Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἕτερον δὲ εἶδος δριμύτητος τὸ ἐκ παρονομασίας, οὐκ ἐξ ὁμοιότητος, ὅταν κυρίῳ τινὶ ὀνόματι ἢ ῥήματι χρησάμενοι εἶτʼ εὐθὺς ἑπόμενοι τούτῳ χρησώμεθα καὶ ἐφʼ οὗ μὴ κύριόν ἐστι πράγματος, οἷον «εἰ μὴ καὶ τοὺς τὰ μηχανήματα ἐφιστάντας εἰρήνην ἄγειν φήσετε, ἕως ἂν αὐτὰ τοῖς τείχεσιν ἤδη προσαγάγωσιν», εἶτʼ εἰπών, διʼ ὧν ἡγεῖται Φίλιππον πολεμεῖν τῇ πόλει καὶ ὅτι [*](3 κέχρηται V 4 τινῶν PV; τῶν 4. 5 ἀπό τινων λέξεων Ald. 7 Dem. 8, 27 8 τισι Vc | τούτων τῶν Sc 9 εἶχον om. Ac 11 δὲ ἔτι V 13 pr. καὶ om. Sc 13. 14 γρ καὶ τεθείκασι γε πως καὶ παράδειγμα τοιαύτης Pa, (om. γε πως καὶ) Pc 14 δρι- μύτητος τοιαύτης (m. 1 cr.) Pa 15 cf. 341, 20 20 κυρίως Ac 21 ἑπομένωι VcBa 22 Dem. 9, 17 22 φήσαιμεν Ac 24 ἂν om. Ba, (add. m. 2) Vc | ἤδη τοῖς τείχεσι Pc)

343
πάνθʼ, ὅσα νῦν πράττει καὶ κατασκευάζεται, ἐπʼ αὐτοὺς κατασκευάζεται, ἐπάγει δριμέως «εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα εἰρήνην ἄγειν ἐγὼ φῶ πρὸς ὑμᾶς; πολλοῦ γε καὶ δεῖ». καὶ πάλιν «ἐγὼ δὲ οὐ τοῦτο δέδοικα, εἰ Φίλιππος ζῇ ἢ τέθνηκεν, ἀλλʼ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι»· τοῦτο δὲ καὶ ἐναργῆ ποιεῖ τὸν λόγον, οὐ μόνον δριμύν· τροπῆς γάρ ἐστιν ἐγγύς, οὐ μὴν τροπή γέ ἐστιν ἄντικρυς διὰ τὸ παρωνομάσθαι· ἐπεὶ καὶ [*](368) καθʼ ἑαυτὸ εἰ λέγοι τις τὸ «τέθνηκε τῆς πόλεως τὸ τοὺς ἀδικοῦντας μισεῖν», πάνυ ποιήσει σκληρὸν κατὰ τὴν τροπὴν τὸν λόγον, ἐκ παρονομασίας δὲ εἰσαχθὲν ἅμα τῇ ἐναργείᾳ καὶ τὴν δριμύτητα ἔχει.

Λοιπὸν εἶδος δριμύτητος τρίτον ἐστίν, ᾧ καὶ αὐτῷ [*](327) ὁ ῥήτωρ κέχρηται. γίνεται δέ, ὅταν τροπῇ τινι χρησάμενοι μὴ σφόδρα αὐστηρᾷ μηδὲ σκληρᾷ κατʼ ἀκολουθίαν ἐκείνης ἑτέραν ἐπενέγκωμεν τροπὴν σκληροτέραν μέν, οὐ μὴν δοκοῦσάν γε εἶναι τοιαύτην διὰ τὸ ἀκόλουθον τοῦ προειρημένου, οἷον «ἀλλὰ τὰ τοιαῦτα εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει καὶ σφόδρα γε ἤνθησεν ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ, τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ»· τὸ γὰρ ‘ἤνθησεʼ τροπικὸν μέν, οὐ μὴν αὐστηρὸν οὐδὲ σκληρόν, τὸ δὲ ‘καταρρεῖ’ σκληρὸν ἰσχυρῶς, οὐ μὴν τοιοῦτον ἐφάνη διὰ [*](1 νυνὶ V 2 Dem. 9, 18 4 Dem. 19, 289 5 εἰ m. po. suppl. Pa 7 καὶ om. Ac 8 μόνον Pc V; μὴν Pa 9 καὶ om. Ac 10 ἑαυτὸν Pc 13 ἐνεργείαι P 16 ἀτηρᾶ Ac (quod interpretatur Syr.), cf. l. 23; ἀ⌊υσ m. 2⌉ρᾶ Ba: ἀτ⌊η m. 2⌉ρᾶ Vc 19 Dem. 2, 10 20 βραχὺ (sic) Ba 22 γὰρ PV; δὲ Syr. 23 ἀτηρὸν Vc Ac; ἀ⌊υστη m. 2⌉ρὸν Ba οὐδὲ PaAc; καὶ PcBa; l litt. er., supr. (m 1?) ὀ⌊υ⌉δε, Vc | οὐ σκληρὸν δέ (om. οὐ μὴν αὐστηρόν) Syr. 24 τοιοῦτό (-τόν Ac) γε V)

344
τὸ ἐξ ἀκολουθίας εἰρῆσθαι· ἐπὶ γὰρ τῶν ἀνθέων τῶν μαραινομένων τὸ καταρρεῖν σχεδὸν κυρίως λέγεται, ἤδη δὲ αὐτοῦ τὴν ἄγαν σκληρότητα καὶ τὸ παρακείμενον αὐτῷ ἀφεῖλε, λέγω τὸ «τῷ χρόνῳ δὲ φωρᾶται». ὅμοιον τούτῳ καὶ τὸ Εὐριπίδου ἐν Πολυΐδῳ
  • «εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἵπτατο
  • ὁ κύματʼ οἰκῶν ὄρνις, ἡρμήνευσεν ἂν
  • τὸν παῖδʼ ἐν ὑγροῖς κύμασι τεθνηκέναι»·
  • τῷ γὰρ ‘οἰκῶν’ παράκειται τὸ ‘ἡρμήνευσεν ἄν’, καθʼ αὑτὸ δʼ ἂν ἦν σκληρόν πως. Τοσαῦτα καὶ περὶ τῆς δριμύτητός τε καὶ ὀξύτητος ὡς προσηκουσῶν τῇ τε ἀφελείᾳ καὶ τῇ γλυκύτητι.

    Ὁ δὲ περὶ ἡδονῆς οὗτος καὶ γλυκύτητος ἡμῖν ῥηθεὶς [*](328) λόγος ἅπας ὁ αὐτὸς ἂν εἴη δήπου τῷ περὶ ἁβρότητος καὶ περὶ τοῦ ὡραίου λεγομένου λόγου καὶ εἴ τι τοιουτότροπον· ταῦτα γὰρ οἶμαι πάντα καὶ τὰ τοιαῦτα ὀνόματι διαλλάττει μόνῳ, ἔστι δὲ τὰ αὐτά. ὅταν γὰρ ἤτοι ἐρωτικόν τι ἐννόημα λέγωμεν ἢ καὶ τῶν ἄλλων [*](369) τι τῶν ἰδίων γλυκύτητος μεθοδεύωμέν τε οὕτως καὶ ἑρμηνεύωμεν διʼ ἐπιθέτων καὶ ποιητικῶν ὀνομάτων παρισῶμέν τε τοῖς σχήμασιν ἢ τοῖς κώλοις ἢ καὶ ἄλλῳ τινὶ κάλλους ἰδίῳ σχήματι ἐξαγγέλλωμεν συντιθῶμέν τε οὕτως καὶ τοὺς μὲν ῥυθμοὺς ποιῶμεν σεμνοὺς ἅμα καὶ καλούς, τὰς δὲ ἀναπαύσεις σεμνὰς ὁμοῦ καὶ ἀφελεῖς, ὡραῖος καὶ ἁβρὸς κατʼ ἀνάγκην ἡμῖν ὁ λόγος γίνεται· ὥστε οὐκ οἶδα, εἴ τι διαλλάττει ἡδονὴ καὶ ὥρα [*](4 λέγω om. Ba, supr. Vc 5 πολυείδωι Vc, m. 1Ba 6 Eur. fr. 636 N.2 | ἵπ⌊τ⌉ατο Pc; ἵππατο Ac; ἵπτατ᾿ VcBa; ἔπτατο Mat- thiae 8 κύμασι⌊ν er.] Vc 9 ἄν om. V 13 ἡμῖν om. Pc 15 περὶ om. Pc 17 διαλλάττειν Ac | εἶναι (pro ἔστι) Ba γὰρ om. Ac 21 τοῖς σχήμασιν PV; ταῖς συλλαβαῖς ? cf. 300, 6)

    345
    ἡ ἐν λόγῳ ἁβρότητος ἢ γλυκύτητος ἤ τινος ἄλλου τοιουτοτρόπου.

    Ἀλλὰ περὶ μὲν ἀφελείας καὶ γλυκύτητος τοσαῦτα· ἑξῆς δʼ ἂν εἴη λέγειν περὶ ἐπιεικείας.

    Περὶ ἐπιεικείας.