Peri Sophiston

Alcidamas

Alcidamas. Orationes et fragmenta, adiunctis Gorgiae, Antisthenis, Alcidamantis, declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1892.

τοῖς δὲ γεγραμμένα λέγουσιν, ἂν κατὰ μικρὸν ὑπὸ τῆς ἀγωνίας ἐκλίπωσί τι καὶ παραλλάξωσιν, ἀπορίαν ἀνάγκη καὶ πλάνον καὶ ζήτησιν ἐγγενέσθαι, καὶ μακροὺς μὲν χρόνους ἐπίσχειν, πολλάκις δὲ τῇ σιωπῇ διαλαμβάνειν τὸν λόγον, ἀσχήμονα δὲ καὶ καταγέλαστον καὶ δυσεπικούρητον καθεστάναι τὴν ἀπορίαν.

Ἡγοῦμαι δὲ καὶ ταῖς ἐπιθυμίαις τῶν ἀκροατῶν ἄμεινον χρῆσθαι τοὺς αὐτοσχεδιάζοντας τῶν τὰ γεγραμμένα λεγόντων. οἱ μὲν γὰρ πολὺ πρὸ τῶν ἀγώνων τὰ συγγράμματα διαπονήσαντες ἐνίοτε τῶν καιρῶν ἁμαρτάνουσιν· ἢ γὰρ μακρότερα τῆς ἐπιθυμίας λέγοντες ἀπεχθάνονται τοῖς ἀκούουσιν, ἢ βουλομένων ἔτι τῶν ἀνθρώπων ἀκροᾶσθαι προαπολείπουσι τοὺς λόγους.

201

χαλεπὸν γάρ, ἴσως δ᾿ ἀδύνατόν ἐστιν ἀνθρωπίνην πρόνοιαν ἐφικέσθαι τοῦ μέλλοντος, ὥστε προϊδεῖν ἀκριβῶς τίνα τρόπον αἱ γνῶμαι τῶν ἀκουόντων πρὸς τὰ μήκη τῶν λεγομένων ἕξουσιν. ἐν δὲ τοῖς αὐτοσχεδιασμοῖς ἐπὶ τῷ λέγοντι γίγνεται ταμιεύεσθαι τοὺς λόγους πρὸς τὰς δυνάμεις αὐτῶν ἀποβλέποντι, καὶ τά τε μήκη συντέμνειν καὶ τὰ συντόμως ἐσκεμμένα διὰ μακροτέρων δηλοῦν.

Χωρὶς τοίνυν τούτων οὐδὲ τοῖς παρ᾿ αὐτῶν τῶν ἀγώνων ἐνθυμήμασι διδομένοις ὁμοίως ὁρῶμεν ἑκατέρους χρῆσθαι δυναμένους. τοῖς μὲν γὰρ ἄγραφα λέγουσιν, ἄν τι παρὰ τῶν ἀντιδίκων ἐνθύμημα λάβωσιν ἢ διὰ τὴν συντονίαν τῆς διανοίας αὐτοὶ παρὰ σφῶν αὐτῶν διανοηθῶσιν, εὔπορόν ἐστιν ἐν τάξει θεῖναι· τοῖς γὰρ ὀνόμασιν ἐκ τοῦ παραυτίκα περὶ ἁπάντων δηλοῦντες, οὐδ᾿ ὅταν πλείω τῶν ἐσκεμμένων λέγωσιν, οὐδαμοῦ τὸν λόγον ἀνώμαλον καὶ ταραχώδη καθιστᾶσι·

τοῖς δὲ μετὰ τῶν γραπτῶν λόγων ἀγωνιζομένοις, ἂν ἄρα τι χωρὶς τῆς παρασκευῆς ἐνθύμημα δοθῇ, χαλεπόν ἐναρμόσαι καὶ χρήσασθαι κατὰ τρόπον· αἱ γὰρ ἀκρίβειαι τῆς τῶν ὀνομάτων ἐξεργασίας οὐ παραδέχονται τοὺς αὐτοματισμούς, ἀλλ᾿ ἀναγκαῖον ἢ μηδὲν χρῆσθαι τοῖς ἀπὸ τῆς τύχης ἐνθυμήμασι δοθεῖσιν ἢ χρώμενον

202
διαλύειν καὶ συνερείπειν τὴν τῶν ὀνομάτων οἰκοδομίαν, καὶ τὰ μὲν ἀκριβῶς τὰ δ᾿ εἰκῇ λέγοντα ταραχώδη καὶ διάφωνον καθιστάναι τὴν ἑρμηνείαν.