Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Φαρακίδας, Καρχηδονίων ἐφορμούντων Συρακού- [*](397) σαις, περιπεσὼν κατὰ τὸν πλοῦν Καρχηδονίαις τριήρεσι καὶ ἀπὸ τούτων ἐννέα λαβῶν, ὅπως ἡσυχάσειαν οἱ ἔΚαρχηδόνιοι καταπλέοντος, ἐς τὰς αίχμαλῶώτους τριή- ρεις τὰς ἐννέα ἀνεβίβασε τοὺς ἰδίους ἐρέτας καὶ στρα- τιῶώτας· Καρχηδόνιοι γνωρίζοντες τὰ οἰκεῖα σκάφη προσπλέοντας αὐτοὺς τῷ λιμένι τῶν Συρακουσίων οὐκ ἐκῶώλυσαν.

[*](Cap. 10. § 5. Cf. Plut. Lys. 7 extr. et apophthegm. reg. et imp. Lys. 2.)[*](Cap. 11. Cf. Front. 1, 4, 12. — Beloch, Mus. Rhen. 34 p. 124.)[*](1 βουλόμενοι καὶ ἦν F (adiectivum latere videtur in his verbis corruptis); βουλόμενοι καὶ punctis notata sunt in Cant. et in marg. ndscr. κυκλουμένη καὶ (ἢ?) κεκλεισμένη ἦν; καὶ κυ- κλοῦσθαι βουλόμενοι, ἵνα κεκλεισμένη ἦν αὐτοῖς etc. Blume, πειρώμενοι ἡττῶντὸ τε αὑτοὶ κυκλούμενοι καὶ κακὴ (aut ex cod. Cant. καὶ κατακεκλεισμένη) ἦν αὑτοῖς ἡ ἀναχώρησις R 6 βαλόμενοι F 7 σἳ om. F ἐσαώθησαν W 8 παραγγέλων F 9 ὅπου . .. τότε| Plut. ὅπου .. . ἐκεῖ; 10 λεοντῆς F 15 κατα- πλέοντος vel παραπλέοντος Cas ; καταπλέοντας ; καταπλέοντες vulg. 17 γνωρίαντες K.)
92

Δηιφόντης τοῖς ωριεῦσι συνέταξεν ἐκκαλεῖσθαι τοὺς Ἀργείους ἐς μάχην. αὐτὸς δὲ τῶν νεῶν ἐπιβὰς ὑπὸ λόφῳ τινὶ περιωρμίσατο, ἔνθα οὐκ ἦν κάτοπτος. σκοπὸς ἤγγειλε Δωριεῖς μὲν περιελαύνουσι λείαν, Ἀργεῖοι δὲ ἐκβοηθοῦσι τὸ στρατόπεδον καταλιπόντεςʹ. Δηιφόντης καὶ οἱ σύμμαχοι τῶν νεῶν ἐκδραμόντες ἔρημον αἱροῦσι τὸ στρατόπεδον. Ἀργεῖοι πατέρων καὶ παίδων καὶ γυναικῶν ἑαλωκότων ἐφʼ ᾧ τε σῶσαι τούτους τήν τε χῶώραν καὶ τὰς πόλεις παρέδωκαν Δωριεῦσιν.

Εὐρυπῶν βασιλεὺς Λακεδαιμονίων ὁρῶν τὸν πρὸς [*](e.8,6) Ἀρκάδας πόλεμον μηκυνόμενον στάσιν αὐτοῖς ἐμποιῆ- σαι μηχανώμενος κήρυκα ἔπεμψεν ἀγγέλλοντα Λακε- δαιμόνιοι παύσονται πολεμοῦντες, ἐὰν τοὺς ἐναγεῖς ἐξελάσητεʹ. τούτους δὲ εἶναι τοὺς Ἄγιν ἀνῃρηκότας. οἱ δὴ τοῦ φόνου τὴν αἰτίαν ἔχοντες, προσδοκῶντες ὑπὸ τοῦ δήμου διωχθήσεσθαι διὰ τὴν τῆς εἰρήνης ἐπιθυμίαν, σὺν ἐγχειριδίοις ἐλθόντες ἀπέσφαξαν ὅσους ἡδύναντο· πολλοὺς δὲ καὶ [δούλους] συμμάχους προσ- εποιήσαντο τὴν ἐλευθερίαν ὑπισχνούμενοι. οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες συνετάχθησαν, ὥστε δίχα δίαι- [*](1 et 2 διηφόντης F 4 ὑπὸ R Κ; ἐπὶ F: cf. 4, 7, 6. 4. 7, 7 || προσωρμίσατο 7 δηιφόντης in διηφόντης corr. F2 8 αἴρουσι F 12 Εύρυπῶν in Addendis; εὐρυτίων FH 15 ἀγγέλοντα F 16 παύσονται H; παύονται F 17 Ἄγιν ἀνῃρηκότας C.Η Fr.Hermann, Staatsalterth. § 22, 1; αἴγιναν ᾑρηκότας F; erravit Od. Müller in Aeginet. p. 50 sq. 21 [δούλους] hoc loco inseruit Hertlein, post πολλοὺς Blume coll. Meursio de regno Laced. cap. 15: cf. 1, 43, 1 23 συνετάχθησαν κατʼ αὐτῶν ὤστε H.)

93
ρεθέντες, ὁπλισάμενοι, προελθόντες παρετάξαντο· οἱ δὲ τὰ τοῦ δήμου φρονοῦντες ἡττηθέντες, πρὸς μέρος τι τοῦ τείχους καταφυγόντες, τὰς πύλας ἀνοίξαντες Λακεδαιμονίους ἐδέξαντο. οἱ δὲ κατέσχον τῇ στάσει Μαντίνειαν, ἧς τῷ πολέμῳ κρατεῖν οὐκ ἡδύναντο.

[*](e. 36,2)

Οἱ Ἐψοροι μηνυθέντος ἐπιβουλεύειν Κινάδωνα [*](399) συλλαβεῖν αὐτὸν ἐν τῇ πόλει συμφέρειν οὐχ ἡγούμε- νοι τῶν ἰππέων τινὰς κρύφα προπέμψαντες ἐς Ἀὐλῶνα τῆς Λ¨ακωνικῆς οὐ προ πολλοῦ, τὸν Κινάδωνα καλε- σαντες μετὰ δύο στρατιωτῶν ἐς Ἀὐλῶνα ἔπεμψαν ὡς ἐπὶ πρᾶξιν ἀπόρρητον. ὡς δὶ ἀφίκετο, οἱ προπεμ- φθέντες ἱππεῖς συλλαβόντες αὐτὸν, στρεβλῶώσαντες, μα- έθόντες τοὺς κοινωνοὺς τῆς ἐπαναστάσεως ἐπέστειλαν τοῖς Cφόροις. οἱ δὲ μαθόντες τοὺς μηνυθέντας ἄνευ ταραχῆς ἀπέκτειναν οὐ παρόντος τοῦ μεμηνυκότος.

Οἱ Ἐψοροι πυθόμενοι τοῖς Παρθενίαις σημεῖον [*](708) συγκείμενον, ὅταν μέλλωσιν ἄρχεσθαι τῆς ἐπαναστά- [*]((sec. Hieronym.)) σεως, ἐκ μέσης τῆς ἀγορᾶς πῖλον ἀνασχεῖν, προσέταξαν τῷ κήρυκι ἀναγορεῦσαι· οἱ τὸν πῖλον αἴρειν μέλλοντες ἐκ τῆς ἀγορᾶς ἄπιτεʼ τούτου δὲ κηρυχθέντος οἱ κοι- [*](Cap. 14. 1. Cf. Kenoph. Hellen. 3, 3, 5—11. — 7. p.553.) [*](Cop. 14. § 2 Ex phoro coll. Strap. 6, p. 427.) [*](1 προσελθοντες F παρετάξαντο πρὸς ἀλλήλους 5 μαν- τινίαν F ἡδύναντο F] ήδυνήθησαν M ; ἥν πολέμου νόμω κρα- τῆσαι οὐκ ισχυον H 7 μηνυθέντος Cas.; μηνυθέντες FH; μη- νυθέντα M 8 αὐτῶν F 12 ἀπόρρητον H; ἀπορρήτων F ἀφίκετο H; ἀφίκοντο F; ἀφῖκτο vulg. 17 Παρθενίαις Epho- rus ap Strab. 6, 427, Παρθενίοις F 19 et 20 πηλὸν F 20 μέλλειν αἲροντες F.)

94
νωνοῦντες τῆς ἐπιθέσεως ἐπέσχον ὡς προεγνωσμένης τῆς πράξεως.

[*](364)

Ιπποδάμας ὑπὸ Ἀρκάδων ἐν Πρασιαῖς ἐπολιορ- κεῖτο. λιμος ἦν· οἱ Σπαρτιᾶται κήρυκα ἔπεμψαν· εἴσω παρελθεῖν Ἀρκάδες οὐκ ἐπέτρεψαν. Ἱπποδάμας ἀπὸ τοῦ τείχους τῷ κήρυκι ἀπεκρίνατο τοῖς Ἐφόροις ἄγ- γελλε τὴν γυναῖκα λύειν τὴν ἐν τῷ ἱερῷ τῆς Χαλ- κιοίκου δεδεμένηνʼ. οἱ μὲν Ἀρκάδες οὐκ ἐνόησαν· οἱ δὲ Λάκωνες συνῆκαν ὅτι λιμὸν λύειν ἐπιστέλλοι. ἦν γὰρ ἐν τῷ ἱερῷ τῆς Χαλκιοίκου ἀνακειμένη Λιμοῦ γραφὴ, γυνὴ (γεγραμμένη) ὠχριῶσα, λεπτὴ, τω χεῖρε ὀπίσω δεδεμένη· ὥστε τὸ ἀφανὲς τοῖς πολεμίοις φανε- ρὸν τοῖς πολίταις πποδάμαντος ἦν.

Γάστρων Λακεδαιμόνιος μέλλων ἐν Ἀἰγύπτῳ συμ- βαλεῖν τοῖς Πέρσαις μετενέδυσε τὰς πανοπλίας καὶ τὰς μὲν τῶν Ελλήνων τοῖς Αἰγυπτίοις, τὰς δὲ τῶν Αἰγυπτίων τοῖς Ἕλλησι περιέθηκε. κρύψας δὲ τοὺς Αἰγυπτίους (ἐν τοῖς Σλλησι) παρατάξας προῆγε τοὺς λληνας. τῶν δὲ οὐδὲν ἐνδιδόντων, ἀλλʼ εἰς τοὔμ- [*](Cap. 15. Cf. Atnen. 10, p. 452 a (ex Callisthenis Hellenicis. — J. p. 561 sq.) [*](Cap. 16. Cf. Front. 2, 3, 13.) [*](3 Ἱππόδαμος Athenaeus, Plut. apophthegm. Lac s. v.: cf. Schaefer, Demosth. III, 195, not. 3 6 ἐπέστρεψαν 7 ἄγγελε F 8 λύειν Κ ; λύεσθαι Athenaeus; κωλύειν bis F 8 et 11 Χαλ- κειοίκου F 12 γεγραμμένη inclusi ὠχρειῶσα F 20 ἐν τοῖς Ἕλλησι del. Blumius; ἕλεσι p et Wessel ad Anton. Itin. p. 726.)

95
προσθεν βιαζομένων καὶ προθύμως κινδυνευόντων ἐξανέστησε τοὺς Αἰγυπτίους ἐν τοῖς ὅπλοις τοῖς Ἑλλη- νικοῖς. ἰδόντες δὲ οἱ Πέρσαι καὶ τοὺς λληνας ὑπο- νοήσαντες ἐπιέναι λύσαντες τὴν τάξιν ἔφευγον.

Μεγακλείδας συμφυγὼν ἐς ὅρος δασὺ, πολιορ- κούμενος, διελῶών τοῦ στρατεύματος, ὅ μὲν ἀχρεῖον ἦν καὶ βαρύτερον, φεύγειν ἐκέλευσε διὰ τῆς ὕλης εἰδώς, ὅτι φανερὸν ἔσται τοῖς πολεμίοις. οἱ μὲν ὥρμησαν ἐπὶ τοὺς φεύγοντας· ὁ δὲ τὴν εὔχρηστον καὶ γενναίαν δύναμιν ἔχων ἐπὶ τὴν ἐναντίαν ὁδὸν τῆς ὕλης τρα- πόμενος ὑπεξέφυγεν ἀσφαλῶς.

Αρμοστὴς Λακεδαιμόνιος ὑπὸ Ἀθηναίων ἐπολιορ- κεῖτο δυοῖν ἔτι λοιπὸν ἡμερῶν ἔνδον ἔχων τροφάς. κῆρυξ ἡκε Σπαρτιάτης· οὐ συνεχώρουν Ἀθηναῖοι βα- δίζειν ἔσω τείχους, ἀλλὰ πρὸ τοῦ τείχους λέγειν ἅ βούλοιτο πάντων ἀκουόντων. ὁ κήρυξ, θαρρεῖν , ἔφη, κελεύουσί σε Λακεδαιμόνιοι καὶ προσδέχεσθαι βοήθειαν διὰ τάχουςʼ· ὁ δὲ ἁρμοστὴς μὴ πάνυʼ, ἔφη, σπεύσητε βοηθοῦντες· τροφὰς γὰρ ἔχω πέντε μηνῶν ἔτι᾿. Αθηναῖοι, καὶ γὰρ χειμῶν προσῄει, [πρὸς] μακρὰν καὶ χειμερινὴν πολιορκίαν ἀπαγορεύσαντες καὶ δὴ διαλύσαντες τὸ στρατόπεδον χοντο.

[*](7 ὅ ] τὸ F, quod procat W deleto ἦν: cf. 3, 10, 8 || 9 ἔσται M; scιrπε (fore V ἔστι F 18 βουλοιντο F 21 ἔχω M ; ἔχωσι F; ἔχουσι vulg.; ἔχομεν ex V habenius 22 [πρὸς] Cas.: cf. 8 47.)
96
[*](399)

Θθίβρων ἐν Ἀσίᾳ χωρίον πολιορκῶν τὸν φρού- [*](e.39,3) ραρχον ἓπεισεν ἐπὶ συνθήκας προελθεῖν ὀμόσας, εἰ μὴ συντίθοιντο, πάλιν αὐτὸν ἐς τὸ φρούριον κατα- στήσειν. ὁ μὲν προῆλθε καὶ λόγων ἐκοινῶώνησεν· οἱ δὲ τοῦ φρουρίου φύλακες διαλύσεως ἐλπίδι ῥᾳθυμό- τερον εἶχον. ἐν τῷ καιρῷ τούτῳ προσβαλόντες οἱ Θθιβρῶώνειοι κατα κράτος αἱροῦσι τὸ χωρίον. Θίβρων δὲ τὸν φρούραρχον ἐς τὸ χωρίον ἀγαγῶών πάλιν κατὰ τοὺς ὅρκους προσέταξεν αὐτὸν ἔνδον ἀναιρεθῆναι.

Δημάρατος ἐπιστέλλων Σπαρτιάταις περὶ τῆς Ξέρξου στρατείας ἐς πτύχα ἀκήρωτον τὴν ἐπιστολὴν γράψας ἐπεκήρωσεν, ἴνα ὡς ἄγραφος διὰ τῶν φυλά- κων κομισθῇ.

[*](399)

Ηριπίδας ἀφικόμενος εἰς ράκλειαν τὴν Τρα- χινίαν, συναγαγών ἐκκλησίαν, περιστήσας τοὺς ὁπλίτας ἐκήρυξε τοὺς Τραχινίους καθίσαι χωρίς. οἱ μὲν ἐκά- θισαν· ὁ δὲ ἐκέλευσεν αὐτοὺς, περὶ ὧν ἀδικοῦσι, Λακεδαιμονίοις κρίσιν ὑποσχεῖν, ὡς νόμιμόν ἐστιν ἐν [*](Cap. 19. Cf. J. p. 558.) [*](Cap. 20. Cf Herod. 7, 239 et Iustin. 2, 10, 13. — J.p 448.) [*](Cap 21. Cf. Diod. 14, 38.) [*](3 σύνθημα H 4 συνθοῖντο vel συνθεῖντο coni. || 6 δια- λύσεως ἐλπίδας λαβόντες ῥαθυμότερον ἔσχον τὴν φρουρὰν H 8 Θθιβρώνιοι F: cf. ad 2, 2, 9; Θθιβρώναιοι H 9 ἀγαγών πάλιν H; αγαγων F; ἀναγαγν W cf. supra v. 4 16 Ἡριπίδας F et sic Diodor.. Plut.; Xenoph.; Ἠριππίδας vulg 17 Γραχεινίαν et 19 Τραχεινίους F.)

97
τῇ Σπαρτιάτιδι, δεθέντας. ἐπεὶ δὲ ὑπὸ τῶν ὁπλιτῶν δεθέντες ἔξω πυλῶν ἥχθησαν, καὶ δὴ πάντες ἀνῃ- ρέθησαν.

Ἰσχόλαος ἐν Ἀἴνῳ πλησίον ὁρῶν Ἀθηναίους ἐφορ- [*](376—374) μοῦντας ναυσὶ πολλαῖς δεδοιὼς, μὴ νύκτωρ ἐπιπλεύ- σαντες πολλὰ τῶν πλοίων αὐτοῦ μετὰ βίας ἀποσπά- σωσι, πρὸς τὸν πύργον τὸν ἐπὶ τοῦ χῶώματος ἅπαντα προσαγαγών ἔδησεν ἐκ τῶν ἰσίων· τὰ δὲ πορρωτέρω σχοινίοις ἐκ τῶν πλησιαιτέρων συνῆψεν, ὥστε τὸν σύν- δεσμον εἶναι διʼ ἀλλήλων. οἱ μὲν Ἀθηναῖοι νυκτὸς ἐπελθόντες ἀφέλκειν πειρώμενοι τῶν πλοίων οὐδὲν ἀπέσυραν· οἱ δὲ ἀπὸ τῆς Αἴνου τῶν φυλάκων ἀγγει- λάντων ἐπεξελθόντες ἐδίωξαν τοὺς Ἀθηναίους, οἱ μὲν ἀπὸ τῆς γῆς, οἱ δὲ ἀπὸ τῶν νεῶν.

Ἰσχόλαος ἐν ὁδῷ κατὰ μὲν θάτερον ἀποκρήμνῳ καὶ σφαλερᾷ, κατὰ θάτερον δὲ ὅρος ἐχούσῃ, ὅ κατεῖχον οἱ πολέμιοι, πνεύματος γενομένου μεγάλου τὴν ὕλην ἐνέπρησεν· ὥστε τῶν παραφυλαττόντων πολεμίων ὑπὸ τοῦ καπνοῦ καὶ τοῦ πυρὸς διωχθέντων κατὰ τοῦτο τὸ μέρος ἀσφαλῶς τὴν δύναμιν ἥγαγεν.

[*](e.56,1)

Ἰσχόλαος ὑπὸ Χαβρίου πολιορκούμενος ἐν Δρυῒ [*](373—374) μέλλοντος προσάγειν τοὺς κριοὺς αὐτὸς φθάσας μέρος κατέβαλε τοῦ τείχους ἄμφω μηχανωμενος, τοῖς μὲν [*](Cap. 22. § 1. Hoc in annox 376 - 374 cadere censet Rehdantz. vita fpὲicrntis etc. p. 63, sed cf. Schaefer, Demostn. I, p. 39, not. 2.) [*](10 πλησιαιτέρων vel πλησιεστέρων Bursian; πλοίων F 14 ὑπεξελθόντες vulp. V 18 γενομένου F ]  γινομένου vulg.)

98
αὐτοῦ στρατιῶώταις ἀνδρειότερον ἀγωνίσασθαι τὸ τοῦ τείχους ὀχυρὸν οὐκ ἔχουσι, τοῖς δὲ πολεμίοις τὸ κατα- πεφρονῆσθαι τὴν παρασκευὴν τῶν πολιορκητικῶν μη- χανημάτων. ἀμέλει τὴν ἑκούσιον ἀποτείχισιν φοβη- θέντες παρελθεῖν εἰς τὴν πόλιν οὐκ ἐθάρσησαν.

[*](376—374)

Ἰσχόλαος προσκαθημένων Ἀθηναίων πυθόμενος [*](e.56,2) εἶναί τινας τῶν φυλάκων τοὺς προδιδόντας νύκτωρ ἐφοδεύων τὰς φυλακὰς ἑκάστῳ τῶν φυλάκων παρέ- ζευξε τῶν μισθοφόρων ἕνα. τοῦτο πράξας ἀταράχως ἔφυγε τὸν κίνδυνον τῆς προδοσίας.

Μνασιππίδας ὀλίγον πλῆθος ἦγεν. ἐπεὶ δὲ νυκτὸς ἐπέθεντο πολέμιοι, τοὺς ψιλοὺς καὶ τοὺς σαλπιγκτὰς ἐκέλευσεν ἐν τῷ σκότῳ περιελθόντας ὄπισθεν τῶν ἐπιτιθεμένων σημαίνειν τὸ πολεμικὸν καὶ ἀκροβολίζε- σθαι. οἱ δὲ ὡς ὑπὸ πλήθους πολλοῦ κυκλούμενοι διά τάχους ἀνεχῶώρησαν.

[*](387)

Ἀνταλκίδας ἐν Ἀβύδῳ μετὰ ναυτικοῦ πλείονος διατρίβων Ἀττικὰς τριήρεις ὁρμούσας ἐν Τενέδῳ μόθων φοβουμένας ἐς Βυζάντιον διαπλεῦσαι πρὸς φικράτην, ἀγγείλαντος τινὸς, ὡς φικράτης πολιορκοίη Χαλκηδο- νίους φίλους ὄντας, παρήγγειλεν ἀποπλεῖν ἐς Χαλκη- [*](Cap. 24. Cf. enoph. Hellen. 5, 1, 25 sq. — Cf. Rehdantz, vitae Iphicratis etc. p. 25, not. 9.) [*](1 αὐτοῦ F 7 φυλάκων] πολιτῶν Hertlein 8 ἑκάστῃ τῶν φυλακῶν Hertlein 10 τῆς προδοσίας τὸν κίνδυνον vulg. 13 οἱ πολέμιοι Κ τοὺς ante σαλπ. om. M 22 Καλχηδονίους et 23 αλχηδόνα F.)

99
δόνα καὶ ἀναχθεὶς ἐνήδρευσε περὶ τὴν Κυζικηνήν. οἱ δὲ ἀπὸ τῆς Τενέδου τὴν ἀναγωγὴν τὴν Ἀνταλκίδου πυθόμενοι κατὰ τάχος ἐπειρῶντο πρὸς τὸν φικράτην πλεῖν. ἐπεὶ δὲ ἐγένοντο κατὰ τας τῶν πολεμίων τριή- ῥεῖς οὐχ ὁρωμένας, ἀλλὰ ἀφανῶς ἐφορμούσας, Ἀνταλ- κίδας ἄφνω προσπεσών ταῖς Ἀττικαῖς τὰς μὲν κατέδυσε, τῶν δὲ πλειόνων ἐκράτησεν.

[*](e.40,1)

Ἀγησίπολις Μαντίνειαν ἐπολιόρκει μετὰ τῶν συμ- [*](385) μάχων, οἵ πρὸς τοὺς Μαντινεῖς εὖ διακείμενοι διὰ τὸ Λακεδαιμονίους ἄρχειν τῆς Ἑλλάδος εἵποντο μὲν ἐπὶ τὸν πόλεμον, κρύφα δὲ εἰσέπεμπον τοῖς Μαντινεῦσι νυκτὸς σὧν ἐδέοντο. Ἀγησίπολις μαθὼν τὰ δρῶώμενα κύνας περὶ τὸ στρατόπεδον ἠφίει πολλοὺς, [τοὺς] πλείονας δὲ κατὰ τὸ μέρος τὸ πρὸς τὴν πόλιν, ὅπως μηδεὶς αὐτομολοίη φυλαττόμενος ὑπὸ τῶν κυνῶν ἁλῶναι.

[*](e.41,1)

Σθένιππος Λάκων ζημιωθεὶς χρήμασιν ὑπὸ τῶν Ἐφόρων προσποιητῶς, αὐτομολῆσαι πρὸς τοὺς Τεγε- ἄτας ὑποκρινάμενος, δεξαμένων αὐτὸν ὡς αἰτίαν ὀργῆς δικαίας ἔχοντα, τοὺς διαπολιτευομένους τῷ ἄρχοντι αὐτῶν Ἀριστοκλεῖ διαφθείρας μετὰ τούτων πομπῆς οὔσης θύειν αὐτὸν μέλλοντα προσπεσὼν ἀπέκτεινεν.

[*](1 ἐνίδρευσεν F 2 ἀναγωγὴν vulg.; ἀγωγὴν F 10 τους om. M 12 μαντιεῦσι F 14 [τούς] πλείονας R; πλείονας F 18 χρήματα H 20 ὑποκρινάμενος Κ; ὑποκρινόμενος F; ὑπεκρί- νατο· οἱ καὶ προσεδέξαντο H.)
100
[*](258—248)

Καλλικρατίδας Κυρηναῖος τὸν τὴν ἄκραν Μαγνη- [*](e.54,5) σίας φυλάσσοντα [ἥτησε τραυματίας] αὐτοῦ δέξασθαι τέσσαρας. τοῦ δὲ ἐπιτρέψαντος ἕκαστον θωρακίσας κατέκλινε σπάθας αὐτοῖς παραθεὶς, χλανίδα ἐπιβαλῶών ἄνωθεν. ἐπεὶ δὲ κλίνας τέσσαρας φέροντες ἔνδον πυλῶν ἐγένοντο, εἴκοσιν ὁμοῦ νεανίαι ὡπλισμένοι τοὺς φύλακας ἀποσφάξαντες τὴν ἄκραν κατέσχον.

[*](258—248)

Καλλικρατίδας ἐν Μαγνησίᾳ πολιορκούμενος τῶν  [*](e.56,3) πολεμίων κριοὺς προσαγόντων τοῖς τείχεσιν αὐτὸς κατὰ τὸ ἀπρόσμαχον τοῦ τείχους παραρρήξας τοῦ πύργου μέρος, παραφυλάξας τὸν καιρὸν τῆς τῶν προσβαλλόντων διαδοχῆς περιῆλθε τὸ τεῖχος καὶ κατὰ νῶώτου προσπεσών πολλοὺς μὲν αὐτῶν διέφθειρεν, οὐκ ὀλίγους δὲ ἐζώγρησε· μετὰ δὲ τὴν νίκην τὸ τεῖχος ἀνῳκοδόμησεν.

[*](308—258)

Μάγας ἀπὸ Κυρήνης ἐκστρατεύων κατέλειπε μὲν καὶ τῶν φίλων τοὺς φρουρήσοντας τὴν πόλιν, ὄργανα [*](Cap 27. § 1. De tempore cf. Drοysen, Gesch. d. Hellenis- mus III, 1, p. 320, not. 3.) [*](Cap. 28. Ie Maga cf. Drοysen III, 1, p. 270, 274 cum notis et appendicis tab. IX.) [*](3 [ἥτησε τραυματίας] suppl. VW ex H: ὅτι ἐάν τις τραυμα- τίας τινάς τῶν οἰκείων πείσῃ δέξασθαι, δύναται κατασχεῖν πόλεως; cf. 1, 5. 7, 11, 4 8, 70. V ut quattour ex suis aegro tantes reciperet, unde [ ῇτησεν ἀρρώστους] 4 επιστρέψαντος F | 6 ἐπὶ F 10 προσαγόιτων F ] προσαγαγόντων vulg. 11 παρ- ρῆξας F 13 προσβαλόντων vulg. 18 κατέλειπε k, Patakis; κατέλιπε F.)

101
δὲ καὶ βέλη καὶ μηχανήματα κατέκλειεν εἴσω τῆς ἄκρας, ἀφῄρει δὲ καὶ τῶν τειχῶν τὰς ἐπάλξεις, ὅπως εἴ τινες νεωτερίσειαν, ἀνεῳγυῖαν ἔχοι τὴν διὰ τῶν πυλῶν εἴσοδον.

[*](e.21,1)

Μάγας Παραιτῶώνιον κατασχών συνέταξε τοῖς [*](266—263) φρυκτωροῖς πυρσὸν φίλιον αἴρειν ἔσπέρας καὶ πάλιν βαθέος ὄρθρου τὸν αὐτόν. τῇ τῶν πυρσῶν ἀπάτῃ προῆλθε τῆς χῶώρας ἄχρι τοῖ Χῖ καλουμένου.

Κλεώνυμος, Λακεδαιμονίων βασιλεὺς, Τροιζῆνα [*](277/76) πολιορκῶν κατὰ πολλὰ μέρη τῆς πόλεως ὀξυβελεῖς περιστήσας ἐκέλευσεν ἀφιέναι τοῖς βέλεσιν ἐπιγράψας ‘ἥκω τὴν πόλιν ἐλευθερῶώσωνʹ. ἔχων δὲ καὶ Τροιζη- νίους αίχμαλῶώτους ἀφῆκεν ἄνευ λύτρων. οἱ μὲν αἰχμάλωτοι εἴσω παρελθόντες εὐηγγελλίζοντο. Εὐδα- μίδας δὲ, στρατηγὸς Κρατεροῦ, φυλάττων τὴν πόλιν τοῖς νεωτερίζουσι παρετάττετο. καὶ δὴ τῶν ἔνδον ἀλλήλοις μαχομένων Κλεώνυμος προσθεὶς κλίμακας ἐξεῖλε τὴν πόλιν καὶ διήρπασε καὶ Σπαρτιάτην ἁρμο- στὴν μετὰ φρουρᾶς ἐπέστησεν.

Κλεώνυμος Ἔδεσσαν πολιορκῶν, τοῦ τείχους πε- [*](273) σόντος, τῶν πολεμίων ἐπελθόντων σαρισοφόρων - [*](Cap. 29. § 1. Cf.  Front.3, 6, 7. — Droysen III2, 1, p.1 199 sq.) [*](Cap. 29. § 2. Cf. Droysen, III2, 1, p. 199 sq.) [*](2 εἴ τινες Maasv ; ἐστὶν ἐς F ; εἰ vulg. 3 νεωτερήσειαν F || 5 προσέταξεν H 8 Xῑ F] Χειμώ Cas ; Δέλτα Blume, sed cf Droysen III2, 1, p. 274, not 2 16 Κρατεροῦ F; κράτερος vulg.; Κρατέρου W φυλάττων vulg.; φρίττων F; φρουρῶν W || 21 Ἔδεσσαν sic nummi, Polyb., Strabo, Prolem.; αἴδεσαν F|| Ἔδεσαν vulg. τοῦ τείχοντος F1 , corr. F2, 22 σαρησοφόρων F.)

102
ἑκάστη σάρισα πηχῶν ἦν ἑκκαίδεχα — ἐπύκνωσε τὴν αὐτοῦ φάλαγγα ἐς βάθος· τοὺς δὲ πρωτοστάτας καὶ τοὺς τούτων ἐπιστάτας ἄνευ δοράτων ἔταξε παραγγεί- λας, ἄν συμμίξωσιν οἱ σαρισοφόροι, διαλαβεῖν ἀμφο- τέραις ταῖς χερσὶ τὴν σάρισαν καὶ κατέχειν, τοὺς δὲ ἑπομένους παρὰ πλευρὸν ἑκάστου παρελθόντας ἐνεργεῖν τὴν μάχην. οἱ μὲν ἐλάβοντο τῶν σαρισῶν (οἱ δὲ) ἀνθέλκοντες , οἱ δὲ κατόπιν παρελθόντες ἀνεῖλον τοὺς σαρισοφόρους, καὶ ἄχρηστον ἠλέγχθη τὸ σαρίσης μέγεθος τῇ Κλεωνύμου δεινότητι.

[*](363)

Κλέαρχος ρακλεώτης ἀκρόπολιν ἀναστῆσαι βου- λόμενος μισθοφόρους συνέταξε λεληθότως ἐξιέναι νυκτὸς, λωποδυτεῖν, ἁρπάζειν, ὑβρίζειν, τιτρῶώσκειν. ἀγανακτοῦντες οἱ πολῖται παρεκάλεσαν Κλέαρχον βοη- θεῖν· ὁ δὲ οὐκ ἄλλως ἔφη δυνατὸν εἶναι τὴν ἀπόνοιαν αὐτῶν κατασχεῖν, εἰ μή τις αὐτοὺς περιτειχίσειεν. συγχωρησάντων Ἡακλεωτῶν τόπον τῆς πόλεως περι- τειχίσας ἀκρόπολιν κατασκευάσας οὐκ ἐκείνους ἐκῶώ- λυσεν, ἀλλʼ αὐτῷ τὸ ἐξεῖναι πάντας ἀδικεῖν παρέσχεν.

[*](363—352)

Κλέαρχος ρακλείας τύραννος ἐλογοποίησεν, ὡς ἀπαλλαγῆναι βουλόμενος μετὰ τῶν δορυφόρων καὶ τῇ βουλῇ τῶν τριακοσίων παραδοῦναι τὰ πράγματα. οἱ [*](Cap. 30 De Clearchi tyrannide eiusque tempore cf. Schaefer, Demosth. I, p. 106 sq.) [*](1 ἑκάστη δὲ vulg. σάρεισα et σαρεισοφόροι constanter 2 αὐτοῦ F 5 τὰς σαρίσσας K; τῶν σαρισσῶν S. Acerius ad Aeliani Tactica 6 ἐνεργεῖν (i. e. ἐνεργῆ ποιεῖν) τὴν μάχαιραν R 7 (οἱ δέ) del Rud Schoell 8 ἀνθέλκοντες] ἔστησαν add. Rota, ἦσαν vulg.; ἀνθεῖλκον αὐτὰς Κ περιελθόντες 20 αὐτῷ F.)

103
δὲ συνῆλθον ἐς τὸ βουλευτήριον ὡς ἐπαινεσόμενοι Κλέαρχον καὶ τὴν ἐλευθερίαν ἀποληψόμενοι· ὁ δὲ περιστήσας τῷ βουλευτηρίῳ στρατιῶώτας τῶν τριακοσίων ὑπὸ τοῦ κήρυκος ἀνακαλουμένων καθʼ ἕνα συλλαβῶν ἐκέλευσε πάντας ἄγειν ἐς τὴν ἀκρόπολιν.

Κλέαρχος βουλόμενος πολλοὺς τῶν πολιτῶν ἀπο- [*](363—352) κτεῖναι πρόφασιν οὐκ ἔχων κατέλεξε τοὺς ἀπὸ ἑκκαί- δεκα ἐτῶν μέχρι πέντε καὶ ἑξήκοντα ἐπὶ στρατείαν ἐν τοῖς κυνικοῖς καύμασιν ὡς πόλιν Ἀστακὸν πολιορ- κήσων. ἐπεὶ δὲ ἦκε τῆς Ἀστακοῦ πλησίον, τοὺς μὲν πολίτας ἐν ἐλῶώδει χωρίῳ καὶ νηνέμῳ καὶ μεστῷ στα- σίμων ὑδάτων ἐκέλευσε στρατοπεδεῦσαι παραγγείλας προσέχειν, μὴ Θρᾷκες ἐπιφανῶσιν ἐκ τῆς χῶώρας. αὐτὸς δὲ ωως κακοπαθήσων περὶ τὴν πολιορκίαν μετὰ τῶν ξένων ὑψηλὰ χωρία καὶ σύσκια, ὕδασιν ἐπιρρεόμενα καταλαβόμενος ἐστρατοπέδευσεν καὶ μέχρι τοσούτου τὴν πολιορκίαν παρέτεινεν, ἕως τοὺς πολίτας αὐτοῦ διέφθειρεν ὥρᾳ θέρους τὸ ἑλῶδες καὶ ἐπίνοσον τοῦ στρατοπέδου. ἐπεὶ δὲ διεφθάρησαν ἅπαντες, τότε μετὰ τῶν μισθοφόρων ἀνέζευξε λοιμῷ προσθεὶς τὴν αἰτίαν τῆς τῶν πολιτῶν τελευτῆς.