Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Εὐμένης ὑπὸ Γαλατῶν ἐδιώκετο τοῦ· σώματος ἀρρώστως ἔχων, κομιζόμενος ἐν φορείῳ. βραδεῖαν δὲ τὴν φυγὴν ποιούμενος καὶ ἤδη καταλαμβανόμενος, ἰδῶν ἐν τῇ παρόδῳ γεώλοφον προσέταξε τοῖς κομί- ζουσιν ἐπὶ τοῦτον θεῖναι τὸ φορεῖον. οἱ βάρβαροι πλησίον ὄντες καὶ νομίσαντες οὐκ ἄν ποτε τοῦτο ποιῆσαι τὸν Εὐμένη μὴ οὐχὶ μεγάλην ἔχοντα βοήθειαν ἐγγὺς ἀποκεκρυμμένην τοῦ διώκειν ἀπέστησαν.

[*](319)

Εὐμένης ἤδη συνιεὶς τῶν ἀργυρασπίδων ἀρχο- μένων νεωτερίζειν, ἀλλὰ μὴν [καὶ] Ἀντιγένους καὶ Τευτάμου, οἳ στρατηγοὶ τούτων ἦσαν, ὑπερηφάνως πρὸς αὐτὸν διακειμένων καὶ βαδίζειν ἐπὶ τὴν σκηνὴν αὐτοῦ κατοκνούντων, συγκαλέσας τοὺς ἡγεμόνας ἐν- ύπνιον ἔφη τοῦτο δεύτερον ἑωρακέναι διαπειλούμενον, εἰ μὴ πεισθείημεν, κοινὸν ἅπασιν ἔσεσθαι κίνδυνον. ἦν δὲ Ἀλέξανδρος ὁ βασιλεὺς ἐν μέσῳ στρατοπέδῳ προκαθήμενος ἐν σκηνῇ, σκῆπτρον ἔχων, χρηματίζων ἅπασι· καὶ δὴ προσέταξε τοῖς ἡγεμόσι, μηδὲν τῶν κοινῶν καὶ βασιλικῶν διοικεῖν ἔξω τῆς βασιλικῆς σκη- νῆς καὶ καλεῖν ταύτην μόνην Ἀλεξάνδρου σκηνήν. [*](Cap. 8. De fontibus cf. J. p. 634 sq.) [*](Cap. 8. § 2. Ex Hieronymo Cardiano coll. Diod. 18, 60. — Cf. Corn. Nep. Eum. 7; Plut. Eum. 13.) [*](4 Εὐμενὴς F, et sic semper 13 ἀλλὰ μὴν [καὶ] W coll. 1, 40, 6. 2, 1, 3. 11. infra p. 205, 8; ἀλλὰ μὴν F; μάλιστα δὲ vulg 14 Τευτάμου p ut Plut. et Diod ; Τευταμάτου F vulg. | 18 εἰ μὴ V m; εἰ μὲν F; εἰ μὲν πεισθείημεν [κοινὴν σωτηρίαν, εἰ δὲ μὴ] Casaub. 20 καθήμενος Μ χρηματίζον F.)

205
προσεκύνησαν οἱ Μακεδόνες τὸν Ἀλέξανδρον καὶ συν- εβούλευσαν ἐκ τῶν βασιλικῶν χρημάτων σκηνὴν κατα- σκευάσαι βασιλικὴν καὶ θρόνον χρυσοῦν βασιλικῶς κεκοσμημένον· ἐπὶ δὲ τούτου χρυσοῦν στέφανον ἔχοντα διάδημα βασιλικὸν καὶ παρὰ τὸν θρόνον ὅπλα καὶ μέσον σκῆπτρον καὶ πρὸ τοῦ θρόνου τράπεζαν χρυσῆν· ἐπὶ δὲ ταύτης ἐσχαρίδα καὶ λιβανωτίδα χρυσῆν καὶ λιβανωτὸν καὶ θυμιάματα εὐαώδη·ἀλλὰ μὴν καὶ δίφρους ἀργυροῦς ἐν τῇ σκηνῇ, ἐφʼ ὧν οἱ πάντες ἡγεμόνες βουλεύοιντο περὶ τῶν κοινῶν πραγμάτων. ταῦτα μὲν δὴ κατεσκευάσαντο. Εὐμένης δὲ τὴν αὐτοῦ σκηνὴν ἤγειρε παρὰ τὴν Ἀλεξάνδρου καὶ οἱ ἄλλοι ἡγεμόνες ἐφεξῆς. οὕτω δὴ συνέβαινεν τὸν Εὐμένη εἰσιόντα πάντας ἐκείνους ἡγεμόνας ὑποδέχεσθαι, μεθʼ ὧν Ἀντι- γένης καὶ Τεύταμος, οἱ στρατηγοὶ τῶν ἀργυρασπίδων, ἐβάδιζον, τῷ μὲν ἔργῳ πρὸς Εὐμένη, τῇ δὲ τιμῇ πρὸς Ἀλέξανδρον.

Εὐμένης ἐν τῇ Περσίδι τοὺς στρατιώτας ὁρῶν [*](317) ὑπὸ Πευκέστου δημαγωγουμένους οἴνῳ καὶ διανομαῖς δεδοικὼς, μὴ περισπάσῃ πᾶσαν τὴν ἡγεμονίαν, ἐπι- στολὴν προήνεγκεν ὡς παρὰ Ορόντου τοῦ σατράπου τῆς Ἀρμενίας γεγραμμένην Συρίοις γράμμασι δηλοῦ- σαν, ὡς Ὀλυμπιὰς ἐξ πείρου κατελθοῦσα τὸν υἱὸν ἄγουσα τὸν Ἀλεξάνδρου κυρίως Μακεδονίας ἔχει [τὴν [*](Cap. 8. § 3 Ex Hieronymo Cardiano coll. Diod. 19, 23.) [*](3 καί Ρ; om. F || 9 ἐν W; καὶ ἐν F; εἶναι ἐν vulg. || 11 αὐτοῦ F || 14 ἐκείνους τοὺς ἡγεμόνας Ἀρτιγένης F || 15 Τεύταμος p; Τευτάμης C; Τευταμάτης F vulg 24 κυρίως W ex Diod. 19, 23; βιαίως F; βεβαίως [ τὴν βασιαείαν ἀναιρεθέντος] W ex Diod ; ἴσως τεθνηκότος p; ἀναιρεθέντος post Κασσάνδρου add vulg.)

206
βασιλείαν ἀναιρεθέντος ] Κασσάνδρου. . Μακεδόνες ταῦτα ἀκούσαντες Πευκέστου μὲν ἐπελάθοντο, τὴν δὲ Ἀλεξάνδρου μητέρα καὶ τὸν υἱὸν μετὰ πολλῆς ἡδονῆς καὶ χαρᾶς ἀνηγόρευον.

[*](317/16)

Εὐμένης ἐν τῇ Περσίδι τὴν δύναμιν ἀφῆκε κατὰ [*](e.15,5) κώμας χειμάσουσαν· Ἀντίγονος τοῦτο πυθόμενος ἐπήρ- χετο Εὐμένης — πέμψας [γὰρ Πευκέστης] ἤγγειλεν αὐτῷ — τοὺς ἡγεμόνας ἐκέλευσε νύκτωρ μετὰ τῶν ἰδίων παίδων πῦρ ἐν ἀγγείοις ἔχοντας τὰ μετέωρα τῆς χώρας καὶ ἄποπτα περιιππεύσαντας ἐπὶ στάδια ἐβδοuή- κοντα, διαστάντας ἀπʼ ἀλλήλων ὅσον πήχεις εἴκοσιν, ὕλην ἱκανὴν καῦσαι· τὰ δὲ πυρὰ καίειν πρώτης μὲν φυλακῆς δαψιλῆ, δευτέρας δὲ ἐλάττω, τρίτης δὲ μικρὰ παντάπασιν, ὡς τὴν μίμησιν ἀληθινῇ στρατοπεδείᾳ προσεοικέναι. ταῦτα ὁρῶντες οἱ περὶ τὸν Ἀντίγονον ἐνόμισαν συνῆχθαι τῷ Εὐμένει τὴν δύναμιν ἅπασαν καὶ μὴ θαρρήσαντες ἐπελθεῖν ἄλλην ὁδὸν ἐτράποντο τὴν οὐ κατεχομένην ὑπὸ τῶν πολεμίων.

[*](320?)

Εὐμένης τοὺς στρατιώτας ἁρπάσοι βουλομένους τὴν ἀποσκευὴν τῶν πολεμίων ἀπέτρεπεν, ὡς οὐ συμ- [*](Cap. 8. § 4. Ex Hieronymo Cardiano coll. Diod. 19, 38. — Corn. Nep. Eumen. 8 sq.: cf. qnae supra ad cap. 6, § 10 ad- notavimus.) [*](Cap. 8. 5. Cf. Plut. Eum. 9.) [*](6 χειμάσουσαν F ] χειμάσασαν H; χειμάζουσαν vulg. || 7 Eὐ- μένης πέμψας ἤγγειλεν αὐτῷ F; Πευκέστης πέμψας ἤγγειλεν Εὐμένει vulg.; inserui [γὰρ Πευκέστης] 11 ὅσον| ὡς ἂν Diu- dorf 12 καῦσαι . . . καίειν| non sollicitanda in Polyae no; κόψαι Heringa; κομίσαι Schneidewin; ποιεῖν pro καίειν Diod. et V ignes facerent 14 ὡς F vulg.. quod probat Hertlein; ὥστε W ex Diod. ὥστε δοκεῖν εἶναι ἀληθινὴν στρατοπεδείαν ἀληθινεῖ F 19 βουλόενος F 20 συμφέρον Hertlein coll. ὡς προσῆκον, ὡς δέου Polyaeni; συαφέροι F ; συνφέρει vulg.)

207
φέρον. ἐπεὶ δʼ οὐκ ἔπειθεν, αὐτὸς πέμψας ὡς τοὺς πολεμίους, προεῖπεν αὐτοῖς τὴν ἀποσκευὴν φυλάττειν. ἰδόντες οἱ στρατιῶται φυλακὰς ἀσφαλεστέρας ἀπέσχοντο.