.

[*](3, 10, 13)

Ὅτι ἡνίκα τις ναυάγια καὶ αἰχμαλώτους ἐπιφερόμενος προστύχῃ πολεμίοις ἐν μηνοειδεῖ σχήματι χρὴ παρατάξασθαι, τὰ μὲν ἔμβολα τῶν νεῶν καὶ τὸ περιφερὲς τοῦ σχήματος πρὸς τοὺς ἐναντίους ἐπιστρέψαι, τὰ ναυάγια δὲ καὶ τοὺς αἰχμαλώτους ἐς τὸ κοίλωμα τοῦ ναυτικοῦ προσαγαγεῖν, ἵνα κατὰ πρύμναν αὐτῶν πλέωσιν.

[*](5 ιβ ναῦς H || 7 ἐξορμισάσας H || 11 ἐκείνου H || 14 ἐπισυνη χθέντων H || 21 (δὲ) seclusi || ἐκλυθοῖεν H || (τῇ διώξει seclusi || 26 πολεμίους H || 29 προσαγάγοι H.)
500

Ὅτι (ἡνίκα) τις πλείονας κεκτημένος ὀφείλει προτάξαι [*](3, 10, 16) τὰς ἴσας τῶν πολεμίων ἴσαις, ἐπιτάξαι δὲ ἑτέρας, ἃς χρὴ ἡσυχίαν ἄγειν ἕως τινός· ἡνίκα προσβαλόντες οἱ πρῶτοι καὶ τοῦ ἔργου ἁψάμενοι προεκλυθεῖεν οἱ πολέμιοι, τότε σημεῖον αἴρειν, ὡς ἂν οἱ ἀκμῆτες τοῖς κεκοπιακόσιν ἐπιθέμενοι ῥᾳ- δίως κρατήσωσιν.

Ὅτι (ἡνίκα) τις μέλλων ἐφορμᾶν φόβον ἔχων ἐκ τῶν [*](3, 10, 17) πολεμίων νεῶν χρὴ ἐν μηνοειδεῖ σχήματι συντάξασθαι καὶ ἐπὶ πρύμναν πλέων οὕτως τὴν ἐφόρμησιν ποιήσασθαι.

Ὅτι ἡνίκα τις τὰς τῶν ἐχθρῶν φοβούμενος βούλοιτο [*](cf. 1, 47,1, 3, 11, 3) ἐκκαλέσασθαι, χρὴ σχηγματίσασθαι ὀλιγότητα νεῶν τρόπῳ τοι- [*](5, 22, 2) ούτῳ· τὰς δύο τῶν νεῶν συζεύξας ἓν ἱστίον περιτιθέναι καὶ εἰς ἡμίσεις τῶν πολεμίων ποιήσασθαι τὴν ἔνδειξιν, ὡς ἂν θαρρήσαντες καὶ ἀναχθέντες διπλᾶς εὑρόντες (ῥᾳδίως χει- ρωθῶσιν.

Ὅτι Χαβρίας εἰς Αἴγιναν νυκτὸς καταπλεύσας τετρα- [*](3, 11, 12) κοσίους ἄνδρας εἴς τινα τόπον ἐπιτήδειον ἀποβιβάσας αὐτὸς παρέπλει· οἱ μὲν οὖν ἐκ τῆς πόλεως ἐπεξελθόντες τοῖς ἀπο- βᾶσι παρετάσσοντο καὶ πολλοὺς αὐτῶν ἀνῄρουν. ὁ δὲ διὰ τάχους εἰς τὴν πόλιν εἰσέπλευσεν, οἱ δὲ πολῖται φοβηθέντες, μὴ τῆς πόλεως ἀποκλεισθῶσι καταλιπόντες τὴν πρὸς τοὺς τριακοσίους μάχην ἀνεχώρησαν ἐπὶ τὴν πόλιν.

Ὅτι Χάρης περὶ Νεάπολιν ἐναυλόχει τριήρεις ἔχων [*](4, 2, 22) εἴκοσιν. Φίλιππος ἐπιλεξάμενος τῶν νεῶν τέσσαρας τὰς ἄρι- στα πλεούσας ἐπλήρωσεν ἐρετῶν ἄλκῃ καὶ ῥώμῃ καὶ τέχνῃ ἀρίστων καὶ παράγγελμα ἔδωκεν προαναχθῆναι τοῦ στόλου παντὸς καὶ παραπλεῖν ἐπὶ τὴν Νεάπολιν οὐ πολὺ τῆς γῆς ἀπέχοντας. οἱ μὲν παρέπλεον, ὁ δὲ Χάρης ὡς ἀναρπασό- μενος τὰς τέσσαρας ναῦς ἐπανήχθη ταῖς εἴκοσιν. αἱ δὲ τέσσαρες ἐλαφραὶ καὶ ἀρίστους ἐρέτας ἔχουσαι ταχέως εἰς τὸ πέλαγος μετεωρίζονται. τῶν δὲ ἀμφὶ τὸν Χάρητα συν- [*](1. 7 (ἡνίκα) inclusi || 18 ὑπεξελθόντες H || 23 ἐναυμάχη H || 31 μετεωριζοντο H.)

501
τεταγμένως διωκόντων ἔλαθεν ὁ Φίλιππος Νεάπολιν ἀσφα- λῶς παραπλεύσας, Χάρης δὲ οὐδὲ τὰς τέσσαρας ναῦς κατ- ἐλαβεν.

[*](4,6,8)

Ὅτι Ἀντίγονος ἑκατὸν τριάκοντα ναῦς ἔχων καὶ μετὰ τὸ Πολυσπέρχοντος ναυτικὸν ναυμαχήσας καὶ ἀποβαλὼν ἑξή- κοντα τριήρεις μηδὲν δείσας τῆς ἥττης τὰς καταλειφθείσας διὰ τῆς νυκτὸς ἑτοιμάσας καὶ ἀπὸ γῆς πεζοὺς εὐτρεπίσας ἄμα ἕῳ προσετάξατο ταῖς τοῦ Πολυσπέρχοντος ἀμελῶς καὶ ὡς ἔτυχε διακειμέναις καὶ τῶν μὲν ἔξωθεν, τῶν δὲ ἀπὸ τῶν νεῶν ἐπιθεμένων λαμπρὰν τὴν νίκην ἤρατο.

[*](4, 7,2)

Ὅτι ἡνίκα τις βούληται λαθεῖν ὅπου ἀπέρχεται, χρὴ βιβλία δοῦναι τοῖς ναυάρχοις ἐσφραγισμένα καὶ παραγγεῖ- λαι, εἰ μὲν ἐν τῷ ἅμα πλέουσι, μὴ λῦσαι τὰς σφραγῖδας, εἰ δὲ τύχοι διασκεδασθῆναι, λύσαντες ἀναγνῶναι, ὅπου μέλ- λουσι πλεῖν.

[*](4, 7, 6)

Ὅτι ἡνίκα τις πόλιν παραλίαν μέλλοι κρατεῖν, αἰφνιδίως χρὴ τὸ μὲν πλεῖστον τοῦ ναυτικοῦ εἰς ἕτερον τόπον ἀπο- κρύψασθαι, ἐκλεξάμενος δὲ ἕως εἴκοσι ναῦς καὶ ἀρίστους ἐμβιβάσας, ταύταις ῥοθίῳ τῇ εἰρεσίᾳ ὡς παραπλεῖν τῇ πόλει παραγγείλαι, ὡς ἂν οἱ πολῖται ὡς πρὸς ἕτερον τόπον ἀπ- ερχομένας νομίσαντες ἀμελῶς διακέωνται, αὐτοὶ δὲ ἐξαίφνης τῇ πόλει ἐπιθέμενοι κατάσχωσιν αὐτὴν ἀμελῶς τῶν πολιτῶν διακειμένων.

[*](4,7, 7)

Ὅτι Δημήτριος ἐπολιόρκει Σαλαμῖνα τριήρεσι ἑκατὸν ἑβδομήκοντα, ἣν ἐφύλαττε Πτολεμαίου στρατηγὸς Μενέλαος ναῦσιν ἑξήκοντα, προσεδοκᾶτο δὲ καὶ αὐτὸς Πτολεμαῖος ἑκα- τὸν τεσσαράκοντα ναυσὶν ἐπιπλεύσασθαι. Δημήτριος πρὸς διακοσίας τριήρεις ἀξιόμαχος οὐκ ὢν μικρὸν ὑπαναχωρήσας ὑπὸ κρημνοὺς λιμενίζοντας ἐναυλόχει. ἐπεὶ δὲ Πτολεμαῖον μὴ προορώμενον εἶδεν εἰς εὔορμον αἰγιαλὸν κατάραντα καὶ τὴν ἐπὶ γῆς ἀπόβασιν μέλλοντα ποιεῖν, ἐξαίφνης ἀναφανεὶς ταῖς [*](11 βούλεται H || 14 τύχει H || 21 διάκειται H.)

502
προσορμιζουμέναις τοῦ Πτολεμαίου ναυσὶν, ὡς εἶχον τάχους οἱ τοῦ Πτολεμαίου παραχρῆμα ἔφυγον καὶ αὐτὸς Μενέλαος τὰ ὅμοια τῷ Πτολεμαίῳ ἔπασχε φεύγοντι συνακολουθῶν.

Ὅτι Διονύσιος ὑπὸ Ιμίλκωνος εἴσω λιμένος αὐταῖς ναυσὶ [*](5, 2, 6) περικλεισθεὶς τοὺς στρατιώτας θαρρεῖν παρεκελεύσατο. περι- σκοπήσας οὖν τὸν λιμένα ἔχοντα κατὰ θάτερον μέρος τόπον ὁμαλὸν καὶ πηλώδη, εὖρος εἴκοσι σταδίων τοῦτον φαλαγγώ- σας ὑπερήνεγκεν ἡμέρᾳ μιᾷ ὀγδοήκοντα τριήρεις. Ἱμίλκων φοβηθεὶς μὴ Διονύσιος τὸ ναυτικὸν ὑπερβαλὼν τοὺς Καρ- χηδονίους ἐπὶ στόματι τοῦ λιμένος κατακλείσας ἔνδον ἐξέλοι, ἀπέπλευσεν. Διονύσιος δὲ τούτῳ τῷ τρόπῳ καὶ τὸν λιμένα καὶ τὸ ναυτικὸν καὶ τὴν πόλιν διεσώσατο.

Ὅτι Ἱμίλκων πελάγιον πλοῦν διαπεραιοῦσθαι μέλλων [*](5, 10, 2) βιβλία ἐσφραγισμένα τοῖς ναυάρχοις δέδωκε συνθέμενος, ἐὰν ἀποσπασθῶσιν, πῶς χρὴ συναχθῆναι. αὐτὸς δὲ λαμπτῆρας τὸ πρόσθεν μέρος πεφραγμένους ἔχων, ὅπως μὴ γνωρίζοιεν οἱ πολέμιοι ἀπὸ τοῦ φωτὸς τὸν ἐπίπλουν, προήγετο.

Ὅτι φαντασίαν ὀλιγότητος δύναταί τις ποιεῖν ζευγνύων [*](5,22,2) δύο ναῦς καὶ ἐν ἀμφοτέραις. ἀνιστῶν ἱστίον ἓν, ὡς ἂν προ- καλέσηται τοὺς ἐναντίους πρὸς πόλεμον.

Ὅτι Διότιμος Ἀθηναίων ναύαρχος πελάγιον πλοῦν μέλ- [*](5,22,3) λων πλεῖν κρύφα συναγαγὼν τοὺς τριηράρχας προεῖπεν αὐτοῖς, ὅτι τὰς κάλλιστα πλεούσας τῶν νεῶν αὐτὸς παρα- λαβὼν ἀναχθήσεται, ὡς ἂν μὴ ἀπολίποιντο τὰς κρείσσω τριήρεις ἔχοντες.

Ὅτι Διότιμος καταπλεύσας νυκτὸς ἐς χωρίον τῆς πο- [*](5, 22,4) λεμίας ἀφʼ ἑκάστης νεὼς συχνοὺς ἄνδρας ἐκβιβάσας εἰς ἐνέ- δραν ἀπέκρυψεν, ἀρχούσης δὲ ἡμέρας κατὰ τοὺς ἐνεδρεύον- τας ταῖς ναυσὶν ἀνεκώχευεν, παραγγείλας τοῖς μὲν ἐπὶ τῶν καταστρωμάτων διασκευάζεσθαι πρὸς μάχην, τοῖς δὲ ἐρέταις ἀνὰ μέρος ποτὲ μὲν τὰς θαλαμίας, ποτὲ δὲ τὰς θρανίτιδας [*](3 φεύγοντας H || 4 Ἡμίλκωνος H || 28 ἐνεδρεύσοντας H || 31 θαλμηρὰς H.)

503
κώπας ἀναφαίνειν καί τινα τῶν σκαφῶν τῇ γῇ προσάγειν ἐπειρᾶτο, οἱ μὲν πολέμιοι συνδραμόντες ἐκώλυον τὴν ἀπό- βασιν. οἱ δὲ ἐκ τῆς ἐνέδρας προσδραμόντες οὓς μὲν αὐτῶν ἀπέσφαξαν, οὓς δὲ πρὸς φυγὴν ἐτρέψαντο, ὁ δὲ ἀσφαλῆ τὴν ἀπόβασιν ἐποιήσατο.

[*](5,36)

Ὅτι Δωρόθεος μιᾷ νηὶ ὑπὸ δύο τριήρων διωκόμενος ἔφευγεν εἰς τὸν λιμένα προηγούμενος αὐτῶν οὐ πολύ, κάμψας δὲ τὴν ἄκραν τοῦ λιμένος εὐθὺς ἐπέστρεψε τὴν ναῦν, εἰσ- ιούσης τῆς προτέρας κατὰ τὸν λιμένα ἐμβαλὼν ἐκ πλαγίου αὐτὴν μὲν κατέδυσε, τὴν δὲ ἑτέραν εἰς φυγὴν ἔτρεψεν.

[*](7, 15,3)

Ὅτι Ξέρξης σιτηγοὺς ναῦς Ἑλληνικὰς κρατήσας συμ- βουλευόντων τινῶν καταδῦσαι ταύτας αὐτοῖς ἀνδράσιν τοὐ- ναντίον αὐτὸς ἐποίει. ἐρωτήσας γοῦν ὅποι πλεῖτεʼ, ἐπειδὴ ἔφασαν ὡς πρὸς Ἑλλάδα, καὶ ἡμεῖς, ἔφη, ἐκεῖσε, ὥστε καὶ ὁ τοῖς Ἕλλησιν ἀγόμενος σῖτος ἡμέτερός ἐστιν.᾿  οἱ γοῦν σωθέντες ἀπαγγείλαντες τοῖς Ἕλλησιν εἰς ἔκπληξιν ἔφερον αὐτούς.

[*](1,3,3)

Ὅτι Ἡρακλῆς πλεύσας ἐπὶ Τροίαν αὐτὸς μὲν ἀπέβη πεζομαχήσων, τοῖς δὲ κυβερνήταις προσέταξεν τὰς ναῦς ἀνα- κωχεύειν. οἱ μὲν οὖν πεζοὶ Τρῶες ἡττῶντο, οἱ δὲ ἱππεῖς εἰς τὰς ναῦς ἔδραμον· οὐ μὴν αἱροῦσι τὰ σκάφη σαλεύοντα ἄνω θαλάσσης· Ἡρακλῆς διώξας ἔκτεινε πάντας παρὰ τὴν ἠϊόνα φεύγειν οὐκ ἔχοντας διὰ θαλάσσης.

[*](5, 16, 3)

Ὅτι Παμμένης βουλόμενος κρατῆσαι τοῦ Σικυωνίων μένος αὐτὸς μὲν κατὰ γῆν παρεσκευάζετο προσβαλεῖν, πλοῖον δὲ στρογγύλον πληρώσας ὁπλιτῶν ἔπεμψεν. οἱ δὲ πλεύσαντες προσέσχον πρὸ τοῦ λιμένος, δείλης δὲ ἀπέβησαν αὐτῶν ὀλίγοι γυμνοὶ ὡς ἐμπορικοί τινες ἀπὸ τοῦ πλοίου πρὸς ἀγορὰν ἐπιτηδείων ἥκοντες. ὁ δὲ Παμμένης εἰς ἑσπέραν προσέβαλεν [*](16 τοὺς Ἕλληνας H || 18 παράλλων H || πολεμίων H || 19 ἐπὶ Προῦσαν H || 23 παρὰ| πρὸς H || 24 διὰ] ἐπὶ H.)

504
τῇ πόλει σὺν θορύβῳ πολλῷ, οἱ δὲ ἐπὶ τὸν λιμένα πρὸς τὸν θόρυβον ὁρμήσαντες παρὰ τῶν ἐκ τοῦ στρογγύλου ὁπλιτῶν οὐ μόνον αὐτοὶ κατεσχέθησαν, ἀλλὰ καὶ ὁ λιμήν.

Ὅτι Ἀριστοκράτης Ἀθηναῖος ναῦν λαβὼν Λακωνικὴν [*](5, 40) καὶ ἰδίους μετασχηματίσας στρατιώτας ἐμβαλὼν εἰς αὐτὴν ἐληΐζετο ἀκωλύτως τὴν τῶν πολεμίων χώραν ὡς ἰδίων αὐτοὺς ὑποδεχομένων.

Ἀλλὰ καὶ Ἀριστόμαχος πλείονας τριήρεις λαβὼν καὶ [*](5, 41) ἰδίους εἰς αὐτὰς ἐμβιβάσας καὶ κοσμήσας * * *