Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἰσχόλαος ἐν Ἀἴνῳ πλησίον ὁρῶν Ἀθηναίους ἐφορ- [*](376—374) μοῦντας ναυσὶ πολλαῖς δεδοιὼς, μὴ νύκτωρ ἐπιπλεύ- σαντες πολλὰ τῶν πλοίων αὐτοῦ μετὰ βίας ἀποσπά- σωσι, πρὸς τὸν πύργον τὸν ἐπὶ τοῦ χῶώματος ἅπαντα προσαγαγών ἔδησεν ἐκ τῶν ἰσίων· τὰ δὲ πορρωτέρω σχοινίοις ἐκ τῶν πλησιαιτέρων συνῆψεν, ὥστε τὸν σύν- δεσμον εἶναι διʼ ἀλλήλων. οἱ μὲν Ἀθηναῖοι νυκτὸς ἐπελθόντες ἀφέλκειν πειρώμενοι τῶν πλοίων οὐδὲν ἀπέσυραν· οἱ δὲ ἀπὸ τῆς Αἴνου τῶν φυλάκων ἀγγει- λάντων ἐπεξελθόντες ἐδίωξαν τοὺς Ἀθηναίους, οἱ μὲν ἀπὸ τῆς γῆς, οἱ δὲ ἀπὸ τῶν νεῶν.

Ἰσχόλαος ἐν ὁδῷ κατὰ μὲν θάτερον ἀποκρήμνῳ καὶ σφαλερᾷ, κατὰ θάτερον δὲ ὅρος ἐχούσῃ, ὅ κατεῖχον οἱ πολέμιοι, πνεύματος γενομένου μεγάλου τὴν ὕλην ἐνέπρησεν· ὥστε τῶν παραφυλαττόντων πολεμίων ὑπὸ τοῦ καπνοῦ καὶ τοῦ πυρὸς διωχθέντων κατὰ τοῦτο τὸ μέρος ἀσφαλῶς τὴν δύναμιν ἥγαγεν.

[*](e.56,1)

Ἰσχόλαος ὑπὸ Χαβρίου πολιορκούμενος ἐν Δρυῒ [*](373—374) μέλλοντος προσάγειν τοὺς κριοὺς αὐτὸς φθάσας μέρος κατέβαλε τοῦ τείχους ἄμφω μηχανωμενος, τοῖς μὲν [*](Cap. 22. § 1. Hoc in annox 376 - 374 cadere censet Rehdantz. vita fpὲicrntis etc. p. 63, sed cf. Schaefer, Demostn. I, p. 39, not. 2.) [*](10 πλησιαιτέρων vel πλησιεστέρων Bursian; πλοίων F 14 ὑπεξελθόντες vulp. V 18 γενομένου F ]  γινομένου vulg.)

98
αὐτοῦ στρατιῶώταις ἀνδρειότερον ἀγωνίσασθαι τὸ τοῦ τείχους ὀχυρὸν οὐκ ἔχουσι, τοῖς δὲ πολεμίοις τὸ κατα- πεφρονῆσθαι τὴν παρασκευὴν τῶν πολιορκητικῶν μη- χανημάτων. ἀμέλει τὴν ἑκούσιον ἀποτείχισιν φοβη- θέντες παρελθεῖν εἰς τὴν πόλιν οὐκ ἐθάρσησαν.

[*](376—374)

Ἰσχόλαος προσκαθημένων Ἀθηναίων πυθόμενος [*](e.56,2) εἶναί τινας τῶν φυλάκων τοὺς προδιδόντας νύκτωρ ἐφοδεύων τὰς φυλακὰς ἑκάστῳ τῶν φυλάκων παρέ- ζευξε τῶν μισθοφόρων ἕνα. τοῦτο πράξας ἀταράχως ἔφυγε τὸν κίνδυνον τῆς προδοσίας.