Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

26
[*](ca 560)

Κροῖσος Δυδὸς ἐπιπλεῖν τοῖς νησιώταις παρε- σκευάζετο. Βίας ὁ Πριηνεὺς ἐξέπληξε τὸν Δυδὸν εἰ- πὼν οἱ νησιῶται πολλὴν ἵππον ἐπί σε ὠνοῦνταιʼ. ὁ δὲ γελάσας ἔφη ὦ Ζεῦ, νησιώτας ἐν ἠπείρῳ λά- βοιμι᾿. ὁ δὲ Βίας τί δʼ ἄλλο [οἴει]᾿ , ἔφη, κἀκείνους εὔχεσθαι Διὶ, ἢ ὅπως Κροῖσον ἠπειρώτην ἐν θαλάσσῃ λάβοιεν;᾿  ὁ λόγος Βίαντος ἔπεισεν Κροῖσον ἐπὶ τὰς νήσους πλεῦσαι μηκέτι.