Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

14

Προκλῆς καὶ Τήμενος Ἡρακλεῖδαι Εὐρυσθείδαις [*](e.18,1) κατέχουσι τὴν Σπάρτην ἐπολέμουν. Ἡρακλεῖδαι μὲν δὴ ἔθυον τῇ Ἀθηνᾷ τῷν ὁρίων ὑπερβατήρια, Εὐρυ- σθεῖδαι δὲ ἄφνω προσέπιπτον ἐς μάχην· οὐ μην ἡρέ θησαν Ἡρακλεῖδαι, ἀλλὰ τοὺς αὐλητὰς, ὡς εἶχον, ἡγεῖσθαι κελεύουσιν. οἱ μὲν τοῖς αὐλοῖς ἐμπνέοντες ἡγοῦντο, οἱ δὲ ὁπλῖται πρὸς τὸ μέλος καὶ τὸν ῥυθμὸν ἐμβαίνοντες ἄρρηκτοι τὴν τάξιν ἐγένοντο καὶ τοὺς πολεμίους ἐνίκησαν. ἡ πεῖρα ἐδίδαξε τοὺς Λάκωνας τὸν αὐλὸν ἔχειν ἀεὶ στρατηγὸν ἐν ταῖς μάχαις. αὐλὸς ἡγεῖται Λακώνων ἐς πόλεμον ἰόντων καὶ τὸ ἐμβατή- ριον αὐλὸς ἐνδίδωσι τοῖς μαχομένοις. οἶδα ἐγώ καὶ τὸν θεὸν ἀνελόντα νίκην Λάκωσιν, ἔστ’ ἄν πολεμῶσι μετά αὐλητῶν καὶ μὴ πρὸς αὐλητάς. τὸ λόγιον ἤλεγ- ξεν ἐν Λεύκτροις ἡ μάχη. ἐν γὰρ δὴ Λεύκτροις αὐ- λητῶν οὐχ ἡγουμένων οἱ Λάκωνες παρετάξαντο πρὸς Θηβαίους, οἷς πάτριον ἀσκεῖν αὐλητικὴν, ὥστε δῆλος ἦν ὁ θεὸς προαγορεύσας, ὅτι νικήσουσί ποτε Θηβαῖοι Λάκωνας αὐλῷ μὴ στρατηγουμένους.

[*](Cap. 10. De his disseruerunt Manso, Sparta l, 2, p. 169; Wachsmuth. Iahnii annal. 1868 p. 1 sqq.; Schoemann, Griech. Altertümer I3, p. 576.)[*](2 Εὐρυσθείδαις] ρεστίδαις Manso. cf. J. p. 425 sq. || 4 ὁρίων Pierson p. 223; ὀρείων F ; ὀρέων Cobet; aut ὅρων aut μεθορίων R 5 ᾑρέθησαν, oppressi, victi sunt᾿  Hertlein, quod confirmat F: ἠρέθισαν (ι pro η, εἰ in F saepissime occurrit); ἡρέθησαν etiam Neapoltani duo; ἠρέθεσαν M; ἥρισαν D; ἔδεισαν 14 ἔστʼ ἂν Cas ; εὖτ’ ἂν F.)
15

Ἀκούης Λακεδαιμονίων Τεγέαν προδοσίᾳ νύ- κτωρ καταλαβομένων τοῖς ἰδίοις ὁπλίταις ἔδωκε σύν- θημα κτείνειν τοὺς τὸ σύνθημα ἐρωτῶντας. οἱ μὲν δὴ Ἀρκάδες οὐκ ἐπηρώτων· οἴ δὲ Σπαρτιᾶται ὡς ἐν νυκτὶ ἀγνοοῦντες καὶ διὰ τοῦτο ἐρωτῶντες ὑπὸ τῶν Ἀρκάδων ἀνῃροῦντο.

[*](e.12,2)

Θεσσαλὸς Βοιωτῶν τῶν Ἄρνην οἰκούντων Θεσ- σάλοις πολεμούντων τέχνῃ ἐκράτησεν ἄνευ μάχης. νύκτα παραφυλάξας ἀσέληνον καὶ σκοτεινὴν ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας ἀνὰ τὸ πεδίον ἄλλον ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρῶν δᾷδας καὶ λυχνού- χους ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν οὖ καθαιρεῖν. οἱ Βοιωτοὶ τὴν ὄψιν τοῦ πυρὸς ὥσπερ ἀστραπὰς κυ- κλουμένας ἰδόντες ἐδεδίξαντο καὶ πρὸς ἱκεσίαν τῶν Θθεσσαλῶν ἐτράποντο.

Μενέλαος ἐπανιών ἀπʼ Αἰγύπτου τὴν Ἑλένην ἄγων Ῥόδῳ προσέσχε. Τληπολέμου δὲ ἐν Τροίᾳ τε- [*](Cap. 11. Cf. 6. Fr. Unger, Philol. 26, p. 369 sqq. Cap. 12. Ex Ephoro coll. 7, 43.) [*](1 Ἀκούης idem nomen et pariter corruptum esse atque Ἄλνης cap. 8 statuit R || 2 post Λακεδαιμονίων Unger inserit κατεχόντων || 3 καταλαβομένων M; καταβαλομένων F ; καταλα- βόμενος Unger || 7 Ἀργείων Unger 9 τῶν om. H 13 κατὰ τὰς κορυφὰς Κ || ὀρῶν K ut 1, 1, 3. 2, 2, 6. 4, 3, 27. 8 10, 2; ὀρέων F || λύχνους H || 14 αὖ om. H || καθαίρειν F; καθελεῖν H || 16 καὶ om. F pr. m. || 20 δὲ [τοῦ] ἐν Hertlein.)

16
θνηκότος γυνὴ Πολυξώ πενθοῦσα, ἐπειδή τις ἤγγειλε Μενέλεων μετὰ τῆς Ἑλένης ἥκειν, τιμωρῆσαι τῷ ἀνδρὶ βουλομένη μετὰ Ῥοδίων ἁπάντων ἀνδρῶν καὶ γυναι- κῶν αἰρομένων πῦρ καὶ λίθους ἐπὶ τὰς ναῦς κατέ- δραμε. Μενέλεως ὑπὸ τοῦ πνεύματος ἀναχθῆναι κω- λυόμενος τὴν μὲν Ἑλένην ἐς κοίλην ναῦν κατέκρυψε, τὸν δὲ κόσμον αὐτῆς καὶ τὸ διάδημα θεραπαίνῃ τῇ μάλιστα καλλίστῃ περιέθηκεν. οἱ δὲ (μάλιστα) πιστεύ- σαντες Ἑλένην εἶναι πῦρ καὶ λίθους ἐπὶ τὴν θερά- παιναν * * * καὶ ὡς ἱκανὴν δίκην ἐπὶ τῷ Τληπο- λέμῳ λαβόντες τὸν Ἑλένης θάνατον ἀνεχώρησαν. Με- νέλεως δὲ τὴν Ἑλένην ἔχων ἀπέπλευσεν.

[*](ca. 520 (alii 495))

Κλεομένης, Λακεδαιμονίων βασιλεὺς, Ἀργείοις [*](e.20,1) ἐπολέμει καὶ ἀντεστρατοπέδευεν. ἦν τοῖς Ἀργείοις ἀκριβὴς φυλακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεομένης βούλοιτο, ὑπὸ κήρυκος ἐσήμαινε τῇ στρατιᾷ, καὶ αὐτοὶ τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλι- ζομένων ἀνθωπλίζοντο, ἐπεξιόντων ἀντεπεξῄεσαν, ἀνα- [*](Cap. 14. Cf. Herod. 6, 77 et 78; de tempore cf. Curtius, Griech. Gesch. I 4, p. 362 et not. 159 (p. 650).) [*](1 Πολυξώ Lennep ap. Heringam obs. 120 ex Paus 3, 19, 9 ; Φιλοξὼ F; Φιλοζώη Cas. Κ: cf. Tzetz. ad Lycophr. 911 8 (μά- λιστα) contra usum Polyaeni; om. D. Prius μάλιστα suspectum habuit K, cf. tamen 7, 21, 2 μάλιστα πολεμιωτάτην, Herod. post Moer. p. 460 μάλιστα πλουσιώτατος, Thucyd. 7, 42, 3 μάλιστα δεινότατος, Xenoph. Anab. 7, 2, 22 μάλιστα νυκτὸς πολε- μικωώτατοι || 10 hiatum notavi; ἔπεμπον suppl M vulg.; ἀφῆκαν C || ἐπὶ τῷ πολέμω F, || 15 ἀντεστρατοπέδευεν H; ἀντεστρατοπέδευσεν F || 16 καὶ F]  καὶ γὰρ VΚ || 17 ἐσημαίνετο R 18 αὐτὸς . . ἐσπούδαζεν F || 19 ἐπεξιόντων Hercher; ἐξιόντων F || ἀντεπεξῄ- εσαν H; ἀντεπεξίεσαν F.)

17
παυομένων ἀντανεπαύοντο. Κλεομένης λάθρα παράγ- γελμα ἔδωκεν, ὅταν ἀριστοποιεῖσθαι κηρύξῃ, ὁπλίσα- σθαι. ὁ μὲν ἐκήρυξεν· οἱ δὲ Ἀργεῖοι πρὸς ἄριστον ἐτράποντο. Κλεομένης ὡπλισμένους ἐπαγαγὼν εὐμαρῶς ἀόπλους καὶ γυμνοὺς τοὺς Ἀργείους ἀπέκτεινεν.

[*](e.54,1)

Πολύδωρος, Λακεδαιμονίων Μεσηνίοις εἴκοσιν [*](743_724) ἔτεσι πολεμούντων, πρὸς τὸν ἀπὸ τῆς ἑτέρας οἰκίας βασιλέα Θεόπομπον διαφορὰν ὑπεκρίνατο καὶ αὐτό- μολον ἔπεμψεν ἀγγέλλοντα, ὅτι στασιάζουσι δὴ καὶ καταλείψουσιν ἀλλήλους. Μεσήνιοι παρεφύλαττον. Θεόπομπος μὲν ἀνέζευξε καὶ οὐ μακρὰν ἀπέκρυψε τὴν στρατιὰν εἰς ἀναχώρησιν. ταῦτα ὁρῶντες οἱ Με- σήνιοι καταφρονοῦσι μόνου τοῦ Πολυδώρου καὶ πασ- συδὶ τῆς πόλεως προελθόντες ἐτράποντο ἐς μάχην. Θεόπομπος, τῶν σκοπῶν σημηνάντων, ἐξ ἀφανοῦς περι- ελθών τό τε ἄστυ ἔρημον εἷλε καὶ κατόπιν ἐμβάλ- λει τοῖς Μεσηνίοις, οἱ περὶ Πολύδωρον κατὰ πρόσ- ωπον. ἀμφίβολοι γενόμενοι Μεσήνιοι κατὰ κράτος ἑάλωσαν.

[*](2 κηρύξω ὁπλίσασθε H || 4 ἐτρέποντο H || εὐμαρῶς F; εὐχε- ρῶς H; εὖ μαλʼ C, unde Κoen. p. 218 εὖ μαλʼ ὡς || 5 ἀόπλους (═ γυμνοὺς) καὶ ῥαθύμους R; (ἀόπλους καὶ) γυμνοὺς Rud. Schoell coll. 1, 40, 5 || τοὺς om. FH; || add. vulg. 7 εἴκοσι ἔτεσι πολεμούντων F] πολ. εἴκ. ἔτ. vulg. || 10 ἀγγελοῦντα K 11 παρ- εφύλαττον K (sic Polyaenus ubique); παρεφυλάττοντο F 12 aut ἀπέπεμψε pro ἀπέκρυψε aut εἰς δασὺ χωρίον pro εἰς ἀναχωώ- ρησιν R; ἀνέζευξεν ὡς ἀναχωρήσων Hertlein deletis εἰς ἀνα- χωώρησιν 15 ἐτράποντο ἐς μάχην F] εἰς μάχην ἐτράποντο vulg. || 17 ἐμβάλλει RK cepit V; ἐμβαλλουσι F; οἱ δὲ περὶ RΚ.)
18

Λυκοῦργος Λακεδαιμονίους θειοτέρῳ φόβῳ κατ- ηνάγκασεν ὑπακοῦσαι τοῖς νόμοις. εἴ τινα νόμον ἐξεῦρε, κομίσας εἰς Δελφοὺς ἠρώτα τὸν θεὸν, εἰ συμ- φέροι· ἡ δὲ προφῆτις χρήμασι πεπεισμένη ἀεὶ συμ- φέρειν ἔχρα. οἱ Λάκωνες φόβῳ τοῦ θεοῦ τοῖς νόμοις ὡς χρησμοῖς ὑπήκουσαν.

Λυκοῦργος παρήγγειλεν ἐπὶ τοὺς αὐτοὺς, ὦ Λά- [*](e.13,1) κωνες, μὴ στρατεύετε πολλάκις, ἵνα μὴ πολεμεῖν τοὺς ἐναντίους διδάσκοιτε᾿.

Λυκοῦργος προσέταττε τοῖς Λάκωσι τοὺς πολε- [*](e.45,1) μίους φεύγοντας μὴ φονεύετε, ἵνα τὸ φεύγειν ἡγοῖντο τοῦ μένειν λυσιτελέστερονʼ.

[*](645—628)

Τυρταῖος, Λακεδαιμονίων μελλόντων παρατάττε- [*](e.12,3) σθαι Μεσηνίοις καὶ βεβουλευμένων νικᾶν ἢ ἀποθανεῖν ἐν τῇ μάχῃ, ἵνα δὲ ὑπὸ τῶν οἰκείων ἐν τῇ τῶν νε- κρῶν ἀναιρέσει γνωρίζοιτο ἕκαστος, ἐπὶ (τὰς) σκυταλί- δας τοὔνομα γραψάντων καὶ περὶ τῇ λαιᾷ χειρὶ φερόν- των, βουλόμενος ἐκπλῆξαι τοὺς Μεσηνίους τοῦτο [*](Cap. 16. § 1. Cf. Gelzer, Mus. Rhen. 28, p. 38.) [*](Cap. 16. § 2. 3. Cf. Plut. apophthegm. Lacon. et vit. Αges. 26, Lycurgi 12 et 22 extr. — K. Trieber, Forschungen zur spartanischen Verfassungsgeschichte p. 39.) [*](Cap. 17. Ex Ephoro coll Diod. fr. 8, 24, 2 (Dindorf; cf. J. p. 428.) [*](4 ἐξεύρισκε K || 8 παρήγγελλεν K || 9 στρατεύετε F, Κ; στρα- τεύητε F2 vulg. 10 διδάσκοιτε F] διδάσκητε vulg. 12 τὸ φεύ- γειν . . . τοῦ μένειν F1 H Plut.; τοῦ φεύγειν . . . τὸ μένειν F1 μὴ τοῦ φ . . . . τὸ μ. F2 vulg. 18 τὰς aut delendum aut in τινας mutandum censuit Hertlein.)

19
μαθόντας παρήγγειλε μὴ παρατηρεῖν τοὺς αὐτομολοῦν- τας Εἴλωτας. οἱ δὲ μηδενὸς παραφυλάττοντος ἀνέδην αὐτομολήσαντες ἤγγειλαν τοῖς Μεσηνίοις τὴν ἀπόνοιαν τὴν Δακωνικήν. οἱ δὲ καταπλαγέντες ἀσθενέστερον ἀγωνισάμενοι τὴν νίκην οὐ διὰ μακροῦ Δακεδαιμο- νίοις ἔδωκαν.

Ἀθηναίοις καὶ Πελοποννησίοις πόλεμος ἦν. ὁ θεὸς ἔχρησε νικᾶν Ἀθηναίους, εἰ ὁ βασιλεὺς αὐτῶν ἀποθάνοι πρὸς ἀνδρὸς Πελοποννησίου. Κόδρος ἦν Ἀθηναίων βασιλεύς. οἱ πολέμιοι τὸ λόγιον εἰδό- τες, κοινὸν αὐτοῖς παράγγελμα ἦν ἐν ταῖς μάχαις ἀπέχεσθαι Κόδρου. ὁ δὲ, ἦν γὰρ ἑσπέρα, σχῆμα φρυ- γανιστῆρος λαβῶν τοῦ χάρακος προελθὼν ἔτεμνε τὴν ὕλην. Ετυχον δὲ καὶ Πελοποννήσιοι ἄνδρες κατὰ φρυγανισμὸν ἥκοντες. ἁψιμαχεῖ τούτοις Κόδρος, ὥστε καὶ τὸ δρέπανον ἐπʼ αὐτοὺς ἀνατεινάμενος ἔτρωσεν. οἱ δὲ φθάσαντες κατακαίνουσιν αὐτὸν τοῖς δρεπάνοις καὶ γαννύμενοι ἀπηλλάγησαν ὡς ἀνδραγάθημα δὴ πεποιηκότες. παιωνίσαντες Ἀθηναῖοι — τί γὰρ οὐκ ἔμελλον τοῦ λογίου πεπληρωμένου; — θυμῷ καὶ ῥύμῃ πλείονι προίασιν εἰς μάχην καὶ πρὸ τῆς μάχης κήρυκα πέμψαντες ἤτησαν ἀναίρεσιν τοῦ βασιλέως. Πελοποννήσιοι μὲν συνέντες τοῦ γεγονότος ἔφυγον· Αθηναῖοι δὲ νικήσαντες Κόδρῳ τιμὰς κατεστήσαντο [*](2 οἱ οὖν R 5 μικροῦ F; corr. vulg. || 11 πολέμιοι F] Πελο- ποννήσιοι M 17 ἐπανατεινάμενος M 20 γὰρ οὐκ F] γὰρ M 22 ῥύμῃ Hercher; ῥώμη F προΐασιν Blume; προιᾶσιν F 25 κατεστήσαντο W coll. 1, 19. 6, 7, 2. 8, 4 et Ιuliano or. I, 16 D τιμὰς καταστῆσαι; ἀνεστήσαντο F ; ἀνέδησαν vel ἄνηψαν τὰς Hertlein; τιμὰς . . . . καὶ ἀνέστησαν τὸ (αὐτῷ Schömann) ἡρῷον Lugebit Ιahnii annal. suppl. V, p. 545 sq. probante Schoemann. Ιahnii ann. 1872, p. 148.)

20
τῶν ἡρώων, ὅτιπερ τοὺς πολεμίους ἑκουσίῳ θανάτῳ κατεστρατήγησεν.

Ἀθηναίων στρατηγὸς ἦν Μέλανθος, Βοιωτῶν Ξάνθος. ἐπολέμουν Μελαινῶν πέρι· Μελαιναὶ χωρίον μεθόριον Ἀττικῆς καὶ Βοιωτίας. ὁ θεὸς ἔχρησε· τῷ ξάνθῳ τεύξας ὁ μέλας φόνον ἔσχε Μελαίνας. τοῦ λογίου τὸ ἔργον ἀποβαίνει τῇδε. οἱ στρατηγοὶ μονομαχοῦσι τῆς νίκης πέρι, καὶ συνιόντων ὁ Μέ- λανθος ἔφη καὶ μὴν ἀδικεῖς δεύτερος ἰών ἐπὶ τὴν μάχηνʼ. ὁ Ξάνθος ἐπεστράφη τὸν δεύτερον ὀψόμε- νος καὶ ὑπὸ τοῦ Μελάνθου τῷ ξυστῷ διελαθεὶς ἀνῃ- ρέθη. Ἀθηναῖοι τῷ στρατηγήματι τῆς ἀπάτης νική- σαντες ἐτήσιον ἑορτὴν κατεστήσαντο, ἥν γε δὴ κληΐζου- σιν Ἀπατούρια.

[*](ca. 604)

Ἀθηναῖοι καὶ Μεγαρεῖς ἐπολέμουν χρόνῳ μακρῷ Σαλαμῖνος πέρι. ἡσσώμενοι Ἀθηναῖοι νόμον ἐκύρωσαν [*](Cap. 19. Ex Ephoro coll. Harpocr. s. v. Ἀπατούρια. - Cf Front. strat. 2, 5, 41; Conon, narrationes 39.) [*](Cap. 20. § 1. Cf. Plut. vita Sol. 8 et Ιust. 2, 7.) [*](5 Κελαινῶν schol. ad Aristoph. Acharn. 146, Pac. 890 || 6 ἐν μεθορίῳ vel ἐν μεθορίοις Hertlein 7 ἔχρησε· τῷ ξάνθῳ τεύξας ὁ μέλας φόνον Rud. Schoell; ἔχρησε τῷ Ξάνθῳ· τεύξαν ἀπάτην ὁ μέλας φόνον F; τάξιν ἀπάτῃ vulg.;.. . τεύξας ἀπά- την w. qui confert Hom. Od. 8, 276 τεῦξε δόλον φόρον, ᾿Ῥrae- dam C. L. Roth W 10 δεύτερος ἰὼν F| δεύτερον ἄγων vulg ; cf. schol. ad Aristoph. Acharn. 146 ἀδικεῖν αὐτὸν δεύτερον ἥκοντα, id. Pac. 890 ἀδικεῖς δεύτερος παραγενόμενος 12 διελαθεὶς F| διελασθεὶς vulg. 15 Ἀπατούρια Maasvicius; ἀπατηρίαν F 18 περγης σώμενοι (sic) F.)

21
῾τῷ ἀγορεύσαντι πλεῖν ἐπὶ Σαλαμῖνος μάχῃ θάνατος ἔστωʼ. Σόλων τὸν θάνατον οὐ φοβηθεὶς λύει τὸν νόμον· λύει δὲ δὲ. μανίαν ὑποκρίνεται καὶ προελ- θών εἰς ἀγορὰν ἐλεγεῖα ἦδε· τὰ δὲ ἐλεγεῖα ἦν Ἀρήϊα ἄσματα. τούτοις ἤγειρεν Ἀθηναίους ἐπὶ τὴν μάχην. οἱ     δὲ κάτοχοι ἐκ Μουσῶν καὶ Ἄρεως αὐτίκα τε ἀνή- γοντο ἄδοντες ὁμοῦ καὶ ἀλαλάζοντες καὶ Μεγαρεῖς κατὰ κράτος ἐνίκων· καὶ πάλιν ἡ Σαλαμὶς Ἀθηναίων κτῆμα ἦν. Σόλων δὲ μάλα ἐθαυμάζετο καὶ τὸν νόμον λύσας τῇ μανίᾳ καὶ τὸν πόλεμον νικήσας τῇ μουσικῇ.

[*](e.28,1)

Ἤν πόλεμος Ἀθηναίοις καὶ Μεγαρεῦσι Σαλαμῖ- νος πέρι· Σόλων ἔπλευσεν ἐπὶ Κωλιάδος, ἔνθα αἱ γυναῖκες Δήμητρι ἑορτὴν ἐτέλουν ἐπʼ αὐτῇ τῇ θα- λάσσῃ. αὐτόμολον ἐκπέμπει Σόλων ἀγγελοῦντα Με- γαρεῦσιν ῾ ἥν ἐπὶ Κωλιάδος πλεύσητε, τὰς Ἀθηναίων γυναῖκας αἱρήσετε χορευούσας· ἀλλὰ μὴ μέλλετε ᾿  . Μεγαρεῖς τῇ. ἀπάτῃ πείθονται. οἱ μὲν δὴ ἐπέπλεον·  Σόλων δὲ τὰς μὲν λυναῖκας ἀναχωρῆσαι κελεύει, μει- μένα, στεφάνους περικείμενα, κρυπτοῖς ἐγχειριδίοις ὡπλισμένα παρὰ τὴν ἠιόνα παίζειν καὶ χορεύειν ἔταξεν. οἴ δὲ Μεγαρεῖς τῇ ὄψει τῶν ἀγενείων καὶ τῇ ἐσθῆτι τῶν γυναικῶν ἐξαπατώμενοι τῶν νεῶν ἀποβάντες ἐπειρῶντο συλλαμβάνειν οἷα δὴ γυναῖκας· οἱ δὲ σπα- [*](Cap. 20. § 2. Cf. Plut. vit. Sol. 8; Aeneas Poliorc. 4, 8; Ιust. 2, 8; Front. strat. 4, 7, 44 — A. Hug, Mus. Rhen. 32, p. 629 sqq.; B. Niese, Zur Geschichte Solons und seiner Zeit (Histor. Unters. Zum 25. Jubiläum A. Schaefers, p. 1 sqq.); J. p. 429 sq.) [*](1 ἐπὶ Σαλαμῖνος  [ἐπὶ] μάχῃ R1 ; ἐπὶ Σαλαμῖνος τιμωρία θάνατος ἔστω R 2 ἔστω ἡ ζημία coni. Cas., at cf. 2, 83 7 ἀχα- λάζοντες F 8 κατὰ κράτος, ut solet auctor, vulg.; ἀνακράτος F.)

22
σάμενοι τὰ ἐγχειρίδια μάλα δὴ ἀντὶ γυναικῶν ἄνδρες ἐφάνησαν, τοὺς πολεμίους ἔκτειναν, τῶν νεῶν ἐπέβη- σαν, τῆς Σαλαμῖνος ἐκράτησαν.

[*](ca. 541)

Πεισίστρατος ἀπʼ Εὐβοίας ἐστράτευσεν ἐπὶ τὴν [*](e.4,1) Ἀττικὴν ἐπὶ Παλληνίδος καὶ τοῖς πρώτοις τῶν πολε- μίων προσπεσὼν ἔκτεινε πάντας· προελθών ἄλλοις ἀπηντᾶτο πλείοσι. παράγγελμα ἔδωκε θαλλῷ στεφα- νοσθαι καὶ μὴ κτείνειν τοὺς ἀπαντῶντας, φράζειν δὲ, ὡς ἐσπείσαντο τοῖς πρώτοις. οἱ δὲ πιστεύσαντες ἄρα σπένδονται καὶ Πεισιστράτῳ τὸ ἄστυ ἐπέτρεψαν. [*](ca.554) ὁ δὲ ἄρματος ἐπιβὰς, παραστησάμενος γυναῖκα μεγά- λην, καλὴν, ὄνομα Φύην, ὅπλοις Παλλαδικοῖς κε- κοσμημένην, δόξαν ἐνδοὺς ὡς Ἀθηνᾶ κατάγοι Πει- σίστρατον, ἀδεῶς εἰσήλασε καὶ τῆς τυραννίδος τῶν Ἀθηναίων κατέσχεν.

Πεισίστρατος Ἀθηναίων τὰ ὅπλα βουλόμενος παρ- ελέσθαι παρήγγειλεν ἥκειν ἅπαντας εἰς τὸ Ἀνάκειον μετὰ τῶν ὅπλων. οἱ μὲν ὗκον· ὁ δὲ προῆλθε βου- λόμενος δημηγορῆσαι καὶ σμικρᾷ τῇ φωνῇ λέγειν ἥρχετο. οἱ δὲ ἐξακούειν μὴ δυνάμενοι προελθεῖν [*](Cap. 21 ad § 1 priorem partem cf. Herod. 1, 62, ad alteram Herod. 1, 60.) [*](8 ἀπήντετο F; ἀπηντᾶτο vulg.; ἀπήντα K, forma media legitur etiam 192, 8. 278, 9, activa fere vicies; H hoc loco ἀπαντήσας 12 μεγάλην καὶ καλὴν Κ 14 Ἀθηνᾶ F vulg. (Ἀθη- ναίη Herod.)] ἡ Ἀθηνᾶ M: cum articulo 1, 10. 2, 3, 12. 6, 47. 7, 43. 8, 51. 8, 59, omisso art. 6, 51 κατάγοι F | κατάγει vulg. 16 κατέσχεν F cum genet. ut 4, 7, 6. 5, 2, 4; ἐκράτησεν D: cf. Schweighaeuser ad Appian p. 120 sq 19 ἦλθον M.)

23
αὐτὸν ἠξίωσαν εἰς τὸ προπύλαιον, ἴνα πάντες ἐξακού- σειαν. ἐπεὶ δὲ ὁ μὲν ἡσυχῆ διελέγετο, οἱ δʼ ἐντεί- ναντες τὰς ἀκοὰς προσεῖχον, οἱ ἐπίκουροι προελθόντες ἀράμενοι τὰ ὅπλα κατήνεγκαν εἰς τὸ ἱερὸν τῆς Ἀγραύ- λου. Ἀθηναῖοι δὲ γυμνοὶ καταλειφθέντες τότε ᾔσθοντο τῆς Πεισιστράτου βραχυφωνίας, ὅτι ἄρα ἦν τέχνασμα κατὰ τῶν ὅπλων.

Πεισίστρατος Μεγακλεῖ διεπολιτεύετο, καὶ ἦν ὁ [*](560) Μεγακλῆς ὑπὲρ τῶν πλουσίων τεταγμένος, ὁ δὲ Πει- σίστρατος ὑπὲρ τῶν πενήτων. καὶ δή ποτε ἐν ἐκκλη- σίᾳ πολλὰ τῷ Μεγακλεῖ λοιδορησάμενος καὶ ἀπειλή- σας ἀπηλλάγη κατατρώσας δὲ ἑαυτὸν οὐ καιρίοις τραύμασι τῆς ὑστεραίας προῆλθεν εἰς τὴν ἀγορὰν δεικνύων τοῖς Ἀθηναίοις ταῦτα. ὁ δὲ δῆμος ὑπερ- ηγανάκτησεν, ὡς ὁ κηδόμενος αὐτῶν διʼ αὐτοὺς ταῦτα εἴη παθὼν, καὶ ἐς φυλακὴν τοῦ σώματος ἔδωκαν αὐτῷ τριακοσίους φύλακας, οἷς κορυνηφόροις χρησάμενος αὐτός τε τύραννος Ἀθηναίων ἐγένετο καὶ τοῖς παισὶ τὴν τυραννίδα κατέλιπεν.

Ἀριστογείτων ὑπὸ τῶν δορυφόρων στρεβλούμενος [*](514) περὶ τῶν συνειδότων, τῶν μὲν συνειδότων ὡμολόγησεν οὐδένα, πάντας δὲ τοὺς Ἱππίου φίλους κοινωνῆσαι τῆς ἐπιθέσεως. ὁπότε δὲ τούτους Ιππίας ἀπέκτεινε, [*](Cap. 21. § 3. Cf. Plut. vita Sol. 30.) [*](Cap 22. Ex Ephoro coll. Diod. fr. 10, 16, 3 (Dindorf); cf. Iustin. 2, 9. — 7. p. 431.) [*](1 ἐξακούσειαν Hertiein; eraudire V; ἐπακούσειαν F; ἀκού- σειαν M 3 προσελθόντες F.)

24
τότε ὁ Ἀριστογείτων ὠνείδισεν αὐτῷ τὸ στρατήγημα τῶν φίλων.

[*](post § 2)

Πολυκράτει τῷ Σαμίῳ καταθέοντι τὴν Ἑλληνικὴν θάλατταν ἔδοξεν εἶναι στρατηγικὸν, εἰ κατάγοι καὶ τὰ τῶν φίλων, ὡς ἀπαιτούμενος ἃ λαμβάνοι, φιλ- τέρους ἕξων· οὐδὲν δὲ λαβὼν οὐκ ἂν οὐδʼ ἀποδοῦναι δύνασθαι.

[*](532 (sec. Euseb.))

Πολυκράτης, μελλόντων Σαμίων θυσίαν ποιεῖν ἐν τῷ ἱερῷ τῆς ῥᾶς πάνδημον, ἐν μεθʼ ὅπλων ἐπόμπευον, πλεῖστα ὅσα τῇ προφάσει τῆς ἑορτῆς ὅπλα συλλέξας τοὺς μὲν ἀδελφοὺς Συλοσῶντα καὶ Παντά- γνωστον συμπομπεύειν ἔταξε. μετὰ δὲ τὴν πομπὴν τῶν Σαμίων θύειν μελλόντων οἱ πλεῖστοι τὰς παν- οπλίας ἀπέθεντο παρὰ τοῖς βωμοῖς προσέχοντες σπονδαῖς καὶ εὐχαῖς. οἱ δʼ ἀμφὶ Συλοσῶντα καὶ Παντάγνωστον τὰ ὅπλα ἔχοντες, ἀνὴρ ἀνδρὶ παραστὰς, ἐφεξῆς ἅπαντας ἐκτίννυον. Πολυκράτης τοὺς ἐν τῇ πόλει μετέχοντας τῆς ἐπιθέσεως ἀλίσας προκατελάβετο τῆς πόλεως τοὺς ἐπικαιροτάτους τόπους [τοὺς] ἀπὸ τοῦ [*](Cap. 23. § 1. Ex Ephoro coll. Diod. fr. 10, 15, 1 (Din- dorf); cf. Herod. 3, 39. — J. p. 431 sq.) [*](1 ὠνείδισεν] ἐδήλωσεν R 2 τῶν φίλων F] κατὰ τῶν φίλων vulg. 4 τῷ om. vulg. 5 κατάγοι F| φέροι καὶ ἄγοι Cas. (ἔφερε δὲ καὶ ἦγε πάντας Herod )| 6 ἀπαιτούμενος ἃ λαμβάνοι Rud. Schoell; απαιτούμενα λαμβάνοι F; εἰ ἀπαιτούμενα λαμβά- νοιεν D 7 ἕξων RΚ, quod probat Hertlein; ἔξω F; ἔξει vulg ; ἕξοι W 8 δυνησόμενος R 16 σπονδαῖς post οἱ δὲ habet F; transposuit W (similiter V et K) συλώσοντα καὶ πάντα γνω- στὸν F 20 τοὺς add. Hertlein.)

25
ἱεροῦ μετὰ τῶν ὅπλων σπουδῇ θέοντας ἀδελφοὺς καὶ συμμάχους δεξάμενος. τειχίσας ἀκρόπολιν τὴν καλου- μένην Ἀστυπάλαιαν, μεταπεμψάμενος παρὰ Δυγδάμιδος τοῦ Ναξίων τυράννου στρατιώτας καὶ δὴ Σαμίων τύ- ραννος ἦν.

Ἱστιαῖος Μιλήσιος ἐν Πέρσαις διάγων παρὰ Δα- [*](499) ρείῳ βασιλεῖ βουλόμενος ὠνίαν ἀποστῆσαι γράμματα πέμπειν οὐ θαρρῶν διὰ τοὺς φύλακας τῶν ὁδῶν οἰκέ- την πιστὸν ἀποξύρας τὰς τρίχας στίγματα ἐνέγραψατο τῇ κεφαλῇ Ἱστιαῖος Ἀρισταγόρᾳ· Ἱωνίαν ἀπόστησονʼ καὶ τοῖς στίγμασιν ἐπέθρεψε τὰς τρίχας. τοῦτον τὸν τρόπον λαθῶν τοὺς φύλακας ὁ στιγματοφόρος καταβὰς ἐπὶ θάλατταν ἀποξυράμενος ἔδειξεν Ἀρισταγόρᾳ τὰ στίγματα· ὁ δὲ ἀναγνοὺς ἀπέστησεν τὴν Ιὠνίαν.

[*](e.11.)

Πιττακὸς καὶ Φρύνων ἐμονομάχουν Σιγείου πέρι [*](ca. 01.43=608-606 (sec.Euseb.)) ἔδοξεν ἀμφοῖν ἴσα ἔχειν ὅπλα. τὰ μὲν δὴ φανερὰ ὅπλα ἴσα ἦν. Πιττακὸς δὲ ὑπὸ τῇ ἀσπίδι κρύψας ἀμφίβληστρον περιβάλλει τὸν Φρύνωνα καὶ ῥᾳδίως ἐπισπασάμενος κτιννύει καὶ Σίγειον τοῖς Δεσβίοις τῷ λίνῳ ἐθήρευσεν. οἷον καὶ νῦν οἱ μονομαχοῦντες λίνον ἔχουσι, Πιττακὸς ἐδίδαξεν.

[*](Cap. 24. Cf. Herod. 5, 35; Aen. Poliorc. 31, 28; Gellius 17, 9. — J. p. 432.)[*](Cap. 25. cf Diog. Laert 74; Plut. de Herod. mal. 15; Festus s. v. retiarins.)[*](1 σπουδῇ] ἐπʼ οὔδη F θέοντας τοὺς ἀδελφοὺς 3 καὶ μεταπεμψάμενος DΚ 10 ἐνεγράψατοF] ἐνέγραψε vulg. 17 σιτίου F 21 ἐπισπόμενος F Δεσβίοις M; δεσβίοις F; δεσμίοις vulg.)
26
[*](ca 560)

Κροῖσος Δυδὸς ἐπιπλεῖν τοῖς νησιώταις παρε- σκευάζετο. Βίας ὁ Πριηνεὺς ἐξέπληξε τὸν Δυδὸν εἰ- πὼν οἱ νησιῶται πολλὴν ἵππον ἐπί σε ὠνοῦνταιʼ. ὁ δὲ γελάσας ἔφη ὦ Ζεῦ, νησιώτας ἐν ἠπείρῳ λά- βοιμι᾿. ὁ δὲ Βίας τί δʼ ἄλλο [οἴει]᾿ , ἔφη, κἀκείνους εὔχεσθαι Διὶ, ἢ ὅπως Κροῖσον ἠπειρώτην ἐν θαλάσσῃ λάβοιεν;᾿  ὁ λόγος Βίαντος ἔπεισεν Κροῖσον ἐπὶ τὰς νήσους πλεῦσαι μηκέτι.

[*](ca. 480)

Γέλων Δεινομένους Συρακούσιος ἐν τῷ πρὸς Ἱμίλκωνα τὸν Καρχηδόνιον πολέμῳ στρατηγὸς αὐτο- κράτωρ χειροτονηθείς, λαμπρῶς ἀγωνισάμενος, κρα- τήσας, παρελθὼν εἰς ἐκκλησίαν, εὐθύνας δοὺς τῆς αὐτοκράτορος ἀρχῆς, τῆς δαπάνης, τῶν καιρῶν, τῶν ὅπλων, τῶν ἵππων, τῶν τριήρων, ἐπὶ πᾶσιν ἐπαινεθεὶς τέλος ἐξέδυ τὴν ἐσθῆτα καὶ στὰς ἐν μέσῳ γυμνός· οὕτως ἐγὼ , ἔφη, γυμνὸς ὑμῖν ἕστηκα, ὑμεῖς δὲ ἔνοπλοι, ὥστε, εἴ τί μοι πέπρακται βίαιον, χρήσασθε [*](Cap. 26. Ex Ephoro coll. Diod. fr. 9, 25 (Dindorf; cf. Herod. 1, 27.) [*](Cap. 27. Cf. Diod. 11, 26, 5; Aelian. v. h. 6, 11. — Holm, Gesch. Siciliens Ι, p. 418, not. ad p. 210.) [*](2 ἐπιπλεῖν τοῖς Maasvicius; ἐπὶ πλείστοις F ; ἐπιπλεῖν D 6 [οἴει] inserui 7 διΐ F; τῷ Διὶ M, δὴ D; οἴει Κoen. p. 49 (credisiam V); δεῖ R (νησιώτας δὲ τί δοκέεις εὔχεσθαι ἄλλο Herodot.; οὐκ οἴει θεοῖς εὔξασθαι etc. Diodor.) 8 Βίαντα F 12 Χαλκηδόνιον F 13 κρατήσας F] καὶ κρατήσας vulg. 15 καιρῶν] λαφύρων R 16 τριήρων F] τριήρεων vulg 18 οὗτος Κ, quod probat Hertlein coll. Eurip. Suppl. 1045.)

27
κατʼ ἐμοῦ καὶ σιδήρῳ καὶ πυρὶ καὶ λίθοις.ʼ ὁ δῆμος ἐπεβόησεν ὡς ἄριστον στρατηγὸν ἐπαινῶν. ὁ δὲ ὑπο- λαβὼν ἔφη καὶ εἰσαῦθις οὖν τοιοῦτον στρατηγὸν χειροτονήσατε᾿ . πάλιν ὁ δῆμος ἀλλὰ τοιοῦτον ἄλλον οὐκ ἔχομενʼ. οὕτως δὴ παρακληθεὶς δεύτερον στρατη- γῆσαι ἀντὶ στρατηγοῦ τύραννος ἐγένετο Συρακουσίων.

Γέλων Σικελῶν τύραννος Ιμίλκωνι βασιλεῖ Καρ- [*](ca.480) χηδονίων διαπλεύσαντι ἐπὶ Σικελίαν ἀντιστρατοπε- δεύων μάχῃ μὲν συμβαλεῖν οὐκ ἐθάρρει· Πεδίαρχον δὲ τὸν τοξοτῶν ἡγούμενον, ὅμοιον ἑαυτῷ τὴν ἰδέαν ἀμφιέσας τὴν ἑαυτοῦ τυραννικὴν ἐσθῆτα ἐκέλευσε προελθεῖν τοῦ στρατοπέδου καὶ θύειν ἐπὶ τῶν βωμῶν, ἕπεσθαι δὲ αὐτῷ τοξότας ἐν ἐσθῆτι λευκῇ κατέχοντας μυρίνας, τόξα ὑπὸ ταῖς μυρίναις κρύπτοντας· ἡνίκʼ ἄν δὲ ἴδωσιν Ἰμίλκωνα καὶ αὐτὸν ὁμοίως προελθόντα καὶ θύοντα, τοξεύειν ἐπʼ αὐτόν. οὕτω δὴ τούτων πραχθέντων Ιμίλκων οὐδὲν ὑπιδόμενος προελθὼν ἔθυσεν· ὥστε σπένδων θύων τε ἄφνω πολλῶν τοξευ- μάτων ἐπʼ αὐτὸν ἐπελθόντων ἐτελεύτησεν.

Γέλων τὸ Μεγαρικὸν βουλόμενος καταλῦσαι ἐποί [*](483) κους μὲν ἐκάλει τοὺς ἐθέλοντας Δωριῶν, Διογνήτῳ δὲ, τῷ Μεγαρέων ἄρχοντι, χρήματα παρὰ δύναμιν ἐπέταξεν· ὁ δὲ τοῖς πολίταις. οἱ δὲ τοῖς τέλεσιν ἀπα- [*](Cap. 27. § 2. Cf Herod. 7, 167; Diod. 11, 21. — Holm, Gesch. Siciliens Ι, p. 207 et not. p. 415; Meltzer, Gesch. d. Karthager, p. 501; Busolt, Mus. Rhen. 40, p. 156 sqq.) [*](3 οὖν F] γοῦν vulg.|| 7 σικελλῶν et Καλχηδονίων F 11 ἀμ- φιέσας F; ἀμφιάσας M 14 μυρρίναις 18 ὡς F, ita V, unde scripsi ὥστε; ὅς vulg., quod iam W notavit ἄμα pro ἄφνω D; ἅμα, ἄφνω 20 τὸ Μεγαρικὸν κράτος R 21 δωρεῶν F ex δωριεῶν corr.)

28
γορεύοντες ἐς τὴν ἀποικίαν τὴν ἐν Συρακούσαις ὑπεί- κουσαν ὑποβαλόντες αὐτοὺς τῇ Γέλωνος δυναστείᾳ.

[*](488—486)

Θήρων Καρχηδονίοις παρετάσσετο. τῶν δὲ πο- λεμίων φευγόντων οἱ Σικελιῶται ἐμπίπτοντες ἐς τὸ στρατόπεδον ὡς διαρπασόμενοι τὰς σκηνὰς ὑπὸ τῶν Ἰβήρων παραβοηθούντων ἀνῃροῦντο. Θήρων πολὺν τὸν ὄλεθρον ἰδῶν ἔπεμψε τοὺς κυκλωσομένους παραγ- γείλας ὄπισθεν τὰς σκηνὰς καταπρῆσαι· φλογὸς δὲ πολλῆς αἰρομένης οὐκ ἔχοντες οἱ πολέμιοι σκηνὰς ἐπὶ τὰς ναῦς ἔφευγον. οἱ δὲ Σικελιῶται διώκοντες παρὰ ταῖς ναυσὶ τοὺς πλείστους διέφθειραν.

ΘΗΡΩN MIΔTΙΑΔΟΥ.

Σελινούντιοι Καρχηδονίοις παραταξάμενοι πολλῶν πεσόντων ἀτάφων κειμένων καὶ τῶν πολεμίων ἐπι- κειμένων θάψαι τοὺς νεκροὺς οὐ θαρροῦντες, οὐ μὴν οὐδὲ ἀτάφους περιορᾶν ὑπομένοντες ἐβουλεύοντο τί χρὴ πράττειν. Θήρων ὑπέσχετο, εἰ λάβοι τριακο- σίους οἰκέτας τοὺς τεμεῖν τὴν ὕλην δυνησομένους, αὐτὸς ἄν σὺν αὐτοῖς προσελθὼν καὶ τὰ σώματα καῦσαι καὶ πολυάνδριον αὐτῶν ἐγεῖραι· εἰ δὲ οἱ πολέμιοι [*](Cap. 28. § 1. Unger, Mus. Rhen. 37, p. 183; Holm I, p. 415. Busolt, Mus. Rhen. 40, p. 156-160.) [*](Cap. 28. § 2. De tempore cf. Völkerling, de rebus Siculis etc. p. 8; Holm I, p. 153 et not. p. 400; Meltzer, p. 493.) [*](1 ὑπείκουσαν vulg ; ὑπήκουσαν F ; ὑπείκουσιν Valckenarius ap. Wyttenb. ad Iulian. p. 203 ed. Lips.; concesserunt V; ἀπῴ- κησαν Hertlein 4 χαλκηδονίοις F (id. 14)|| 7 ἰβηρίων F 8 ὄπι- σθεν παραγγείλας coni. 15 καὶ post πεσόντων add. vulg. || 19 τὴν del. Κ 20 ἄν del. Κ προσελθὼν F] προελθὼν vulg.)

29
κρατήσειαν αὐτῶν, οὐδὲν μέγα κινδυνεύεσθαι τῇ πόλει, ἐὰν ἕνα πολίτην ἀπολέσῃ καὶ τιμὴν ἀνδραπόδων τρια- κοσίων. ἐπῄνεσαν οἱ Σελινούντιοι τὴν γνώμην καὶ αὐτῷ συνεχώρησαν, οὓς βούλοιτο οἰκέτας αἱρεῖσθαι. ὁ δὲ τοὺς εὐρώστους καὶ ἀκμάζοντας ἐπιλεξάμενος ἐξήγαγε δρέπανα καὶ πελέκεις καὶ ἀξίνας ἔχοντας ὡς τεμοῦντας ὕλην εἰς πυρκαῖὰν νεκρῶν τοσούτων. ἐπεὶ δὲ ἐξῆλθον, πείσας αὐτοὺς ήρων ἐπιθέσθαι τοῖς δεσπόταις βαθείας ἑσπέρας ἐπανῆλθεν εἰς τὴν πόλιν. οἱ δὲ τῶν τειχῶν φύλακες γνωρίσαντες εἰσεδέξαντο. Θθήρων αὐτούς τε τοὺς φύλακας φονεύσαχ καὶ τῶν πο- λιτῶν τοὺς πλείστους καθεύδοντας ἀποκτείνας κατέλαβε τὴν πόλιν καὶ τύραννος ἐγένετο Σελινουντίων.

[*](e.29,1)

Ιέρων ποταμὸν κωλυόμενος διαβῆναι ὑπὸ τῶν πολεμίων ἐπιστήσας τοὺς ὁπλίτας ἐπὶ τῆς διαβάσεως ἐκέλευσε τοὺς ἱππεῖς προάγειν ἄνω τοῦ ποταμοῦ ὡς διαβησομένους ἐκεῖθεν, τοὺς δὲ ψιλοὺς ἀνωτέρω τῶν ἰππέων. οἱ μὲν πολέμιοι ἀντιπαρῆγον ὡς τοὺς ἱπ- po πέος καὶ τοὺς ψιλοὺς κωλύσοντες· ὁ δὲ έρων διή- γαγε τοὺς ὁπλίτας βιασάμενος ὀλίγους ὄντας τοὺς κατα- λελειμμένους τῶν ἐναντίων καὶ παραχρῆμα σημεῖον ἡρε τοῖς ψιλοῖς καὶ τοῖς ἱππεῦσιν. οἱ δὲ ὑποστρέψαντες διέβησαν τῶν προδιαβάντων ὁπλιτῶν τοὺς ὑποστρέ- χa ψαντας πολεμίους ἀνειργόντων.

[*](Cap. 29. ξ 1. C Henne, de Hierone I Syracusanorum tγ- ranno eiusque aula. Monast. 1862, p. 24 et p. 26, not. 2.)[*](1 κινδυνεύσεσθαι R : praesens inlnitivi pro futuro 1, 18. 1, 45, 1 4, 6, 17. 18; cf. quoque 1, 30, 4. 1, 43, 2 et ad 1, 9 || 7 ὕλην F| τὴν ὕλην M W 18 et 20 ψιλοὺς ex φίλους corr. F || 19οἱ μὲν πολέμιοι scripsi; οἱ πολέμιοιμὲν F ; οἱ μὲν οὑν π. vulg.;οι γοῖν π. H 20 κωλύσοντες Roem. p. 31 coll. 5, 16, 1; κωλύοντες F.)
30

Ἱέρων Ἰταλιώταις πολεμῶν, ὁπότε λάβοι τινὰς e. αἰχμαλώτους τῶν εὐγενῶν ἢ πλουσίων, οὐκ εὐθὺς ἀπε- δίδου τοῖς λυτρουμένοις, ἀλλὰ πολλὰς ἡμέρας κατασχὼν κοινωνήσας αὐτοῖς ἑστίας καὶ τιμήσας προεδρίᾳ τηνι- καῦτα προσιέμενος τὰ λύτρα τοὺς ἄνδρας ἐξεπέμπετο. οἱ δὲ ἐπανελθόντες ὕποπτοι παρὰ τοῖς πολίταις ἦσαν ὡς φιλίας Ἱέρωνι κεκοινωνηκότες.