Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Δεινίας Τελεσίππου, Φεραῖος, ἐν Κραννῶνι τῆς Θετταλίας διῆγε θηρεύων ὅσα ἐν λίμναις καὶ ποτα- μοῖς ὀρνίθια. ἀπὸ τοιούτου βίου προῆλθεν ἐπὶ τυ- [*](Cap. 33. Cf. Curtius, Griech. Gesch. II3, p. 142 sq.) [*](7 σταθῇ Cas. || 17 χρήσασθαι F1, || 18 διασώσατε F] δια- σαώσασθε vulg. || 19 ἠγοτορίδην F || 22 Δινίας F constanter || Χραννῶνι nummi (cf. 107, 1. 15. 18); Κρανῶνι F.)

107
ρανίδα διὰ τοιαύτης τέχνης. οἱ Κραννώνιοι τὴν φυ- λακὴν τῆς πόλεως ἀπεμίσθουν. ὁ Δεινίας ἐμισθῶώσατο καὶ μέχρι τριῶν ἐτῶν ἀκριβεστάτην ἐποιεῖτο τὴν φυλακὴν, ὥστε τὰς νύκτας εἶναι τῶν ἡμερῶν ἀσφα- λεστέρας τοῖς ἀωρὶ βαδίζουσιν. ἐπαινούμενος ἐπὶ τούτοις ἀεὶ καὶ πλείονας προσεμισθοῦτο φύλακας, ὡς μᾶλλον εὐδοκιμοίη, τὴν φρουρὰν ἰσχυροτέραν ποιού- μενος. τῆς δὲ πόλεως τὴν τοῦ σίτου δεκάτην ἀπομι- σθούσης ἀδελφὸν αὐτοῦ νεῶώτερον τὰ τέλη καθῆκε μισθωσόμενον ὑπεράρας εἰς πολὺ τὴν πρόσοδον. οὕτω δὴ τὸν ἀδελφὸν δεκατηλόγον τῆς χώρας ἀποδείξας καὶ πολλοὺς νεανίσκους ἀκμάζοντας ἐγχειρίσας αὐτῷ, περιπόλους τῶν χωρίων καὶ συλλογέας τῶν δεκατευο- μένων καρπῶν, ἑορτῆς οὔσης τῶν καλουμένων τω- νίων, ἐν ἧ πάντες Κραννώνιοι παίζουσιν, ἀναμίξας τοῖς ἐν τῇ πόλει φύλαξι τοὺς ἀπὸ τῆς πόλεως τελώνας καὶ νήφοντας ἐπιστήσας οἰνωμένοις πλείους χιλίων πολίτας ἀποκτείνας τύραννος Κραννωνίων ἐγένετο.