Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Μανία γυνὴ Ζήνιδος ἄρχοντος τῶν περὶ Δάρ- [*](399) δανον πόλεων νόσῳ τελευτήσαντος τοῦ ἀνδρὸς αὐτὴ κατέσχε τὴν ἀρχὴν Φαρναβάζῳ χρησαμένη συμμάχῳ· αὐτὴ δὲ καὶ ἐπὶ τὰς μάχας ἐπὶ ἁρμαμάξης ἐπορεύετο καὶ τὰ παραγγέλματα ἐδίδου τοῖς μαχομένοις καὶ διέταττε τὰς τάξεις καὶ τὰ τῆς νίκης ἆθλα κατὰ τὴν ἀξίαν διένεμε τοῖς στρατιώταις. πολέμιος μὲν οὐδεὶς ἐκράτησεν αὐτῆς, ὁ δὲ τὴν θυγατέρα (πρὸς) αὐτῆς πρὸς γάμον λαβὼν Μειδίας, πιστὸς εἶναι διὰ τὸ κῆδος δοκῶν, ὑπεισελθὼν αὐτὴν διεχρήσατο.