Strategemata
Polyaenus Macedo
Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887
Ὅτι καὶ ἡ σφενδόνη μακροβολώτερον ὅπλον τοῦ τόξου. συνέβη γὰρ νικῆσαι Πυραίχμην μονομαχήσαντα μετὰ Αἰσχίνου τόξον μὲν κεκτημένου, τοῦ δὲ Πυραίχμου τῇ σφενδόνῃ [δια- κινδυνεύοντος].
[*](Cap. 48. Cf. Ephorus ap. Strab. 8 p. 547; Paus. 5, 4, 2.)[*](3 πρῶτον V primum; πρώτους F || 4 εὐπόροις m; ἐμπόροις vulg. || συνέκρουεν vulg. || 6 καὶ del. K || 7 ἐξόπλησιν F || 11 ὡς ὑπὸ τὰ δένδρα σκιᾶς δεόμενος F, transposuit vulg. || 16 συνεφήψαντο RK; συνεψηφίσαντο F || 19—23 addita sunt ex H || 21 Αἰσχίνου] Δεγμένου secundum Ephorum et Paus. || 22 [δια- κινδυνεύοντος] vel tale quid supplendum ant τὴν σφενδόνην le- gendum censet W.)Καὶ τόδε ὑμῖν ἕκτον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων, εὐχόμενος καὶ ὑμῶν νικώντων ἐν τοῖς πολέμοις πολλὰ καὶ καλὰ τῆς ὑμετέρας ἀρετῆς ἀναγράψαι στρατηγή- ματα. ὅσῳ γὰρ δυνάμει καὶ τύχῃ μείζονες τῶν πάλαι στρατηγῶν, καὶ δὴ τόσῳ πλεονεκτεῖτε πάντας ἐμπειρίᾳ καὶ τέχνῃ, μεθʼ ἧς ἤδη πολλοὺς πολέμους κατείργασθε πολλῶν βαρβάρων, βουλευσάμενοι καλῶς μετὰ τοῦ πατρός, Μαυρουσίων ἁλόντων, Βρεττανῶν ἁλισκο- μένων, Γετῶν πεπτωκότων. ἄγε δὴ κατὰ Περσῶν καὶ Παρθυαίων ἐξιόντες αὐτοὶ μετὰ τῶν θεῶν δείξατε τὴν ὑμετέραν τέχνην, ὡς καὶ βουλευόμενοι περὶ πολέμων καὶ πολεμοῦντες αὐτοὶ τῶν ἐπανισταμένων [περιγίγνε- σθαι] δύνασθε. ἐγὼ δὲ καὶ ταῦτα μὲν ὡς ἀξιομνη- μόνευτα ὄντα ἐν τῷ δέοντι καιρῷ διὰ μακροτέρων συγγράψαι προθυμήσομαι, νυνὶ δὲ ὅσα θεραπείαν ὑμετέραν οὐκ ἔχει, ἀλλὰ τῶν πάλαι γεγονότων ἀλή- θειαν, προσθήσω καὶ ταῦτα τοῖς προλελεγμένοις.
[*](4 πολέμοις MV; πολεμίοις F || 6 μείζονες ἔστε vulg. || 8 πο- λέμους V ; πολεμίους F || κατειργασασθαι M || 10 Βριττανῶν F || 13 τέχνην Cas.; τύχην F || 14 [περιγίγνεσθαι] Cas. ut praef. libri I; [κρατεῖν] K.)Ἰάσων βουλόμενος ἐπιθέσθαι πόλει Θετταλικῇ [*](e. 54,19) μηδενὸς τὴν ἐπίθεσιν προειδότος παρήγγειλεν ἐπὶ ἀριθμὸν καὶ μισθοδοσίαν ἐξοπλίσασθαι. οἱ μὲν δὴ πάντες ἐξωπλίσαντο καὶ τῶν σωμάτων εὖ καὶ τῶν ὅπλων ἔχοντες. ἄγγελοι δὲ καθειμένοι θέοντες ἧκον ἀγγέλλοντες πολεμίους ἐμβεβληκέναι τῇ χώρᾳ τοσοῦ- τον ἀπέχοντας, ὅσον ἀπεῖχεν ἡ πόλις, ᾗ προσπολεμεῖν ἐσπουδάκει. οἱ δὲ στρατιῶται πρὸς μάχην εὐτρεπεῖς ὄντες ἠξίωσαν αὐτοὶ μὴ μέλλειν, ἀλλὰ τὴν ταχίστην ἄγειν. ὁ δὲ Ἰάσων ἐπὶ τὴν πόλιν προσβαλῶν ἀδο- κήτως ἐκράτησε μηδενὸς προγνόντος μήτε τῶν νικών- των μήτε τῶν νικωμένων.
Ἰάσων Θετταλὸς ἀπαιτούμενος ὑπὸ τῶν μισθο- φόρων ἀργύριον, οὐκ ἔχων εἰσέδραμε πρὸς τὴν μη- τέρα ὡς διωκόμενος ὑπὸ τῶν στρατιωτῶν, ἀφʼ ὧν δύο καὶ τρεῖς αὐτῷ συνεισέπεσον ὡς διώκοντες. ἡ μήτηρ — πολυχρήματος γὰρ ἦν — τοὺς μισθοὺς ὑπὲρ αὐτοῦ διέλυσεν.
Ἰάσων πόλεμον νικήσας ἔφη πρὸς τὴν μητέρα, τοὺς Διοσκούρους φανερωτάτους αὑτῷ γενέσθαι συμ- μάχους καὶ διὰ τοῦτο εὔξασθαι νικήσας ξενίσαι τοὺς [*](Cap. 1. Cf. J. p. 589 sq.) [*](3 μηδενὸς τὴν ἐπίθεσιν προειδότος vulg.; μηδὲν εἰς τὴν ἐπίθεσιν προειδότας F || παρήγγειλεν [στρατιώτας] Roth || 6 καθή- μενοι F, corr Cas. || 7 ἀγγέλοντες F || ἐμβεβηκέναι vulg. || 10 αὐτὸν R || 11 Ἰάσων vulg.; Ἀγάθων F || 12 προγνόντος F || προσ- ιόντος vulg.; εἰδότος H || 14 ὑπὸ ; απὸ F || 17 συνεισέπεσον Cas. K ex V simul irruebant; συνέπεσον F; cf. ad 2, 35. 3, 9, 45 et Valckenaer ad Herod 9, 102 || 20 πόλεμον MV; πολέμῳ F vulg.: cf. praef. libri I. 1, 20, 1. 2, 1, 2. 3, 9, 26. 4, 14.)
Ἰάσων πόλιν πλουτοῦσαν ἑλὼν, πολλὰ καὶ λαμπρὰ λάφυρα κομίζων ἔπεμψε πρὸς τὴν μητέρα κελεύων πέμψαι θεραπαίνας, ὅσαι ποικίλης καὶ πολυτελοῦς ἐσθῆτος ἐμπειρίαν καὶ τέχνην εἶχον, ὅπως ἐπιλέξαιτο πάντα τὰ κάλλιστα. ἡ δὲ πάσας, ὅσας εἶχε θεραπαίνας, ἔπεμψεν ἐπὶ τὴν ἐκλογὴν τῶν ἐσθήτων. Ἰάσων συγ- κλείσας αὐτὰς λύτρα ὑπὲρ αὐτῶν ᾔτησε τὴν μητέρα.
Ἰάσων πρὸς τὴν μητέρα ἐν τοῖς ἱστῶσι τῆς τα- λασιουργίας τῶν θεραπαινῶν ἐπιμελομένην εἰσελθὼν μετὰ ἑνὸς τῶν ἀδελφῶν ὡς συμβούλῳ χρησόμενος τῶν ἀναγκαίων τῆς ἀρχῆς μεταστῆναι ταύτας ἐκέ- λευσεν. δορυφόροις μὲν δὴ συντεταγμένον ἦν ἀπά- γειν ἁπάσας. αὐτὸς δὲ μετὰ μακρὰν ὁμιλίαν ἐξιὼν μειδιῶν τῇ μητρὶ προσέταξεν ὑπὲρ τῶν θεραπαινῶν ἀργύριον αὐτῷ πέμψαι.
Ἰάσων ἀδελφὸν εἶχε Μηριόνην ἄγαν πλουτοῦντα, φιλάργυρον, μηδὲν αὐτῷ διδόντα· καὶ δή ποτε παι- δίου γεννηθέντος αὐτῷ μέλλων ὄνομα τίθεσθαι τοὺς [*](1 εὐωχίαν Hertlein ex V ad convivium; εὐχὴν F || 4 ἀργυρίου M ; ἄργυρον m: cf. 6, 21. 8, 40 || 10 ἐπιλέξαιτο πάντα scripsi; ἐπιλέξαιτο πάντας F; ἐπιλέξαιτο αὑτῇ Hertlein, Iahnii annal. 1867, p. 607; ἐπιλέξαιντο αὐτῇ vulg. || 15 ἐπιμελομένην W ; ἐπι- μένειν F; ἐπιμένουσαν vel εἰωθυῖαν ἐπιμένειν Cas. || 16 συμβόλῳ F, corr. vulg. || χρησάμενος F || 17 περὶ τῶν ἀναγκαίων vulg. || ταῦτα F || 18 συντεταγμένον Cas.; συντεταγμένος F || 20 ὑπὲρ Patakis coll. 6, 1, 2 et 4; περὶ F.)
Ἰάσων τὸν ἀδελφὸν Πολύδωρον ἤγαγεν ἐπὶ πόλιν ἁλίσκεσθαι μέλλουσαν λαφυροπώλην γενησόμενον. ἐπεὶ δὲ ἦν ὥρα λουτροῦ, παρεκάλεσε τὸν ἀδελφὸν σφοδρῶς αὐτοῦ τὸ σῶμα τρῖψαι καὶ διαγυμνάσαι. ὁ μὲν ἐπει- ρᾶτο τρίβειν εὐτόνως, Ἰάσων δὲ ὡς ἐνοχλούμενος ὑπὸ τοῦ δακτυλίου παρεκάλεσεν αὐτὸν παρὰ τὴν τρῖψιν ἀποθέσθαι. Πολύδωρος δὲ ἐξελὼν τῆς χειρὸς ἐπέδωκεν ἀνδρὶ πιστῷ τῶν παρόντων. τούτῳ δὲ ἦν ἄρα προ- συγκείμενον δραμεῖν πρὸς τὴν γυναῖκα Πολυδώρου καὶ δόντα τὸν δακτύλιον ἀντὶ [τούτου] δέκα τάλαντα χρυσίου παρʼ αὐτῆς λαβεῖν. ἡ δὲ τῷ δακτυλίῳ τοῦ ἀνδρὸς πιστεύσασα παραχρῆμα ἔδωκε τὸ χρυσίον· ὡς δὲ ἐπανῆλθεν ὁ τὸν δακτύλιον παρὰ Πολυδώρου λαβὼν, τότε Ἰάσων τριβόμενος ἐπαύσατο.
[*](6 ἀνῆλθε vel ἐπανῆλθε ut 6, 1, 7 Patakis; rediit V; ἦλθε F || 8 Μηριόνης ἀγγελίαν τοῦ πεπ. vulg.; lacunam statuit W, qui suppl. [ὡς] vel [Ἰάσων γὰρ] 9 οἰκίαν F] οἰκείαν vulg. 10 χαρίεν C; χάρισμα W ; χαρκι … F (relquis litteris a vermibus exesis ita tamen, ut videatur fuisse εν vel αν) || Πορθάονα vulg.; πο.θα.να F (duabus litteris corrosis) || 17 ἐπέδωκεν F] ἐνέδωκεν M; ἀπέδωκεν vulg.; ἀνέδωκεν W || 18 προσυγκείμενον M ; προσεγκείμενον F vulg. || 20 δόντα τὸν Cas.; τὸν δόντα F ; ἐνδόντα vel ἐπιδόντα RW coll. v. 17 || ἀντὶ [τούτου] Patakis; αἰτεῖν Cas. RK ; ἀντὶ et λαβεῖν coniungenda putat Roth || 21 τοῦ δακτυλίου F, corr. vulg.)Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους [*](361) πρὸς ἁπάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐ θαρρῶν διέπεμψεν ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον στρατιώτας, ὅπως, εἴ τινες τῶν νεῶν ἐκλίποιεν τὴν φυλακὴν, πρὸς τῷ πρότερον αἰρομένῳ πυρσῷ δεύτερον ἀνάσχοιεν τοῖς ἐν Μαγνησίᾳ, κἀκεῖνοι τοῖς ἐν Πα- γασαῖς. Λεωσθένης μὲν τρεῖς τριήρεις διέπεμψε, τὴν μὲν ἐπὶ Σάμου, τὴν δὲ ἐπὶ Θάσου, τὴν δὲ ἐπὶ Ἑλλησ- πόντου· οἱ δὲ πολιορκούμενοι τοὺς πυρσοὺς ἀνέσχον. Ἀλέξανδρος ἐπιπλεύσας ἄφνω καὶ προσπεσών ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς Ἀθηναίους.
Ἀλέξανδρος μετὰ τὴν ἐν Πεπαρήθῳ ναυμαχίαν [*](361) ἐλπίσας λήψεσθαι τοὺς Ἀθηναίους ἀφυλάκτους ὡς μετὰ νίκην ἀμελῶς ἔχοντας συνέταξε τοῖς ἐπὶ τῶν νεῶν διὰ τάχους προσπλεῦσαι τῷ Δείγματι τοῦ Πειραιέως καὶ ἀπὸ τῶν τραπεζῶν ἁρπάσαι τὰ χρήματα. τῶν δὲ προσπλεόντων οἱ Ἀθηναῖοι φιλίας τὰς ναῦς εἶναι νομίσαντες ἀπεσκόπουν. οἱ δὲ ἀποβάντες τὸ πολε- μικὸν ἐσήμηναν καὶ σπασάμενοι τὰς μαχαίρας ὥρμων ἐπὶ τὰς τραπέζας. οἱ μὲν Ἀθηναῖοι σπουδῇ ἔθεον ἐς τὸ ἄστυ τοῖς στρατηγοῖς ἀγγελοῦντες τὴν κατά- ληψιν τοῦ Πειραιέως, οἱ δὲ τὰ χρήματα ἁρπάσαντες ἀπέπλευσαν.
[*](Cap 2, §§ 1 et 2. Cf. Diod. 15, 95. — Schaefer, Demosth. I1, p. 116 sq.; 7. p. 590.)[*](1 Φεραῖος F] ὁ Φεραῖος vulg.; om M || 4 ἀκατίου F] Ἀκά- τιον vulg. || 14 ἀφυλάκτους ὡς Patakis; ἀφυλάκτως F || 15 καὶ ἀμελῶς vulg. || 16 Πειρέως F; τῷ Πειραιεῖ coni. K.)Ἀθηνοκλῆς πολιορκούμενος πρὸς τοὺς κριοὺς καὶ [*](e. 56, 6) τὰ τρύπανα δοκοὺς μολίβδου ποιήσας πλαγίας παρέ- τεινεν ἐπὶ τὰς ἐπάλξεις, αἷς ἐμπιπτούσαις τῶν πολεμίων τὰ μηχανήματα συνετρίβετο. οἱ δὲ ἐτεχνάσαντο ἄλλο μηχάνημα προσάγειν, ὅπερ τὸ ἄκρον τῆς δοκοῦ πλῆξαν τὴν δοκὸν ἀπὸ τῶν ἐπάλξεων πίπτειν ὀρθὴν ἐβιάζετο μηδένα βλάπτουσαν τῶν ἐπὶ γῆς ἑστηκότων. πάλιν οἱ μὲν πολέμιοι χελώνας προσάγοντες τὰ τείχη συνέ- σειον, οἱ δὲ ἀπὸ τῶν τειχῶν μόλιβδον τηκτὸν ἐν χαλ- κείοις προωθοῦντες κατέχεον, ὑφʼ οὐ συνέβαινε τὴν χελώνην διαλύεσθαι. οἱ δὲ πολέμιοι κατὰ τῆς χελώνης ἐκ πύργων προσαγομένων ὄξος ἐπέχεον καὶ κατεσβέν- νυον τόν τε μόλιβδον καὶ ὅσα ἄλλα ἀπὸ τῶν τειχῶν καίοντα ἠφίετο. σβεστήριον γὰρ πυρὸς μάλιστα ὄξος εἶναι δοκεῖ· ἄριστον δὲ κώλυμα πυρὸς ἐπαλειφόμενον ὄξος — ἥκιστα γὰρ τούτου πῦρ ἅπτεται — καὶ σπόγγος ὕδατος πλήρης προσαρτώμενος. ἔνιοι δὲ πρὸς τὸν καταχεόμενον μόλιβδον πίλους τοῖς μηχανήμασιν ἐπι- θέντες χοῦν καὶ πηλὸν τετριχωμένον προσῆγον.
Φιλοποίμην οὐκ ἐνόμιζε προσήκειν ἀγαθῷ στρα- τηγῷ τῆς φάλαγγος ἡγεῖσθαι· ἀλλὰ τοτὲ μὲν [ἐν] πρώ- τοις, τοτὲ δὲ ἐν ἐσχάτοις, πολλάκις δὲ καὶ κατὰ μέσους [*](Cap. 3. Cf. Aeneas Tect. 33 sq.) [*](4 ἐμπιπτούσαις scripsi; ἐμπιπτόντων F; ἐμπίπτοντα Cas. || 8 βλάπτουσα F, corr. vulg. || 12 διακαίεσθαι R || κατὰ K Hert- lein; μετὰ F || 18 προσαρτώμενος M ; προσαρτυώμενος F: cf. περιαρτᾶν H || 19 πίλους RK; πλείους F || 23 [ἐν] Cas.)
Φιλοποίμην ὑπὸ Λακεδαιμονίων ἐδιώκετο· καὶ ὅσον οὔπω καταλαμβανόμενος, τὸν Εὐρώταν διαβὰς προσέ- ταξε τοῖς ἱππεῦσιν ἀποχαλινῶσαι τοὺς ἵππους καὶ ἀπὸ τοῦ ποταμοῦ ποτίζειν, τοὺ παρακειμένου τόπου δασέος ὄντος καὶ πολλὴν ὕλην ἔχοντος. οἱ δὲ Λακεδαιμόνιοι πολὺ τὸ θράσος ἰδόντες τῶν ἀποχαλινωσάντων τοὺς ἵππους καὶ (τῶν) ποτιζόντων ὑπώπτευσαν ἐν τῇ ὕλῃ συμμάχους τοῦ Φιλοποίμενος πολλοὺς ἀποκεκρύφθαι καὶ μὴ τολμήσαντες διαβῆναι τὸν ποταμὸν ἀνέστρεψαν.
Φιλοποίμην ἐδίδαξε τοὺς Ἀχαιοὺς ἀντὶ μὲν θυρεοῦ καὶ δόρατος ἀσπίδα καὶ σάρισαν λαβεῖν, κράνεσι δὲ καὶ θώραξι καὶ προκνημῖσι φράξασθαι, μόνιμον δὲ καὶ βεβηκυῖαν μάχην ἀσκεῖν ἀντὶ δρομικῆς καὶ πελταστικῆς, τρυφὰς δὲ καὶ πολυτελείας ἐσθήτων καὶ δείπνων ἀφε- λεῖν, μόνοις δὲ τοῖς ἀναγκαίοις [καὶ τοῖς] ἐν στρατείᾳ χρησίμοις ἀρκεῖσθαι. ταῦτα διδάξας Φιλοποίμην ἐν ταῖς πλείσταις μάχαις εὐδοκιμοῦντας εἶχε τοὺς στρατιώτας.
Ἄρατος ἐκράτησεν Ἀκροκορίνθου φρουρὰν ἔχον- [*](243) τος, ἣν ἐγκατέστησεν Ἀντίγονος φύλακα τάξας ἐπʼ αὐτοῦ [*](Cap. 4. § 3. Cf Plut. Philopoem. 9.) [*](Cap 5. Cf. Plut. Arat. 18 sqq. — Droysen III, 1, p. 412, not. 1; J. p. 649.) [*](2 ἐπηνωρθοῦντο F] ἐπανωρθοῦτο vulg. || 4 Εὐρότα F || 5 ἀποχαλινῶσαι Roth; ἀποχαλινοῦσι F; ἀποχαλινοῦν Cas.; cf. H ἀποχαλινωσάντας τοὺς ἵππους ποτίζειν || 7 δὲ F] οὖν H; om. vulg. || 9 (τῶν) del. Hertlein || 11 ἀνεχώρησαν H || 14 περικνημῖσι Plutarch. || 17 [καὶ τοῖς] Hertlein Iahnii annal. 1867, p 607 || 21 φρουρὰν M marg. pr m; φρουρὰς F || 22 ἣν F] ἃς vulg. || φύ- λακα F] φύλακας vulg. || αὐτοῦ F] αὐτούς vulg.; αὐτοῖς R.)
Πύρρος ἡττηθεὶς ὑπὸ Ῥωμαίων, τοὺς ἐλέφαντας [*](274) ἀπολέσας, πρὸς Ἀντίγονον πρεσβευσάμενος περὶ συμ- μαχίας, ἀποτυχὼν προσέταξε τοῖς πρεσβευταῖς τἀναντία πρὸς ἅπαντας ἀγγέλλειν, ὡς Ἀντίγονος μεγάλῃ δυνάμει βοηθήσειν ὑπέσχηται· ὥστε οἱ Ταραντῖνοι καὶ ὅσοι Σικελῶν καὶ Ἰταλῶν σύμμαχοι, τὸν Πύρρον κατα- λιπεῖν βουλόμενοι, συνέμειναν ἐλπίδι τῆς Ἀντιγόνου συμμαχίας.
[*](e. 3,14)Πύρρος ἐς τὴν Πελοπόννησον ἐμβαλὼν, Σπαρ- [*](272) τιατῶν πρεσβευτῶν ἀπαντώντων περὶ Ἀρκαδίαν, φιλ- ανθρώπως αὐτοὺς ὑπεδέξατο καὶ τοὺς ἰδίους υίοὺς ὑπέσχετο πέμψειν τοῖς Σπαρτιάταις παιδευθησομένους τὴν Λυκούργειον πολιτείαν. οἱ μὲν πρεσβευταὶ ταῦτα ἤγγελλον, ὁ δὲ Πύρρος τῇ Σπάρτῃ προσέβαλλεν. ἐγκα- λούντων δὲ τῶν Σπαρτιατῶν, ὡς ἄλλα προειπὼν ἄλλα [*](Cap 6. De fontibus cf. R. v. Scala, Der pyrrhische Krieg, Leipzig 1884, p. 46 sq.; J. p. 650 sq.) [*](Cap. 6. § 1. Cf. Iust. 25, 3, 1 et Paus. 1, 13, 1.) [*](Cap. 6. § 2. Cf Plut. Pyrrh. 26, 10.) [*](1 τοῦ ἡλίου M || 11 ἀγγελειν F || 12 ὑπέσχηται F] ὑπέσχετο vulg. || 16 ἐμβαλὼν F] ἐσβαλὼν vulg. || 17 πρεσβευτῶν ἀπαν- τώντων Caς. ; πρεσβευόντων ἀπάντων F; πρεσβευόντων H || 19 τοῖς om. vulg. || 21 ἤγγειλαν H || προσέβαλλεν FH] προσέ- βαλεν vulg.)
Ἀπολλόδωρος ὁ Κασσανδρεὺς δίκην φεύγων ὡς ἐπιτιθέμενος τυραννίδι, προελθὼν ἐν μελαίνῃ ἐσθῆτι. τὴν γυναῖκα καὶ τὰς θυγατέρας ἐν ὁμοίῳ σχήματι προαγαγὼν, ἱκετηρίας προτείνων αὐτὸν ἐς πᾶσαν τι- μωρίαν ἐξέδωκε τοῖς δικασταῖς, οἳ παθόντες ἄφεσιν αὐτῷ τοῦ ἐγκλήματος ἐψηφίσαντο. ἀφεθεὶς Ἀπολλό- δωρος οὐκ ἐς μακρὰν τὴν τυραννίδα κατέσχε καὶ μά- λιστα δὴ τοὺς ἀφέντας δικαστὰς ὠμῶς ἐκόλασε τὴν σωτηρίαν ἀναφέρων εἰς τὴν ἑαυτοῦ στρατηγίαν, οὐκ εἰς τὴν ἐκείνων φιλανθρωπίαν.
[*](279)Ἀπολλόδωρος πολιτευόμενος παρὰ Κασσανδρεῦσι πάντα ἔλεγε καὶ ἔπραττεν, ἀφʼ ὧν ἔδοξεν εἶναι μισο- τύραννος. καὶ γὰρ κατὰ Λαχάρους τοῦ τυράννου ψή- φισμα ἔγραψεν, ἀγώγιμον ἐκ τῆς χωώρας εἶναι τῆς Κασσανδρέων, καὶ Ἀντίοχον τὸν βασιλέα φίλον ποι- εῖσθαι καὶ σύμμαχον, αὐτῷ τὴν πολιτείαν ἐπιτρέποντας· [*](Cap. 6. § 3. Cf Front. strat. 2, 6, 10.) [*](Cap. 7. Cf. Diod. fr. 22, 5 et 6. — Droysen II, 2, p. 344 et III, 1, p. 199, not. 2.) [*](1 πράττοι H || 2 ἃ μέλλετε ποιεῖν πρὸς τοὺς πολεμίους H || 4 συνεβούλευε K; συνεβούλευσε F || 8 Κασσανδρεὺς Nic. Hein- sius; Κασσάνδρου F || 9 προελθών F] προσελθών vulg. || 20 γὰρ om. K || 22 καὶ γὰρ vulg. || 23 ἐπιτρέποντας. καὶ R Hertlein; ἐπιτρέποντα ὃς καὶ F.)
Αῖγυπτος |ὑπὸ Μαυσώλου πεμφθεὶς ἐς Μίλητον [*](377—351) συμπράξων τοῖς προδιδοῦσι τὴν πόλιν, καταπλεύσας, προαισθόμενος ὡς ἐπιβουλεύοιτο, σπεύσας ἐπὶ τὴν ναῦν προανέβη. οἱ μὲν ἐπιβουλεύοντες ἐγγὺς τῆς θαλάττης [*](3 ἑορτὴν Cas.; ἣν F: cf. 1, 19. 8, 4 || 4 Εὐριδίκεια Maasv. R ; Εύρυδικίαν F || 5 πολιτείαν [εἶναι] Patakis || 7 * *] lacunam statuit vulg. || 8 οὕτω πάντας Rud. Schoell; τούτους F; [τὸν δῆμον] Cas. || 11 ἐπέδωκεν vel ἐπετρεψεν αὐτὸ μαγείρῳ Λεοντο- μένει W (cf V eumque coquo Leontomeni coquendum dedit; ἐπέ- στησεν αὐτῷ μάγειρον Λεοντομένη F || 15 ἐμποδῶν F || 16 κατέσχε K; κατέλυσε F; κατέλαβε Davis ad Cic. de nat. deor. 3, 33: cf. 1, 21, 1. 3, 8. 5, 2, 2. 6, 7, 1. 6, 45 || 18 ἢ καὶ M.)
Λεύκων χρημάτων δεόμενος ἐκήρυξεν, ὅτι μέλλοι κόπτειν ἄλλο νόμισμα καὶ δέοι προσφέρειν αὐτῷ τὸ ὑπάρχον ἑκάστῳ, ὅπως μετακοπὲν δόκιμον γένοιτο. οἱ μὲν προσήνεγκαν ὅσον εἶχον, ὁ δὲ ἄλλον χαρακτῆρα ἐπιβαλὼν ἐπέγραψε τὸ τίμημα διπλάσιον ἑκάστῳ νο- μίσματι, ὥστε τοῦ συλλεγέντος τὸ ἥμισυ κερδάνας οὐδένα τῶν πολιτῶν ἐζημίωσεν.
Λεύκων μαθὼν ὡς ἐπιβουλεύοιεν αὐτῷ φίλοι καὶ πολῖται συνομοσάμενοι πολλοὶ, τοὺς ἐμπόρους καλέσας ἅπαντας, χρήματα ὅσα εἶχεν ἕκαστος ἐδανείζετο, φά- σκων τοὺς πολεμίους αὐτῷ προδίδοσθαι. οἱ μὲν ἔμποροι προθύμως ἐδάνειζον τὰ χρήματα, ὁ δὲ συναγαγὼν εἰς τὴν αὐλὴν αὐτοὺς ὡμολόγησε τὴν ἐκ τῶν πολιτῶν ἐπίθεσιν καὶ παρεκάλεσε φύλακας τοῦ σώματος αὐτοῦ γενέσθαι ὡς τὰ χρήματα κομιουμένους, εἰ σώζοιντο αὐτόν. καὶ δὴ τὰ χρήματα σῶσαι ἐθέλοντες οἱ ἔμποροι ὅπλα παραλαβόντες οἱ μὲν δορυφόροι τοῦ σώματος, [*](Cap. 9. Cf. Schaefer, Mus. Rhen. 35, p. 418; J. p. 592.) [*](1 ἐφήδρευον Hertlein; ἐφέδρευον F || ἐκπέμπει p; ἐκπίπτει F || φράσαι τῷ κυβερνήτῃ p || 2 [καὶ] W; [καὶ τὸν] Cas. || 4 Μι- λίσιοι F || 10 ἑκάστῳ F] ἕκαστον vulg. γένοιτο F] εἴη vulg. 12 ἐπέγραψε K; ἐπέτρεψε F || 13 συλλέγοντος F || 20 αὐτοὺς εἰς τὴν αὐλὴν vulg.)
Λεύκων ἐν τῷ πρὸς Ἡρακλεώτας πολέμῳ αἰσθό- μένος τῷν τριηράρχων τινὰς προδιδόντας καὶ αὐτο- μολεῖν μέλλοντας συλλαβὼν αὐτοὺς ἀκοῦσαι μὲν ἔφη περὶ αὐτῶν λόγους οὐκ ἐπιτηδείους, οὐ πιστεῦσαί γε μήν. ὅπως οὖν μὴ κατὰ τύχην ἥττης γενομένης αὐτοὶ δοκοῖεν αἴτιοι τοῦ σφάλματος, αὐτοὺς μὲν ἡσυχάζειν ἐκέλευσεν, ἄλλους δὲ τριηράρχους ἀπέδειξε· τοῖς δὲ οἰκείοις τῶν ὑπόπτων ἀρχὰς καὶ ἐπιμελείας ἐνεχείριζε κωμῶν, ὡς δὴ φιλοφρόνως ἕχων πρὸς αὐτούς. ἐπεὶ δὲ τὸν πόλεμον κατελύσατο. δίκαιον ἔφη κριθῆναι τοὺς ὑπόπτους, ἵνα μὴ δόξῃ ἀλόγως αὐτοῖς ἀπιστῆσαι. παρελθόντων δὲ εἰς τὸ δικαστήριον ὁμοῦ τοῖς οἰκείοις περιστήσας ὡπλισμένην δύναμιν ἅπαντας αὐτοὺς ἀναι- ρεθῆναι προσέταξεν.
[*](e. 14, 19)Λεύκων ἐπιστρατευσάντων Ηρακλεωτῶν ναυσὶ πολλαῖς καὶ ἀποβαινόντων ὅποι τῆς χώρας ἐβούλοντο, ὁρῶν τοὺς αὑτοῦ στρατιώτας ἐθελοκακοῦντας καὶ οὐκ ἀνείργοντας ἔταξε τοὺς ὁπλίτας πρώτους πρὸς τὴν ἀπόβασιν τῶν πολεμίων, ἐπὶ δὲ τούτοις ὄπισθεν τοὺς Σκύθας· καὶ φανερῶς παρήγγειλε τοῖς Σκύθαις, ἐὰν οἱ ὁπλῖται ὀκνῶσι καὶ τοὺς πολεμίους ἀποβαίνοντας παρέχωνται, τηνικαῦτα τοξεύειν καὶ κτιννύειν αὐτούς. [*](6 τριηράρχων M; τριηραρχῶν F || 9 καὶ κατὰ vulg. || 12 ἐπι- μελείας Wyttenbach in indice Graec. Plut. s. v.; ἐπιμελέας M; ἐπιτελείας F vulg. || 13 ἐπειδὴ R || 17 περιστήσας W; περιστησάμενος F: cf. ad 5, 28, 2 || 21 τοὺς αὐτοὺς F || 26 παρέρχωνται Cas.; ἀνέχωνται K; παραδέχωνται Patakis; πα- ἰδωνται R.)