Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Πείσων καὶ Σενέκας ἐπιβουλὴν συνεστήσαντο κατὰ [*](65p. Ch.) Νέρωνος. ἦν ἀδελφὸς Σενέκᾳ Μέλας, ὃς ἑταίραν εἶχεν Ἐπίχαριν. ταύτην τὴν Ἐπίχαριν ὁ Νέρων ὡς μετ- έχουσαν τῶν ἀπορρήτων ἐβασάνισε πικρῶς, ἡ δὲ ἀντ- έσχεν οὐδενὸς κατειποῦσα. Νέρων ἀνέθετο ὡς αὖθις βασανίσων. μετὰ τρεῖς ἡμέρας τὴν πίχαριν ἐκομίζετο ἐν φορείῳ, ἡ δὲ λυσαμένη τὴν ζώνην ἀπεβρόχισεν ἑαυτὴν ἐν αὐτῷ τῷ φορείῳ. οἱ κομίζοντες ἐγγὺς τῶν βασανιστήρων γενόμενοι ἀποθέμενοι προελθεῖν αὐτὴν ἐκέλευον· τῆς δʼ ἄρα τὸ σῶμα εὑρέθη νεκρὸν, καὶ ὁ τύραννος πολλὰ ἐσχετλίαζεν ὡς ὑπὸ τῆς ἑταίρας νενι- κημένος.