Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](481)

Ξέρξης ἐπὶ τὴν Ελλάδα στρατεύων πολλὰ ἔθνη συνήγαγε λογοποιοὺς διασκεδάσας, ὡς οἱ κορυφαῖοι τῶν Ελλήνων ὡμολογήκασι προδοσίαν τῆς Ἑλλάδος δόξαντες οὖν οὐκ ἐς μάχην, ἀλλὰ ἐς ὠφέλειαν φανε- ρὰν καλεῖσθαι προθυμότερον ἠθροίζοντο. πολλοὶ δὲ τῶν βαρβάρων καὶ αὐτεπάγγελτοι συνεμάχησαν.

[*](480)

Ξέρξης κατασκόπων Ἑλλήνων ἁλόντων ἐν τῷ στρα- τοπέδῳ κολάζει μὲν τοὺς ἄνδρας οὐδαμῶς, κελεύει δὲ περιαχθέντας ἰδεῖν τὴν δύναμιν ἅπασαν. ἐπεὶ δὲ εἶδον, [*](Cap. 15. § 2. Cf Herod. 7, 146; Plut. apophth. reg. et imp Xerx. 3.) [*](1 ἐνέβησαν W ; ἐπέβησαν M; ἀπέβησαν F || 5 διαγγέλοντας F || 6 ἐξηγγέλλετο F] ἐπηγγέλλετο vulg 10 τὰ παρηγγελ- μένα Cas ; τὰ παραγγέλματα F; ταὐτὰ παραγγέλματα Sittl 14 ἔφυγεν ; ἔφευγεν F 17 διασκευάσας Pierson.)

329
῾ἄπιτε τοίνυνʼ ἔφη καὶ τοῖς Ἕλλησιν ἀπαγγείλατε, ὅσα ἐμοῦ δεικνύντος ἑωράκατε.᾿

[*](e. 57, 22)

Ξέρξης ἐναυλόχει περὶ Ἄβυδον. σιτηγοὶ νῆες [*](480) Ἑλληνικαὶ παραπλέουσαι ἁλίσκονται ὑπὸ τῶν βαρβά- ρων. τοῖς μὲν δὴ ἔδοξε καταδῦσαι τὰς ὁλκάδας αὐτοῖς ἀνδράσιν, Ξέρξης δὲ τοὐναντίον ἤρετο ποῖ πλεῖτε;᾿  φησάντων ἐς τὴν Ἑλλάδα. καὶ ἡμεῖςʼ ἔφη ῾ ἐκεῖσε, ὥστε ὁ σῖτος τοῖς Ἕλλησιν ἀγόμενος ἡμέτερός ἐστιν. ἄπιτε δή.᾿ ταῦτα οἱ σωθέντες ἀπαγγείλαντες τοῖς Ἕλλησιν οὐ μικρὰν ἔκπληξιν αὐτοῖς παρέσχον.

[*](e. 34, 1)

Ξέρξης ἐν Θερμοπύλαις πολλῶν βαρβάρων πεσόν [*](480) των ἀποκρυπτόμενος τὸ πλῆθος τῶν νεκρῶν προσέταξε τοῖς οἰκείοις αὐτῶν διὰ νυκτὸς τοὺς αὑτοῖς προσήκοντας γῇ κατακρύψαι.

Ξέρξης ἐν Θερμοπύλαις διὰ τὴν στενότητα τῶν [*](480) ὀρῶν πολλοὺς Περσῶν ἀποβαλὼν, Τραχινίου ἀνδρὸς Ἐφιάλτου δείξαντος ἀτραπὸν περὶ τοῖς ὄρεσι στενὴν, ἔπεμψεν ἄνδρας δισμυρίους, οἳ περιελθόντες κατὰ νώτου γενόμενοι τῶν Ἑλλήνων ἀπέκτειναν ἅπαντας, ὧν ἡγεῖτο Λεωνίδας.