Defense of Palamedes

Gorgias of Leontini

Gorgias, Defense of Palamedes, Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus, Teubner, Blass, 1908

οὐ μὴν οὐδὲ παρὰ τοῖς βαρβάροις πιστῶς ἂν διεκείμην· πῶς γάρ, οἵτινες ἀπιστότατον ἔργον συνηπίσταντό μοι πεποιηκότι, τοὺς φίλους τοῖς ἐχθροῖς παραδεδωκότι; βίος δ᾿ οὐ βιωτὸς πίστεως ἐστερημένῳ. χρήματα μὲν γὰρ ἀποβαλὼν ἢ τυραννίδος ἐκπεσὼν ἢ τὴν πατρίδα φυγὼν ἀναλάβοι τις ἄν· ὁ δὲ πίστιν ἀποβαλὼν οὐκ ἂν ἔτι κτήσαιτο. ὅτι μὲν οὖν οὔτ᾿ ἂν ἐδυνάμην οὔτ᾿ ἂν ἐβουλόμην προδοῦναι τὴν Ἑλλάδα, διὰ τῶν προειρημένων δέδεικται.

Βούλομαι δὲ μετὰ ταῦτα πρὸς τὸν κατήγορον διαλεχθῆναι. τίνι ποτὲ πιστεύσας τοιοῦτος ὢν τοιούτου

168
κατηγορεῖς; ἄξιον γὰρ καταμαθεῖν, οἷος ὢν οἷα λέγεις, ὡς ἀνάξιος ἀναξίῳ. πότερα γάρ μου κατηγορεῖς εἰδὼς ἀκριβῶς ἢ δοξάζων; εἰ μὲν γὰρ εἰδώς, οἶσθ᾿ ἰδὼν ἢ μετέχων ἤ του μετέχοντος πυθόμενος. εἰ μὲν οὖν ἰδών, φράσον τούτοις τὸν τρόπον, τὸν τόπον, τὸν χρόνον, πότε, ποῦ, πῶς εἶδες· εἰ δὲ μετέχων, ἔνοχος εἶ ταῖς αὐταῖς αἰτίαις· εἰ δέ του μετέχοντος ἀκούσας, ὅστις ἐστίν, αὐτὸς ἐλθέτω, φανήτω, μαρτυρησάτω. πιστότερον γὰρ οὕτως ἔσται τὸ κατηγόρημα μαρτυρηθέν· ἐπεὶ νῦν γ᾿ οὐδέτερος ἡμῶν παρέχεται μάρτυρα.

φήσεις ἴσως ἴσον εἶναι τὸ σέ τε τῶν γενομένων, ὡς σὺ φής, μὴ παρέχεσθαι μάρτυρας, τῶν τε μὴ γενομένων ἐμέ. τὸ δ᾿ οὐκ ἴσον ἐστί· τὰ μὲν γὰρ ἀγένητα πῶς οὐκ ἀδύνατα μαρτυρηθῆναι; περὶ δὲ τῶν γενομένων οὐ μόνον οὐκ ἀδύνατον, ἀλλὰ καὶ ῥᾴδιον, οὐδὲ μόνον ῥᾴδιον, ἀλλὰ . . . . . σοὶ μὲν οὖν ἦν οἷόν τε μόνῳ μὴ μόνον μάρτυρας ἀλλὰ καὶ ψευδομάρτυρας εὑρεῖν, ἐμοὶ δ᾿ οὐδέτερον εὑρεῖν τούτων δυνατόν. Ὅτι μὲν οὖν οὐκ οἶσθ᾿ ἃ κατηγορεῖς, φανερόν·

169
τὸ δὴ λοιπὸν οὐκ εἰδότα σε δοξάζειν. εἶτ᾿, ὦ πάντων ἀνθρώπων τολμηρότατε, δόξῃ πιστεύσας, ἀπιστοτάτῳ πράγματι, τὴν ἀλήθειαν οὐκ εἰδώς, τολμᾷς ἄνδρα περὶ θανάτου διώκειν; ᾧ τί τοιοῦτον ἔργον εἰργασμένῳ σύνοισθα; ἀλλὰ μὴν τό γε δοξάσαι κοινὸν ἅπασι περὶ πάντων, καὶ οὐδὲν ἐν τούτῳ σὺ
689
τῶν ἄλλων σοφώτερος. ἀλλ᾿ οὔτε τοῖς δοξάζουσι δεῖ πιστεύειν ἀλλὰ τοῖς εἰδόσιν, οὔτε τὴν δόξαν τῆς ἀληθείας πιστοτέραν νομίζειν ἀλλὰ τἀναντία τὴν ἀλήθειαν τῆς δόξης.

Κατηγόρησας δέ μου διὰ τῶν εἰρημένων λόγων δύο τἀναντιώτατα, σοφίαν καὶ μανίαν, ὥπερ οὐχ οἷόν τε τὸν αὐτὸν ἄνθρωπον ἔχειν. ὅπου μὲν γάρ με φὴς εἶναι τεχνήεντά τε καὶ δεινὸν καὶ πόριμον, σοφίαν μου κατηγορεῖς, ὅπου δὲ λέγεις ὡς προὐδίδουν τὴν Ἑλλάδα, μανίαν· μανία γάρ ἐστιν ἔργοις ἐπιχειρεῖν ἀδυνάτοις, ἀσυμφόροις, αἰσχροῖς, ἀφ᾿ ὧν τις τοὺς μὲν φίλους βλάψει, τοὺς δ᾿ ἐχθροὺς ὠφελήσει, τὸν δ᾿ αὑτοῦ βίον ἐπονείδιστον καὶ σφαλερὸν καταστήσει. καίτοι πῶς χρὴ ἀνδρὶ τοιούτῳ πιστεύειν, ὅστις τὸν αὐτὸν λόγον λέγων πρὸς τοὺς αὐτοὺς ἄνδρας περὶ τῶν αὐτῶν τἀναντιώτατα λέγει;

Βουλοίμην δ᾿ ἂν παρὰ σοῦ πυθέσθαι, πότερα τοὺς σοφοὺς ἄνδρας νομίζεις ἀνοήτους

170
ἢ φρονίμους. εἰ μὲν γὰρ ἀνοήτους, καινὸς ὁ λόγος, ἀλλ᾿ οὐκ ἀληθής· εἰ δὲ φρονίμους, οὐ δήπου προσήκει τούς γε φρονοῦντας ἐξαμαρτάνειν τὰς μεγίστας ἁμαρτίας καὶ μᾶλλον αἱρεῖσθαι κακὰ πρὸ τῶν ἀγαθῶν. εἰ μὲν οὖν εἰμὶ σοφός, οὐχ ἥμαρτον· εἰ δ᾿ ἥμαρτον, οὐ σοφός εἰμι. ὥστε δι᾿ ἀμφότερ᾿ ἂν εἴης ψευδής.

Ἀντικατηγορῆσαι δέ σου πολλὰ καὶ μεγάλα καὶ παλαιὰ καὶ νέα προσόντα δυνάμενος οὐ βούλομαι· βούλομαι γὰρ οὐ τοῖς σοῖς κακοῖς ἀλλὰ τοῖς ἐμοῖς ἀγαθοῖς ἀποφεύγειν τὴν αἰτίαν ταύτην. πρὸς μὲν οὖν σὲ ταῦτα.

Πρὸς δ᾿ ὑμᾶς ὦ ἄνδρες κριταὶ περὶ ἐμαυτοῦ βούλομαι λόγον εἰπεῖν ἐπίφθονον μὲν ἀληθῆ δέ, μὴ κατηγορημένου μὲν οὐκ ἀνεκτόν, κατηγορουμένῳ δὲ προσήκοντα. νῦν γὰρ ἐν ὑμῖν εὐθύνας καὶ λόγον ὑπέχω τοῦ παροιχομένου βίου. δέομαι οὖν ὑμῶν, ἂν ὑμᾶς ὑπομνήσω τῶν ἐμοί τι πεπραγμένων καλῶν, μηδένα φθονῆσαι τοῖς λεγομένοις, ἀλλ᾿ ἀναγκαῖον ἡγήσασθαι κατηγορημένον δεινὰ καὶ ψευδῆ καί τι τῶν ἀληθῶν ἀγαθῶν εἰπεῖν ἐν εἰδόσιν ὑμῖν· ὅπερ ἥδιστόν

171
μοι.

πρῶτον μὲν οὖν καὶ δεύτερον καὶ μέγιστον, διὰ παντὸς ἀπ᾿ ἀρχῆς εἰς τέλος ἀναμάρτητος ὁ παροιχόμενος βίος ἐστί μοι, καθαρὸς πάσης αἰτίας· οὐδεὶς γὰρ ἂν οὐδεμίαν αἰτίαν κακότητος ἀληθῆ πρὸς ὑμᾶς περὶ ἐμοῦ εἰπεῖν ἔχοι. καὶ γὰρ οὐδ᾿ αὐτὸς ὁ κατήγορος οὐδεμίαν ἀπόδειξιν εἴρηκεν ὧν εἴρηκεν· οὕτω λοιδορίαν οὐκ ἔχουσαν ἔλεγχον ὁ λόγος αὐτῷ δύναται.

φήσαιμι δ᾿ ἄν, καὶ φήσας οὐκ ἂν ψευσαίμην οὐδ᾿ ἂν ἐλεγχθείην, οὐ μόνον ἀναμάρτητος ἀλλὰ καὶ μέγας εὐεργέτης ὑμῶν καὶ τῶν Ἑλλήνων καὶ τῶν ἁπάντων ἀνθρώπων, οὐ μόνον τῶν νῦν ὄντων ἀλλὰ καὶ τῶν μελλόντων, εἶναι. τίς γὰρ ἄλλος ἐποίησε τὸν ἀνθρώπινον βίον πόριμον ἐξ ἀπόρου καὶ κεκοσμημένον ἐξ ἀκόσμου, τάξεις τε πολεμικὰς εὑρών, μέγιστον εἰς πλεονεκτήματα, νόμους τε γραπτούς,

690
φύλακας τοῦ δικαίου, γράμματά τε, μνήμης ὄργανον, μέτρα τε καὶ σταθμά, συναλλαγῶν εὐπόρους διαλλαγάς, ἀριθμόν τε, χρημάτων φύλακα, πυρσούς τε, κρατίστους καὶ ταχίστους ἀγγέλους, πεσσούς τε, σχολῆς ἄλυπον διατριβήν; τίνος οὖν ἕνεκα ταῦθ᾿ ὑμᾶς ὑπέμνησα;

δηλῶν μὲν ὅτι τοῖς τοιούτοις τὸν νοῦν προσέχω, σημεῖον δὲ ποιούμενος

172
ὅτι τῶν αἰσχρῶν καὶ τῶν κακῶν ἔργων ἀπέχομαι· τὸ γὰρ ἐκείνοις τὸν νοῦν προσέχοντα τοῖς τοιούτοις προσέχειν ἀδύνατον. ἀξιῶ δ᾿, εἰ μηδὲν αὐτὸς ὑμᾶς ἀδικῶ, μηδ᾿ αὐτὸς ὑφ᾿ ὑμῶν ἀδικηθῆναι.

καὶ γὰρ οὐδὲ τῶν ἄλλων ἐπιτηδευμάτων οὕνεκ᾿ ἄξιός εἰμι κακῶς πάσχειν, οὔθ᾿ ὑπὸ νεωτέρων οὔθ᾿ ὑπὸ πρεσβυτέρων. τοῖς μὲν γὰρ πρεσβυτέροις ἄλυπός εἰμι, τοῖς δὲ νεωτέροις οὐκ ἀνωφελής· τοῖς εὐτυχοῦσιν οὐ φθονερός, τῶν δυστυχούντων οἰκτίρμων· οὔτε πενίας ὑπερορῶν, οὔτε πλοῦτον ἀρετῆς ἀλλ᾿ ἀρετὴν πλούτου προτιμῶν· οὔτ᾿ ἐν βουλαῖς ἄχρηστος οὔτ᾿ ἐν μάχαις ἀργός, ποιῶν τὸ τασσόμενον, πειθόμενος τοῖς ἄρχουσιν. ἀλλὰ γὰρ οὐκ ἐμὸν ἐμαυτὸν ἐπαινεῖν· ὁ δὲ παρὼν καιρὸς ἠνάγκασε καὶ ταῦτα, κατηγορημένον πάντως ἀπολογήσασθαι.

Λοιπὸς δὲ περὶ ὑμῶν πρὸς ὑμᾶς ἐστί μοι λόγος, ὃν εἰπὼν παύσομαι τῆς ἀπολογίας. οἶκτος μὲν οὖν καὶ λιταὶ καὶ φίλων παραίτησις ἐν ὄχλῳ μὲν οὔσης τῆς κρίσεως χρήσιμα· παρὰ δ᾿ ὑμῖν τοῖς πρώτοις οὖσι τῶν Ἑλλήνων καὶ δοκοῦσιν, οὐ φίλων βοηθείαις οὐδὲ λιταῖς οὐδ᾿ οἴκτοις δεῖ πείθειν ὑμᾶς, ἀλλὰ τῷ σαφεστάτῳ

173
δικαίῳ, διδάξαντα τἀληθές, οὐκ ἀπατήσαντά με δεῖ διαφυγεῖν τὴν αἰτίαν ταύτην.

ὑμᾶς δὲ χρὴ μὴ τοῖς λόγοις μᾶλλον ἢ τοῖς ἔργοις προσέχειν τὸν νοῦν, μηδὲ τὰς αἰτίας τῶν ἐλέγχων προκρίνειν, μηδὲ τὸν ὀλίγον χρόνον τοῦ πολλοῦ σοφώτερον ἡγεῖσθαι κριτήν, μηδὲ τὴν διαβολὴν τῆς πείρας πιστοτέραν νομίζειν. ἅπαντα μὲν γὰρ τοῖς ἀγαθοῖς ἀνδράσι μεγάλης εὐλαβείας ἁμαρτάνειν, τὰ δ᾿ ἀνήκεστα τῶν ἀκεστῶν ἔτι μᾶλλον· ταῦτα γὰρ προνοήσασι μὲν ἀδύνατα, μετανοήσασι δ᾿ ἀνίατα. τῶν δὲ τοιούτων ἐστίν, ὅταν ἄνδρες ἄνδρα περὶ θανάτου κρίνωσιν· ὅπερ ἐστὶ νῦν παρ᾿ ὑμῖν.

εἰ μὲν οὖν ἦν διὰ τῶν λόγων τὴν ἀλήθειαν τῶν ἔργων καθαρῶς γενέσθαι τοῖς ἀκούουσι φανεράν, εὔπορος ἂν ἡ κρίσις ἦν ἀπὸ τῶν εἰρημένων· ἐπειδὴ δ᾿ οὐχ οὕτως ἔχει, τὸ μὲν σῶμα τοὐμὸν φυλάξατε, τὸν δὲ πλείω χρόνον ἐπιμείνατε, μετὰ δὲ τῆς ἀληθείας τὴν κρίσιν ποιήσατε. ὑμῖν μὲν γὰρ μέγας ὁ κίνδυνος ἀδίκοις φανεῖσι δόξαν τὴν μὲν καταβαλεῖν, τὴν δὲ κτήσασθαι. τοῖς δ᾿ ἀγαθοῖς ἀνδράσιν αἱρετώτερος θάνατος δόξης αἰσχρᾶς·

τὸ μὲν γὰρ τοῦ βίου τέλος, ἡ δὲ τῷ βίῳ νόσος, ἐὰν δ᾿ ἀδίκως ἀποκτείνητέ με, πολλοῖς γενήσεται φανερόν·

174
ἐγώ τε γὰρ οὐκ ἀγνώς, ὑμῖν τε παρὰ πᾶσιν Ἕλλησι γνώριμος ἡ κακότης καὶ φανερά. καὶ τὴν αἰτίαν [φανερὰν] ἅπασαν ὑμεῖς ἕξετε τῆς ἀδικίας, οὐχ ὁ κατήγορος· ἐν ὑμῖν γὰρ τὸ τέλος ἐστὶ τῆς δίκης. ἁμαρτία δ᾿ οὐκ ἂν γένοιτο μείζων ταύτης. οὐ γὰρ μόνον εἰς ἐμὲ καὶ τοκέας τοὺς ἐμοὺς ἁμαρτήσεσθε δικάσαντες ἀδίκως, ἀλλ᾿ ὑμῖν αὐτοῖς δεινὸν ἄθεον ἄδικον ἄνομον ἔργον συνεπιστήσεσθε πεποιηκότες, ἀπεκτονότες ἄνδρα σύμμαχον, χρήσιμον ὑμῖν, εὐεργέτην τῆς Ἑλλάδος, Ἕλληνες Ἕλληνα, φανερὰν οὐδεμίαν ἀδικίαν οὐδὲ πιστὴν αἰτίαν ἀποδείξαντες.

Εἴρηται τὰ παρ᾿ ἐμοῦ, καὶ παύομαι. τὸ γὰρ ὑπομνῆσαι τὰ διὰ μακρῶν εἰρημένα συντόμως πρὸς μὲν φαύλους δικαστὰς ἔχει λόγον· τοὺς δὲ πρώτους τῶν πρώτων Ἕλληνας Ἑλλήνων οὐκ ἄξιον οὐδ᾿ ἀξιῶσαι μήτε προσέχειν τὸν νοῦν μήτε μεμνῆσθαι τὰ λεχθέντα.