Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

100
[*](258—248)

Καλλικρατίδας Κυρηναῖος τὸν τὴν ἄκραν Μαγνη- [*](e.54,5) σίας φυλάσσοντα [ἥτησε τραυματίας] αὐτοῦ δέξασθαι τέσσαρας. τοῦ δὲ ἐπιτρέψαντος ἕκαστον θωρακίσας κατέκλινε σπάθας αὐτοῖς παραθεὶς, χλανίδα ἐπιβαλῶών ἄνωθεν. ἐπεὶ δὲ κλίνας τέσσαρας φέροντες ἔνδον πυλῶν ἐγένοντο, εἴκοσιν ὁμοῦ νεανίαι ὡπλισμένοι τοὺς φύλακας ἀποσφάξαντες τὴν ἄκραν κατέσχον.

[*](258—248)

Καλλικρατίδας ἐν Μαγνησίᾳ πολιορκούμενος τῶν  [*](e.56,3) πολεμίων κριοὺς προσαγόντων τοῖς τείχεσιν αὐτὸς κατὰ τὸ ἀπρόσμαχον τοῦ τείχους παραρρήξας τοῦ πύργου μέρος, παραφυλάξας τὸν καιρὸν τῆς τῶν προσβαλλόντων διαδοχῆς περιῆλθε τὸ τεῖχος καὶ κατὰ νῶώτου προσπεσών πολλοὺς μὲν αὐτῶν διέφθειρεν, οὐκ ὀλίγους δὲ ἐζώγρησε· μετὰ δὲ τὴν νίκην τὸ τεῖχος ἀνῳκοδόμησεν.