Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Διότιμος πλοῖα σιτηγὰ παραπέμπων δέκα τριήρεσι, [*](e.33,1) καταληφθεὶς περὶ τὴν Χίον ὑπὸ Λακεδαιμονίων ἐχόν- των εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν [*](Cap. 21. Cf. Schaefer, Demosth. I1, p. 136 sq.; Koehler ad C. I. Att II, 108; W. Dittenberger in Satura philol. H. Sauppio oblata, p. 54 sq.) [*](4 καταφυγόντων R || τρίτων F, corr. vulg. || προσβάλλων W; προσβαλῶν F || 5 ὑπὸ R Hertlein || 6 [τὰς] p; om. F 14 ἦ μὴν μαχέσασθαι p; μονομαχέσασθαι F; ἀναμαχήσεσθαι K : cf. 1 30, 5 1, 43, 1. 7, 22 || 15 ὧς] ἀνδρείως vel γενναίως Hertlein || 16 τούτους μὲν Hertlein, lahnii annal. 1867, p. 607.)

259
ὁλκάδων φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε μὲν οὐδὲν ὑπὸ τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχάτων [τὰς μὲν αὐτάνδρους ἔλαβε] τῶν νεῶν, τὰς δὲ κατέδυσεν, ὥστε ἦν τὸ χρῆμα παρά- λόγον· οἱ γὰρ φεύγοντες ἐνίκησαν τοὺς διώκοντας.

[*](cf.e.16,1 57,9 57,18)

Διότιμος δέκα ναῦς ἔχων ἀνθώρμει Λακεδαιμο- νίοις τὰς ἴσας ναῦς ἔχουσιν. οἱ μὲν οὐκ ἐθάρρουν συμβάλλειν τὰς Ἀττικὰς ἐμπειρίας δεδοικότες. ὁ δὲ τοὺς ταρσοὺς τῶν τριήρων ἐξελῶν, [κατὰ δύο] ζεύξας πρὸς ἀλλήλας, τα ἱστία τῆς μιᾶς ἐπαράμενος εἰς τὸ πέλαγος ἀνήγετο. Ἀακεδαιμόνιοι πέντε ἱστίων φαινο- μένων πέντε ναῦς εἶναι νομίσαντες καταφρονήσαντες ἐπέπλευσαν· Διότιμος τὰ ζεύγματα λύσας, ἐπιστρέψας, ἐναντίοις ἐμβαλών δέκα ναυσὶ, προσούσης τῆς Ἀττικῆς ἐπιστήμης, τας μὲν ἕξ τῶν Λακωνικῶν κατέδυσε, τας δὲ τέσσαρας ἔλαβεν αὐτάνδρους.

[*](e.57,19)

Διότιμος Ἀθηναῖος ναύαρχος πελάγιον πλοῦν μέλλων πλεῖν, κρύφα συναγαγών τοὺς τριηράρχους προεῖπεν αὐτοῖς, ὅτι τὰς κάλλιστα πλεούσας τῶν νεῶν αὐτὸς παραλαβών ἀναχθήσεται· τοῦτο δὲ προεῖπεν, ἴνα οἱ ἄλλοι τριήραρχοι μὴ ἀπολείποιντο ὡς παρίσας τριήρεις ἔχοντες.

[*](e. 54,18 57,20)

Διότιμος καταπλεύσας νυκτὸς ἐς χωρίον τῆς πο- λεμίας ἀφʼ ἑκάστης νεὼς συχνοὺς ἄνδρας ἐκβιβάσας τους μὲν εἰς ἐνέδραν ἀπέκρυψεν· ἀρχομένης δὲ ἡμέ- [*](3 [τὰς μὲν αὐτάνδρους ἔλαβε] suppl. W ex H || 4 τὰς δὲ κατέ- δυσεν H; τας δεκα κατέδυσεν F || 8 συμβαλεῖν F || 9 [κατὰ δύο] inserui coll. 3, 11, 3; [σύνδυο] W coll. 7, 21, 3; binas inter se coniunxit V || 13 ἐπέπλευσαν K ex V adnayigabant; ἐσέπλευσαν F; ἔπλευσαν vulg || 14 τοῖς ἐναντίοις Κ || 17 Ἀθηναῖος F: cf 5, 34; Ἀθηναίων H || 18 τριιραρχας H 21 παρίσας Patakis; περίσας F; περισσὰς vulg.)

260
ρας κατὰ τοὺς ἐνεδρεύοντας ταῖς ναυσὶν ἀνεκώχευε παραγγείλας τοῖς μὲν ἐπὶ τῶν καταστρωμάτων δια- σκευάζεσθαι πρὸς μάχην, τοῖς δὲ ἐρέταις ἀνὰ μέρος ὁτὲ μὲν τὰς θαλαμίας, ὁτὲ δὲ τὰς ζυγίας, ὁτὲ δὲ τὰς θρανίτιδας κώπας ἀναφέρειν, καί τινα τῶν σκαφῶν τῇ γῇ προσάγειν ἐπειρᾶτο. οἱ μὲν πολέμιοι προσδρα- μόντες ἐκώλυον τὴν ἀπόβασιν, τοῦ δὲ τὸ προσυγκεί- μενον σημεῖον ἄραντος οἱ μὲν ἐκ τῶν ἐνεδρῶν ἐπι- φανέντες πολλοὺς τῶν πολεμίων ἐφόνευσαν, τοὺς λοι- ποὺς δʼ ἐς φυγὴν ἐτρέψαντο. ὁ δὲ Διότιμος ἀσφαλῆ τὴν ἀπόβασιν ἐποιήσατο.