Defense of Palamedes

Gorgias of Leontini

Gorgias. Antiphontis orationes et fragmenta adiunctis Gorgiae, Antisthenis, Alcidamantis declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1908.

Καὶ μὴν οὐδ᾿ ἂν τιμῆς ἕνεκα τοιούτοις ἔργοις ἀνὴρ ἐπιχειρήσειε καὶ μέσως φρόνιμος. ἀπ᾿ ἀρετῆς γὰρ ἀλλ᾿ οὐκ ἀπὸ κακότητος αἱ τιμαί· προδότῃ δὲ τῆς Ἑλλάδος ἀνδρὶ πῶς ἂν γένοιτο τιμή; πρὸς δὲ τούτοις οὐδὲ τιμῆς ἐτύγχανον ἐνδεὴς ὤν· ἐτιμώμην γὰρ ἐπὶ τοῖς ἐντιμοτάτοις ὑπὸ τῶν ἐντιμοτάτων, ὑφ᾿ ὑμῶν ἐπὶ σοφίᾳ.

Καὶ μὴν οὐδ᾿ ἀσφαλείας

166
οὕνεκά τις ἂν ταῦτα πράξαι. πᾶσι γὰρ ὅ γε προδότης πολέμιος, τῷ νόμῳ, τῇ δίκῃ, τοῖς θεοῖς, τῷ πλήθει τῶν ἀνθρώπων. τὸν μέν γε νόμον παραβαίνει, τὴν δὲ δίκην καταλύει, τὸ δὲ θεῖον ἀτιμάζει, τὸ δὲ πλῆθος διαφθείρει. τῷ δὲ τοιούτῳ βίῳ περὶ κινδύνων τῶν μεγίστων οὐδ᾿ ἔχει ἀσφάλειαν.

Ἀλλὰ δὴ φίλους ὠφελεῖν βουλόμενος ἢ πολεμίους βλάπτειν; καὶ γὰρ τούτων ἕνεκά τις ἂν ἀδικήσειεν. ἐμοὶ δὲ πᾶν τοὐναντίον ἐγίγνετο· τοὺς μὲν φίλους κακῶς ἐποίουν, τοὺς δ᾿ ἐχθροὺς ὠφέλουν. ἀγαθῶν μὲν οὖν κτῆσιν οὐδεμίαν εἶχεν ἡ πρᾶξις· κακῶς δὲ παθεῖν οὐδὲ εἷς ἐπιθυμῶν πανουργεῖ.