Strategemata
Polyaenus Macedo
Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887
[*](e. 39, 6)τίπτε νέως κτίσσαι πολύπουν μενεαίνετε χῶρον, κοῦροι Ἀθηναίων; χαλεπὸν δὲ θεῶν ἄτερ ὔμμιν. οὐ γὰρ θέσφατόν ἐστι, πρὶν ἂν κομίσητʼ ἀπὸ Τροίης Ῥήσου ἀνευρόντες καλάμην πατρίῃ δέ τʼ ἀρούρῃ κρύψητʼ εὐαγέως· τότε δʼ ἂν τότε κῦδος ἄροισθε. ταῦτα τοῦ θεοῦ χρήσαντος ὁ στρατηγὸς Ἅγνων ἐς Τροίαν ἔπεμψεν ἄνδρας, οἳ τὸ Ῥήσου σῆμα νύκτωρ [*](Cap. 52. Cf. Hygin. fab. 201.) [*](Cap. 53. Cf. Τhucyd. 4, 102. — Weissenborn, Hellen. p, 152 et not. 59; J. p. 598; Duncker, Gesch. d. Alteri. IX, p. 234.) [*](3 μόλιβον F] μόλυβδον vulg. || ᾧ vulg.; ὡς F || 9 Ἅγνων Thucyd.; Ἄγνων F constanter || 10 οἰκῆσαι F || 11 Στρυμῶνος F constanter || 13 τίπτε νέως F] τίπτʼ ἐνέως vel ἐνεῶς RK; gene- tivum requirit Vater ad Eurip. Rhes. p. CLIX, ut Ἠϊονέος, Βιστονέος, Σιθονέος vel Βιστονίης, Σιθονίης κτίσσαι Vater, censor Ienensis; κτίσαι F || 14 ὔμμιν censor Ienensis; ὕμμιν F | 16 δέ τʼ Hertlein; δʼ F; δʼ ἐν Vater, censor Iemensis || 17 τότε δʼ ἂν τότε F, quod probat Hertlein coll. Lucian. imag. 13 τότε δὴ τότε ὥρα σιωπᾶν aliisque exemplis, quae congessit Dorville ad Char. p. 322 Lips.; τότε δʼ ἂν τέδε Vater; τότε δʼ ἂν τό γε censor Ienensis || 19 σῆμα K; σῶμα F.)
Ἅγνων Ἀττικὴν ἀποικίαν ἤγαγεν οἰκίσαι βουλό- [*](437) μένος τὰς καλουμένας Ἐννέα ὁδους ἐπὶ τῷ Στρυμόνι· ἦν γὰρ καὶ λόγιον Ἀθηναίοις τοιόνδε·
310
ἀνορύξαντες ἀνείλοντο τὰ ὀστᾶ· καὶ καταθέντες τὰ ὀστᾶ ἐς χλαμύδα πορφυρᾶν κομίζουσιν ἐπὶ τὸν Στρυ- μόνα. οἱ μὲν δὴ κατέχοντες βάρβαροι τὴν χώραν διαβαίνειν τὸν ποταμὸν ἐκώλυον, Ἅγνων δὲ σπονδὰς ποιησάμενος τρεῖς ἡμέρας ἀπέπεμψε τοὺς βαρβάρους καὶ διὰ τῆς νυκτὸς τὸν Στρυμόνα μετὰ τοῦ στρατεύ- ματος διελθὼν τά τε ὀστᾶ τοῦ Ῥήσου κατώρυξε παρὰ τὸν ποταμὸν καὶ τὸ χωρίον ἀποταφρεύσας ἐτείχιζε πρὸς τὴν σελήνην, ἡμέρας δὲ οὐκ εἰργάζοντο. καὶ δὴ [τὸ] πᾶν ἔργον ἐξετελέσθη τριῶν νυκτῶν. ὡς δὲ οἱ βάρβαροι μετὰ τρεῖς ἡμέρας ἐλθόντες τὸ τεῖχος εἶδον ἐγηγερμένον, ἐνεκάλουν Ἅγνωνι ὡς παραβάντι τὰς σπονδάς, ὁ δὲ οὐδὲν ἔφη ἀδικεῖν· σπείσασθαι γὰρ τρεῖς ἡμέρας, οὐ τρεῖς νύκτας. τούτῳ τῷ τρόπῳ τὰς Ἐννέα ὁδοὺς Ἅγνων οἰκίσας τὴν πόλιν Ἀμφίπολιν ἐκάλεσεν.