Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.39,2)

Δερκυλίδας ὥμοσε Μειδία τῷ τυράννῳ τῆς Σκή- [*](393) ψεως, ἐφʼ τε προελθόντα καὶ ὁμιλήσαντα ταχὺ πάλιν εἰς τὴν πόλιν ἀφεῖναι. καὶ δὴ ὁ μὲν τύραννος προῆλθε· Δερκυλίδας δὲ προσέταξεν ἀνοῖξαι τὰς πύλας, εἰ δὲ μὴ, φονεύσειν αὐτὸν πείλησεν. ἐπεὶ δὲ φοβηθεὶς ἀνέῳξεν, ἀφίημί σεʹ, ἔφη, νῦν ἐς τὴν πόλιν· τοῦτο γὰρ ὥμοσα· κἀγώ δὲ μετὰ τῆς ἐμῆς δυνάμεως εἰσέρ- χομαι.᾿