Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

291

Ἀλέξανδρος Λυσιμάχου καὶ Ἀμήστριδος υἱὸς εἰς [*](281) Κοτιάειον τῆς Φρυγίας βουλόμενος ἐλθεῖν καὶ λαθεῖν τοὺς μὲν ἀκολουθοῦντας νυκτὸς ἔκρυψεν εἴς τι κοῖλον χωρίον παρὰ τὴν πόλιν, αὐτὸς δὲ ἕωθεν διπλοΐδα Φρυγίαν τραχεῖαν καὶ ῥυπῶσαν περιβαλόμενος, πίλιον [τῇ] κεφαλῇ περιθέμενος, δύο παῖδας παραλαβὼν, ἑκατέρῳ φορτίον ξύλων ἐπιθεὶς καὶ μάχαιραν ὑπὸ μάλης δοὺς εἰσῆλθε διὰ τῆς πύλης ἄγροικος εἶναι νομιζόμενος. εἰσελθὼν δὲ τὸ μὲν πίλιον ἀπέθετο, γνωρισθεὶς δὲ ἐδεξιοῦτο πάντας ὡς ἐπὶ σωτηρίᾳ τῆς πόλεως ἥκων. οἱ δὲ κατακεκρυμμένοι κατὰ τὸ συγκεί- μενον ἀνεῳγμένῃ τῇ πύλῃ προσπεσόντες αἱροῦσι τὸ Κοτιάειον.