Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Κύψελος Ἀρκαδίας ἦρχεν. Ἡρακλεῖδαι στρατεύ- ουσιν ἐπʼ Ἀρκάδας. χρησμὸς ἦν, ξένια παρʼ Ἀρκά- δων εἰ λάβοιεν, σπένδεσθαι. Κύψελος ὥρᾳ θέρους προσέταξε τοῖς γεωργοῖς τὴν ὀπώραν ἀφελόντας θέντας παρὰ τὴν ὁδὸν ἀναχωρεῖν· οἱ στρατιῶται τῶν Ἡρα- κλειδῶν ἄσμενοι ταῖς ὀπώραις ἐχρήσαντο. Κύψελος ἀπαντήσας ἐπὶ ξένια τοὺς Ἡρακλείδας ἐκάλει· τῶν δὲ μνήμῃ τοῦ μαντείου τὴν τιμὴν ἀπωθουμένων, ῾ καὶ μὴν’, ἔφη, φθάνουσα ὑμῶν ἡ στρατιὰ ξένια παρʼ [*](Cap. 6. Ex Ephoro coll. fr. 16; cf. Apollod. 2, 8, 4.) [*](3 Πελοπόνησον F || 5 Μεσσήνης F || 11 ἐτέτηκτο F] ἐτήκετο vulg 15 Ἡρακλείδαις Κ, cf. 4, 1. 7, 42 16 ξενίαν F; corr. V, cf. infra v. 23 || 18 θέντας ; τιθέντας F 21 ξενία F.)

13
ἡμῶν τὴν ὀπώραν ἔχειʼ. οὕτως ἄρα Ἡρακλεῖδαι τῇ σοφίᾳ τοῦ Κυψέλου πρὸς Ἀρκάδας ἐσπείσαντο.