Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](467)

Ἀρχίδαμος ἐν Ἀρκαδίᾳ μέλλων παρατάσσεσθαι τῇ ὑστεραίᾳ ἐπέρρωσε τοὺς Σπαρτιάτας διὰ νυκτὸς βωμὸν ἱδρυσάμενος καὶ κοσμήσας ὅπλοις λαμπροτάτοις καὶ ἵππους δύο περιαγαγών. ἐπεὶ δὲ ἦν ἕως, οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι καινὰ ὅπλα καὶ δυοῖν ἵπποιν ἴχνη καὶ βωμὸν αὐτόματον ἰδόντες διήγγειλαν, ὡς οἱ Διόσ- [*](Cap. 41. De fontibus cf. J. p. 443 sq.) [*](Cap. 41. § 1. Cf. Front. 1, 11, 9. — M. Duncker, Gesch. d. Altert. 8, p. 134.) [*](6 ἐπὶ Κ; πρὸς H; ἐπὶ vel πρὸς R; περὶ F: cf. 3, 1, 1 || 11 ἐμβόλοις R 12 πρὸς τῇ γῇ καθωρμισμένας Diod.; προσ U+00AF ορμιζούσας vulg. 13 ἀφεῖλκεν F] ἀνεῖλκε (retrahebat V) Blume et codd. quidam Casauboni; ἐφεῖλκε vulg.; ἀποσπᾶν ... ἐπειρᾶτο Diod. Φαρναβάζοι F, unde W coni. Φαρναβάζειοι coll. 2, 2, 9; Φαρναβαζου vulg. 20 περιαγαγὼν K ; περιάγων F 21 καινά | καὶ τὰ Κocn. p. 310.)

47
κουροι συμμαχήσοντες ἥκοιεν. οἱ στρατιῶται θαρ- ρήσαντες καὶ τὰς γνώμας ἔνθεοι γενόμενοι γενναίως ἠγωνίσαντο καὶ τοὺς Ἀρκάδας ἐνίκησαν.

Ἀρχίδαμος ἐπολιόρκει Κόρινθον. ἦν ἐν τῇ πόλει στάσις τῶν πλουσίων καὶ τῶν πενήτων, τῶν μὲν ὡς ὀλιγαρχίαν πραττόντων, τῶν δὲ ὡς προδοσίαν. ταῦτα μαθὼν Ἀρχίδαμος ἀνῆκε τὸ σφοδρὸν τῆς πολιορκίας· οὐκέτι μηχανήματα προσῆγεν, οὐκέτι περιετάφρευεν, οὐκέτι τὴν χώραν ἔτεμνεν. οἱ πλούσιοι φοβηθέντες ὡς ἄρα τοῖς πέυησι προδιδοῦσι χαρίζοιτο, φθάσαντες ἐπεκηρυκεύσαντο καὶ τὴν πόλιν ἐνέδωκαν Ἀρχιδάμῳ, σφίσιν αὐτοῖς ἀσφαλὲς πρὸς αὐτὸν συνθέμενοι.

[*](e. 30,1)

Δακεδαιμονίων ἡ πόλις ἐσείσθη, καὶ πέντε μόναι [*](464) διεσώθησαν οἰκίαι. Ἀρχίδαμος ὁρῶν τοὺς ἀνθρώπους ἐπὶ τὸ σώζειν τὰ ἐν ταῖς οἰκίαις τραπομένους δείσας, μὴ πάντες ἀποληφθέντες ἀπόλοιντο, τῇ σάλπιγγι πολε- μίων ἔφοδον ἐσήμηνεν. πιστεύσαντες οἱ Δάκωνες πρὸς αὐτὸν συνέδραμον· αἱ μὲν οἰκίαι συνέπεσον, αὐτοὶ δὲ οὕτως ἐσώθησαν.

Ἀρχίδαμος κρατούντων Ἀρκάδων αὐτὸς ἤδη παρει- [*](365) μένος ὑπὸ τραύματος φθάσας ἐπεκηρυκεύσατο περὶ νεκρῶν ἀναιρέσεως, ὅπως μὴ καὶ οἱ λοιποὶ προσαπό- λοιντο.

[*](e. 3,1)

Ἀρχίδαμος νύκτωρ τοὺς στρατιώτας ἦγεν ἐπὶ Κα- [*](367) [*](Cap 41. § 3. Cf. Plut. Cimon. 16; Diod. 11, 63. — M. Duncker, Gesch. d. Altert. 8, p. 134, not. 3; p. 135, not. 2.) [*](Cap. 41. § 4. Cf. Χenoph. Hellen. 7, 4, 25; Iust. 6, 6, 9.) [*](1 στρατιῶται] Spartiatae V 12 σφίσιν αὐτοῖς Hertlein; οἱ (οἳ vulg.) εἰσαῦθις F; οἳ om. Κ, τὸ Blume, quod W dubitanter recepit 16 ἀποληφθέντες corr. ex ἀπολειφθέντες F; ἀπολει- φθέντες H vulg 17 ἐσήμηνεν scripsi; ἐσήμαινεν F ; ἐσήμανεν HM; ἐκέλευσε σημαίνειν Plut. 24 Καρύας Heringa; Χάρας F.)

48
ρύας· ὁδός ἦν ἄνυδρος, τραχεῖα, πολλὴ, καὶ ἠγανά- κτουν οἱ στρατιῶται τῷ πόνῳ· παρεμυθεῖτο αὐτους Ἀρχίδαμος, ὡς οἷόν τε ἦν, καὶ παρεκάλει μηδαμῶς ἐνδιδόναι. ἐπεὶ δὲ ἄφνω προσπεσόντες καὶ πολλοὺς τῶν πολεμίων κτείναντες ἐξεῖλον τὸ χωρίον, οἱ μὲν ἐδειπνοποιοῦντο ἐπὶ τῇ νίκῃ γεγηθότες· Ἀρχίδαμος δὲ ἤρετο, πηνίκα δοκοῦσιν ἁλῶναι τὴν πόλιν; λεγόν- των δὲ τῶν μὲν, ἡνίκα προσεβάλλομεν, τῶν δὲ, ἡνίκα ἠκοντίζομεν, τῶν δὲ, ἡνίκα ἐτοξεύομεν· οὐδαμῶς,ʼ ἔφη αὐτὸς, ἀλλὰ τότε, ὅτε τὴν πολλὴν καὶ ἄνυδρον ὁδὸν ἐπορευόμεθα· τὸ γὰρ βούλεσθαι πονεῖν πάντων κρα- τεῖν πέφυκεν.᾿