Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

14

Προκλῆς καὶ Τήμενος Ἡρακλεῖδαι Εὐρυσθείδαις [*](e.18,1) κατέχουσι τὴν Σπάρτην ἐπολέμουν. Ἡρακλεῖδαι μὲν δὴ ἔθυον τῇ Ἀθηνᾷ τῷν ὁρίων ὑπερβατήρια, Εὐρυ- σθεῖδαι δὲ ἄφνω προσέπιπτον ἐς μάχην· οὐ μην ἡρέ θησαν Ἡρακλεῖδαι, ἀλλὰ τοὺς αὐλητὰς, ὡς εἶχον, ἡγεῖσθαι κελεύουσιν. οἱ μὲν τοῖς αὐλοῖς ἐμπνέοντες ἡγοῦντο, οἱ δὲ ὁπλῖται πρὸς τὸ μέλος καὶ τὸν ῥυθμὸν ἐμβαίνοντες ἄρρηκτοι τὴν τάξιν ἐγένοντο καὶ τοὺς πολεμίους ἐνίκησαν. ἡ πεῖρα ἐδίδαξε τοὺς Λάκωνας τὸν αὐλὸν ἔχειν ἀεὶ στρατηγὸν ἐν ταῖς μάχαις. αὐλὸς ἡγεῖται Λακώνων ἐς πόλεμον ἰόντων καὶ τὸ ἐμβατή- ριον αὐλὸς ἐνδίδωσι τοῖς μαχομένοις. οἶδα ἐγώ καὶ τὸν θεὸν ἀνελόντα νίκην Λάκωσιν, ἔστ’ ἄν πολεμῶσι μετά αὐλητῶν καὶ μὴ πρὸς αὐλητάς. τὸ λόγιον ἤλεγ- ξεν ἐν Λεύκτροις ἡ μάχη. ἐν γὰρ δὴ Λεύκτροις αὐ- λητῶν οὐχ ἡγουμένων οἱ Λάκωνες παρετάξαντο πρὸς Θηβαίους, οἷς πάτριον ἀσκεῖν αὐλητικὴν, ὥστε δῆλος ἦν ὁ θεὸς προαγορεύσας, ὅτι νικήσουσί ποτε Θηβαῖοι Λάκωνας αὐλῷ μὴ στρατηγουμένους.

[*](Cap. 10. De his disseruerunt Manso, Sparta l, 2, p. 169; Wachsmuth. Iahnii annal. 1868 p. 1 sqq.; Schoemann, Griech. Altertümer I3, p. 576.)[*](2 Εὐρυσθείδαις] ρεστίδαις Manso. cf. J. p. 425 sq. || 4 ὁρίων Pierson p. 223; ὀρείων F ; ὀρέων Cobet; aut ὅρων aut μεθορίων R 5 ᾑρέθησαν, oppressi, victi sunt᾿  Hertlein, quod confirmat F: ἠρέθισαν (ι pro η, εἰ in F saepissime occurrit); ἡρέθησαν etiam Neapoltani duo; ἠρέθεσαν M; ἥρισαν D; ἔδεισαν 14 ἔστʼ ἂν Cas ; εὖτ’ ἂν F.)
15

Ἀκούης Λακεδαιμονίων Τεγέαν προδοσίᾳ νύ- κτωρ καταλαβομένων τοῖς ἰδίοις ὁπλίταις ἔδωκε σύν- θημα κτείνειν τοὺς τὸ σύνθημα ἐρωτῶντας. οἱ μὲν δὴ Ἀρκάδες οὐκ ἐπηρώτων· οἴ δὲ Σπαρτιᾶται ὡς ἐν νυκτὶ ἀγνοοῦντες καὶ διὰ τοῦτο ἐρωτῶντες ὑπὸ τῶν Ἀρκάδων ἀνῃροῦντο.

[*](e.12,2)

Θεσσαλὸς Βοιωτῶν τῶν Ἄρνην οἰκούντων Θεσ- σάλοις πολεμούντων τέχνῃ ἐκράτησεν ἄνευ μάχης. νύκτα παραφυλάξας ἀσέληνον καὶ σκοτεινὴν ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας ἀνὰ τὸ πεδίον ἄλλον ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρῶν δᾷδας καὶ λυχνού- χους ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν οὖ καθαιρεῖν. οἱ Βοιωτοὶ τὴν ὄψιν τοῦ πυρὸς ὥσπερ ἀστραπὰς κυ- κλουμένας ἰδόντες ἐδεδίξαντο καὶ πρὸς ἱκεσίαν τῶν Θθεσσαλῶν ἐτράποντο.

Μενέλαος ἐπανιών ἀπʼ Αἰγύπτου τὴν Ἑλένην ἄγων Ῥόδῳ προσέσχε. Τληπολέμου δὲ ἐν Τροίᾳ τε- [*](Cap. 11. Cf. 6. Fr. Unger, Philol. 26, p. 369 sqq. Cap. 12. Ex Ephoro coll. 7, 43.) [*](1 Ἀκούης idem nomen et pariter corruptum esse atque Ἄλνης cap. 8 statuit R || 2 post Λακεδαιμονίων Unger inserit κατεχόντων || 3 καταλαβομένων M; καταβαλομένων F ; καταλα- βόμενος Unger || 7 Ἀργείων Unger 9 τῶν om. H 13 κατὰ τὰς κορυφὰς Κ || ὀρῶν K ut 1, 1, 3. 2, 2, 6. 4, 3, 27. 8 10, 2; ὀρέων F || λύχνους H || 14 αὖ om. H || καθαίρειν F; καθελεῖν H || 16 καὶ om. F pr. m. || 20 δὲ [τοῦ] ἐν Hertlein.)

16
θνηκότος γυνὴ Πολυξώ πενθοῦσα, ἐπειδή τις ἤγγειλε Μενέλεων μετὰ τῆς Ἑλένης ἥκειν, τιμωρῆσαι τῷ ἀνδρὶ βουλομένη μετὰ Ῥοδίων ἁπάντων ἀνδρῶν καὶ γυναι- κῶν αἰρομένων πῦρ καὶ λίθους ἐπὶ τὰς ναῦς κατέ- δραμε. Μενέλεως ὑπὸ τοῦ πνεύματος ἀναχθῆναι κω- λυόμενος τὴν μὲν Ἑλένην ἐς κοίλην ναῦν κατέκρυψε, τὸν δὲ κόσμον αὐτῆς καὶ τὸ διάδημα θεραπαίνῃ τῇ μάλιστα καλλίστῃ περιέθηκεν. οἱ δὲ (μάλιστα) πιστεύ- σαντες Ἑλένην εἶναι πῦρ καὶ λίθους ἐπὶ τὴν θερά- παιναν * * * καὶ ὡς ἱκανὴν δίκην ἐπὶ τῷ Τληπο- λέμῳ λαβόντες τὸν Ἑλένης θάνατον ἀνεχώρησαν. Με- νέλεως δὲ τὴν Ἑλένην ἔχων ἀπέπλευσεν.

[*](ca. 520 (alii 495))

Κλεομένης, Λακεδαιμονίων βασιλεὺς, Ἀργείοις [*](e.20,1) ἐπολέμει καὶ ἀντεστρατοπέδευεν. ἦν τοῖς Ἀργείοις ἀκριβὴς φυλακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεομένης βούλοιτο, ὑπὸ κήρυκος ἐσήμαινε τῇ στρατιᾷ, καὶ αὐτοὶ τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλι- ζομένων ἀνθωπλίζοντο, ἐπεξιόντων ἀντεπεξῄεσαν, ἀνα- [*](Cap. 14. Cf. Herod. 6, 77 et 78; de tempore cf. Curtius, Griech. Gesch. I 4, p. 362 et not. 159 (p. 650).) [*](1 Πολυξώ Lennep ap. Heringam obs. 120 ex Paus 3, 19, 9 ; Φιλοξὼ F; Φιλοζώη Cas. Κ: cf. Tzetz. ad Lycophr. 911 8 (μά- λιστα) contra usum Polyaeni; om. D. Prius μάλιστα suspectum habuit K, cf. tamen 7, 21, 2 μάλιστα πολεμιωτάτην, Herod. post Moer. p. 460 μάλιστα πλουσιώτατος, Thucyd. 7, 42, 3 μάλιστα δεινότατος, Xenoph. Anab. 7, 2, 22 μάλιστα νυκτὸς πολε- μικωώτατοι || 10 hiatum notavi; ἔπεμπον suppl M vulg.; ἀφῆκαν C || ἐπὶ τῷ πολέμω F, || 15 ἀντεστρατοπέδευεν H; ἀντεστρατοπέδευσεν F || 16 καὶ F]  καὶ γὰρ VΚ || 17 ἐσημαίνετο R 18 αὐτὸς . . ἐσπούδαζεν F || 19 ἐπεξιόντων Hercher; ἐξιόντων F || ἀντεπεξῄ- εσαν H; ἀντεπεξίεσαν F.)

17
παυομένων ἀντανεπαύοντο. Κλεομένης λάθρα παράγ- γελμα ἔδωκεν, ὅταν ἀριστοποιεῖσθαι κηρύξῃ, ὁπλίσα- σθαι. ὁ μὲν ἐκήρυξεν· οἱ δὲ Ἀργεῖοι πρὸς ἄριστον ἐτράποντο. Κλεομένης ὡπλισμένους ἐπαγαγὼν εὐμαρῶς ἀόπλους καὶ γυμνοὺς τοὺς Ἀργείους ἀπέκτεινεν.

[*](e.54,1)

Πολύδωρος, Λακεδαιμονίων Μεσηνίοις εἴκοσιν [*](743_724) ἔτεσι πολεμούντων, πρὸς τὸν ἀπὸ τῆς ἑτέρας οἰκίας βασιλέα Θεόπομπον διαφορὰν ὑπεκρίνατο καὶ αὐτό- μολον ἔπεμψεν ἀγγέλλοντα, ὅτι στασιάζουσι δὴ καὶ καταλείψουσιν ἀλλήλους. Μεσήνιοι παρεφύλαττον. Θεόπομπος μὲν ἀνέζευξε καὶ οὐ μακρὰν ἀπέκρυψε τὴν στρατιὰν εἰς ἀναχώρησιν. ταῦτα ὁρῶντες οἱ Με- σήνιοι καταφρονοῦσι μόνου τοῦ Πολυδώρου καὶ πασ- συδὶ τῆς πόλεως προελθόντες ἐτράποντο ἐς μάχην. Θεόπομπος, τῶν σκοπῶν σημηνάντων, ἐξ ἀφανοῦς περι- ελθών τό τε ἄστυ ἔρημον εἷλε καὶ κατόπιν ἐμβάλ- λει τοῖς Μεσηνίοις, οἱ περὶ Πολύδωρον κατὰ πρόσ- ωπον. ἀμφίβολοι γενόμενοι Μεσήνιοι κατὰ κράτος ἑάλωσαν.

[*](2 κηρύξω ὁπλίσασθε H || 4 ἐτρέποντο H || εὐμαρῶς F; εὐχε- ρῶς H; εὖ μαλʼ C, unde Κoen. p. 218 εὖ μαλʼ ὡς || 5 ἀόπλους (═ γυμνοὺς) καὶ ῥαθύμους R; (ἀόπλους καὶ) γυμνοὺς Rud. Schoell coll. 1, 40, 5 || τοὺς om. FH; || add. vulg. 7 εἴκοσι ἔτεσι πολεμούντων F] πολ. εἴκ. ἔτ. vulg. || 10 ἀγγελοῦντα K 11 παρ- εφύλαττον K (sic Polyaenus ubique); παρεφυλάττοντο F 12 aut ἀπέπεμψε pro ἀπέκρυψε aut εἰς δασὺ χωρίον pro εἰς ἀναχωώ- ρησιν R; ἀνέζευξεν ὡς ἀναχωρήσων Hertlein deletis εἰς ἀνα- χωώρησιν 15 ἐτράποντο ἐς μάχην F] εἰς μάχην ἐτράποντο vulg. || 17 ἐμβάλλει RK cepit V; ἐμβαλλουσι F; οἱ δὲ περὶ RΚ.)
18

Λυκοῦργος Λακεδαιμονίους θειοτέρῳ φόβῳ κατ- ηνάγκασεν ὑπακοῦσαι τοῖς νόμοις. εἴ τινα νόμον ἐξεῦρε, κομίσας εἰς Δελφοὺς ἠρώτα τὸν θεὸν, εἰ συμ- φέροι· ἡ δὲ προφῆτις χρήμασι πεπεισμένη ἀεὶ συμ- φέρειν ἔχρα. οἱ Λάκωνες φόβῳ τοῦ θεοῦ τοῖς νόμοις ὡς χρησμοῖς ὑπήκουσαν.

Λυκοῦργος παρήγγειλεν ἐπὶ τοὺς αὐτοὺς, ὦ Λά- [*](e.13,1) κωνες, μὴ στρατεύετε πολλάκις, ἵνα μὴ πολεμεῖν τοὺς ἐναντίους διδάσκοιτε᾿.

Λυκοῦργος προσέταττε τοῖς Λάκωσι τοὺς πολε- [*](e.45,1) μίους φεύγοντας μὴ φονεύετε, ἵνα τὸ φεύγειν ἡγοῖντο τοῦ μένειν λυσιτελέστερονʼ.

[*](645—628)

Τυρταῖος, Λακεδαιμονίων μελλόντων παρατάττε- [*](e.12,3) σθαι Μεσηνίοις καὶ βεβουλευμένων νικᾶν ἢ ἀποθανεῖν ἐν τῇ μάχῃ, ἵνα δὲ ὑπὸ τῶν οἰκείων ἐν τῇ τῶν νε- κρῶν ἀναιρέσει γνωρίζοιτο ἕκαστος, ἐπὶ (τὰς) σκυταλί- δας τοὔνομα γραψάντων καὶ περὶ τῇ λαιᾷ χειρὶ φερόν- των, βουλόμενος ἐκπλῆξαι τοὺς Μεσηνίους τοῦτο [*](Cap. 16. § 1. Cf. Gelzer, Mus. Rhen. 28, p. 38.) [*](Cap. 16. § 2. 3. Cf. Plut. apophthegm. Lacon. et vit. Αges. 26, Lycurgi 12 et 22 extr. — K. Trieber, Forschungen zur spartanischen Verfassungsgeschichte p. 39.) [*](Cap. 17. Ex Ephoro coll Diod. fr. 8, 24, 2 (Dindorf; cf. J. p. 428.) [*](4 ἐξεύρισκε K || 8 παρήγγελλεν K || 9 στρατεύετε F, Κ; στρα- τεύητε F2 vulg. 10 διδάσκοιτε F] διδάσκητε vulg. 12 τὸ φεύ- γειν . . . τοῦ μένειν F1 H Plut.; τοῦ φεύγειν . . . τὸ μένειν F1 μὴ τοῦ φ . . . . τὸ μ. F2 vulg. 18 τὰς aut delendum aut in τινας mutandum censuit Hertlein.)

19
μαθόντας παρήγγειλε μὴ παρατηρεῖν τοὺς αὐτομολοῦν- τας Εἴλωτας. οἱ δὲ μηδενὸς παραφυλάττοντος ἀνέδην αὐτομολήσαντες ἤγγειλαν τοῖς Μεσηνίοις τὴν ἀπόνοιαν τὴν Δακωνικήν. οἱ δὲ καταπλαγέντες ἀσθενέστερον ἀγωνισάμενοι τὴν νίκην οὐ διὰ μακροῦ Δακεδαιμο- νίοις ἔδωκαν.

Ἀθηναίοις καὶ Πελοποννησίοις πόλεμος ἦν. ὁ θεὸς ἔχρησε νικᾶν Ἀθηναίους, εἰ ὁ βασιλεὺς αὐτῶν ἀποθάνοι πρὸς ἀνδρὸς Πελοποννησίου. Κόδρος ἦν Ἀθηναίων βασιλεύς. οἱ πολέμιοι τὸ λόγιον εἰδό- τες, κοινὸν αὐτοῖς παράγγελμα ἦν ἐν ταῖς μάχαις ἀπέχεσθαι Κόδρου. ὁ δὲ, ἦν γὰρ ἑσπέρα, σχῆμα φρυ- γανιστῆρος λαβῶν τοῦ χάρακος προελθὼν ἔτεμνε τὴν ὕλην. Ετυχον δὲ καὶ Πελοποννήσιοι ἄνδρες κατὰ φρυγανισμὸν ἥκοντες. ἁψιμαχεῖ τούτοις Κόδρος, ὥστε καὶ τὸ δρέπανον ἐπʼ αὐτοὺς ἀνατεινάμενος ἔτρωσεν. οἱ δὲ φθάσαντες κατακαίνουσιν αὐτὸν τοῖς δρεπάνοις καὶ γαννύμενοι ἀπηλλάγησαν ὡς ἀνδραγάθημα δὴ πεποιηκότες. παιωνίσαντες Ἀθηναῖοι — τί γὰρ οὐκ ἔμελλον τοῦ λογίου πεπληρωμένου; — θυμῷ καὶ ῥύμῃ πλείονι προίασιν εἰς μάχην καὶ πρὸ τῆς μάχης κήρυκα πέμψαντες ἤτησαν ἀναίρεσιν τοῦ βασιλέως. Πελοποννήσιοι μὲν συνέντες τοῦ γεγονότος ἔφυγον· Αθηναῖοι δὲ νικήσαντες Κόδρῳ τιμὰς κατεστήσαντο [*](2 οἱ οὖν R 5 μικροῦ F; corr. vulg. || 11 πολέμιοι F] Πελο- ποννήσιοι M 17 ἐπανατεινάμενος M 20 γὰρ οὐκ F] γὰρ M 22 ῥύμῃ Hercher; ῥώμη F προΐασιν Blume; προιᾶσιν F 25 κατεστήσαντο W coll. 1, 19. 6, 7, 2. 8, 4 et Ιuliano or. I, 16 D τιμὰς καταστῆσαι; ἀνεστήσαντο F ; ἀνέδησαν vel ἄνηψαν τὰς Hertlein; τιμὰς . . . . καὶ ἀνέστησαν τὸ (αὐτῷ Schömann) ἡρῷον Lugebit Ιahnii annal. suppl. V, p. 545 sq. probante Schoemann. Ιahnii ann. 1872, p. 148.)

20
τῶν ἡρώων, ὅτιπερ τοὺς πολεμίους ἑκουσίῳ θανάτῳ κατεστρατήγησεν.

Ἀθηναίων στρατηγὸς ἦν Μέλανθος, Βοιωτῶν Ξάνθος. ἐπολέμουν Μελαινῶν πέρι· Μελαιναὶ χωρίον μεθόριον Ἀττικῆς καὶ Βοιωτίας. ὁ θεὸς ἔχρησε· τῷ ξάνθῳ τεύξας ὁ μέλας φόνον ἔσχε Μελαίνας. τοῦ λογίου τὸ ἔργον ἀποβαίνει τῇδε. οἱ στρατηγοὶ μονομαχοῦσι τῆς νίκης πέρι, καὶ συνιόντων ὁ Μέ- λανθος ἔφη καὶ μὴν ἀδικεῖς δεύτερος ἰών ἐπὶ τὴν μάχηνʼ. ὁ Ξάνθος ἐπεστράφη τὸν δεύτερον ὀψόμε- νος καὶ ὑπὸ τοῦ Μελάνθου τῷ ξυστῷ διελαθεὶς ἀνῃ- ρέθη. Ἀθηναῖοι τῷ στρατηγήματι τῆς ἀπάτης νική- σαντες ἐτήσιον ἑορτὴν κατεστήσαντο, ἥν γε δὴ κληΐζου- σιν Ἀπατούρια.