Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.570)

Φάλαρις Ἀκραγαντῖνος τελώνης τῶν πολιτῶν κατα- σκευάσαι βουλομένων Διὸς Πολιέως νεὼν ἀπὸ διακοσίων [*](5 τοιαῦτα Patakis;  hace V 7 πρυτανεύεται F, corr. vulg. 8 διατάσσεται F, corr. M vulg. 11 ὑπολαμβάνεται F, corr. M vulg. 14 ὧν] ὡς Patakis 15 στρατηγησάντων CK || ζηλώσητε F 19 ἀπὸ διακοσίων (i. e σ΄) ταλάντων Cas. ; ἀπο- σταλέντων F ; ἀπὸ τ΄ ταλάντων Cobet.)

223
ταλάντων ἐπὶ τῆς ἄκρας ὡς πετρώδους καὶ στερεωτάτης, καὶ ἄλλως ὁσίως ἄν ἔχον ἐν ὑψηλοτάτῳ τὸν θεὸν ἱδρύσασθαι, αὐτὸς ὑπέσχετο, τοῦ ἔργου ἐπιστάτης ἄν γένηται, καὶ τοὺς ἀρίστους τεχνίτας ἕξειν καὶ τὴν ὕλην λυσιτελῶς παρέξειν καὶ τῶν χρημάτων ἀσφαλεῖς ἐγγυ- ητὰς δώσειν. ἐπίστευσεν ὁ δῆμος, ὡς διὰ τὸν τελω- νικὸν βίον ἐμπειρίαν τῶν τοιούτων ἔχοντι. λαβὼν δὴ τὰ κοινὰ χρήματα πολλοὺς μὲν μισθοῦται ξένους, πολλοὺς δὲ ὠνεῖται δεσμώτας, πολλὴν δὲ ὕλην ἐς τὴν ἄκραν ἀνακομίζει λίθων, ξύλων, σιδήρου. ἤδη δὲ τῶν θεμελίων ὀρυσσομένων καθῆκε τὸν κηρύξοντα ὅς ἄν μηνύσῃ τοὺς κλέψαντας τοῦ ἐν τῇ ἄκρᾳ λίθου καὶ σιδήρου, λήψεται ἀργύριον τόσον᾿. ἠγανάκτησεν ὁ δῆμος, ὡς τῆς ὕλης κλεπτομένης. ὁ δὲ οὐκοῦν᾿, ἔφη, συγχωρήσατέ μοι περιφράξαι τὴν ἀκρόπολινʼ. συνε- χωώρησεν ἡ πόλις περιφράξαι καὶ περίβολον ἐγεῖραι. λύσας τοὺς δεσμώτας, τοῖς λίθοις καὶ τοῖς πελέκεσι καὶ ταῖς ἀξίναις ὁπλίσας, Θεσμοφορίων ὄντων ἐπιθέ- μενος, τοὺς πλείστους τῶν ἀνδρῶν ἀποκτείνας, γυναι- κῶν καὶ παίδων κύριος καταστὰς ἐτυράννησε τῆς Ἀκρα- γαντίνων πόλεως.

Φάλαρις Ἀκραγαντίνων τὰ ὅπλα παρελέσθαι βου- [*](570—554) λόμενος ἀγῶνα γυμνικὸν λαμπρότατον ἔξω τῆς πόλεως ποιήσειν ἐπήγγειλε. τῶν δὲ πολιτῶν ἁπάντων ἐπὶ τὴν θέαν προελθόντων τὰς πύλας κλείσας προσέταξε τοῖς δορυφόροις τὰ ὅπλα τῶν οἰκιῶν ἐκφέρειν.

[*](2 ὁσίως ἄν ἔχον Hertlein Fucbs; ὁσίαν ἀνίσχων F; ὅσιον ὄν [ὕψιστον] R; ἀνῆκον 3 ἱδρύσασθαι M; ἰδιώσασθαι F ὑπεσχειτο F 4 γένηται Κ Patakis; γενέσθαι F 10 ἀνακομίζειν F 11 κηρύξοντα Hertlein;  μηνύσαντα F ; μηνύσοντα vulg. ὅς ἄν μηνύσῃ K; ὅσα μὴ νύσει F 12 τοῦ Κ; τῶν F.)
224
[*](570—554)

Φάλαρις πολιορκούντων Ἀκραγαντίνων Σικανοὺς οὐ δυνάμενος ἑλεῖν αὐτοὺς πολὺν σῖτον παρεσκευα- σμένους, διελύσατο τὸν πόλεμον· ἀλλὰ καὶ τὸν ἀπὸ τοῦ στρατοπέδου σῖτον αὐτοῖς παρακατέθετο συνθέ- μενος ἀπολήψεσθαι τὸν θερίζεσθαι μέλλοντα. ἀσμένως ἐδέξαντο οἱ Σικανοί. ὁ δὲ Φάλαρις τοὺς σιτοφύλακας αὐτῶν ἔπεισεν ἀργυρίῳ διαφθείρας τὰς ὀροφὰς τῶν οἰκημάτων διελεῖν, ὅπως ὁ σῖτος ὑόμενος κατασαπείη· τὸν δὲ θερισθέντα κατὰ συνθήκας αὐτὸς ἀπέλαβεν. ἀναγκαίως οὖν τὸν μὲν ἀπὸ τῆς χώρας τῷ Φαλάριδι ἀποδόντες, τὸν δὲ ἐν τῇ πόλει διεφθαρμένον εὑρόντες ὑπήκουσαν αὐτῷ διὰ τὴν σιτοδείαν.

[*](570—554)

Φάλαρις πρὸς Τεῦτον ἄρχοντα Οὐέσσης, ἥπερ εὐδαιμονεστάτη καὶ μεγίστη Σικανῶν πόλις, ἔπεμψε τοὺς μνηστευσομένους αὐτῷ τὴν ἐκείνου θυγατέρα. ὑποσχομένου δὲ στρατιώτας ἀγενείους ἐπὶ τῶν ζευγῶν καθίσας ἔπεμψε στολὰς γυναικῶν ἔχοντας ὡς θερα- παινίδας δῶρα τῇ κόρῃ κομιζούσας. ἐπεὶ δὲ κατελά- βοντο τὴν οἰκίαν, οἱ μὲν τὰς μαχαίρας ἐσπάσαντο, Φάλαρις δʼ εὐθὺς ἐπιφανεὶς τὴν Οὐέσσαν ἐχειρώσατο.