Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

292

Σαυνῖται πρὸς τοὺς πολεμίους ὅρκους ἐποιήσαντο [*](e.39,4) καὶ συνθήκας εἰρήνης πέρι. οἱ δὲ συνέθεντο μηδὲν ἄλλο ποιήσειν ἢ λίθον ἕνα ἐν κύκλῳ τοῦ τείχους ἐξ- ελεῖν· τῶν δὲ οὐδὲν μέγα ἡγησαμένων οἱ πολέμιοι τοὺς κάτω λίθους τῶν τειχῶν ἐξεῖλον, ὅπως εἰς γῆν εὐκό- λως καταφέροιτο.