Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

351

Θρᾷκες παραταξάμενοι Βοιωτοῖς παρὰ τὴν Κω- παΐδα λίμνην, ἡττηθέντες, ἐς τὸν Ἑλικῶνα καταφυ- γόντες ἐσπείσαντο τοῖς Βοιωτοῖς ἡμέρας τινὰς, ἐν αἷς βουλευσάμενοι ἀπαλλάξονται· οἱ Βοιωτοὶ τῇ νίκῃ θαρ- ροῦντες καὶ ταῖς σπονδαῖς πιστεύοντες τῇ Ἀθηνᾷ τῇ Ἰτωνίᾳ θύοντες ἑώρταζον ἐπινίκια. οἱ Θρᾷκες θύουσι καὶ πανηγυρίζουσιν ἀόπλοις νύκτωρ ἐπιθέμενοι πολ- λοὺς μὲν ἀνεῖλον, πολλοὺς δὲ ζῶντας εἷλον. αἰτιω- μένων δὲ τῶν Βοιωτῶν, ὅτι παρεσπόνδησαν, ἀπεκρί- ναντο οἱ Θρᾷκες, οὐδαμῶς παραβῆναι τὰς σπονδάς· ἡμέρας γὰρ συνθέσθαι ῥητὰς τῶν ἀνοχῶν, περὶ δὲ τῶν νυκτῶν μηδεμίαν συνθήκην πρὸς αὐτοὺς πεποιῆσθαι.