Περὶ ἰδεῶν λόγου
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
Περὶ λόγου πολιτικοῦ
[*](398)10 Ὁ πολιτικὸς τοίνυν καλούμενος λόγος γίνεται μὲν διὰ πασῶν τῶν προειρημένων ἰδεῶν, οὐ μὴν ἁπλῶς γε, κραθεισῶν δέ πως πρὸς ἀλλήλας, ὡς ἐλέγομεν. καὶ ὁ μὲν τῇ ἀρίστῃ μίξει χρησάμενος τούτων τὸν ἄριστον δηλαδὴ τῶν πολιτικῶν λόγων ἐργάσεται, ὁ δὲ μετʼ ἐκεῖνον τὸν κατὰ δεύτερον λόγον γινόμενον τῶν πολιτικῶν ἄριστον, ὁ δὲ καὶ μετὰ τοῦτον τὸν κατὰ τρίτον δηλαδὴ λόγον τοιοῦτον, καὶ περὶ τῶν ἄλλων δὲ ὡσαύτως εἰρήσθω. ἥτις δὲ ἀρίστη μῖξις αὐτῶν καὶ τίς ὁ κράτιστος τῶν λόγων τῶν πολιτικῶν, ὅτι μὲν ὁ Δημοσθενικός, οὐδεὶς ἀμφιβάλλει δήπουθεν· οὐ μὴν ἁπλῶς γε ἡμῖν περὶ Δημοσθένους νῦν πρόκειται λέγειν, ἀλλὰ περὶ τοῦ καλλίστου τῶν πολιτικῶν, ἵνα ἀπὸ τούτου καὶ περὶ τῶν ἄλλων τῶν κατʼ ἄνδρα εὐδοκιμούντων ἐπὶ τοῖς πολιτικοῖς [*](1 οἶμαι Ac 5 γε om. Pc 9 δεῖ P Ac: δὴ Vc Ba | pr. ἤδη om. Sc 11 περὶ τοῦ πολιτικοῦ λόγου Pπ, (om τοῦ) Sc Va 14 cf. 217, 15 305, 6 cet 15 cf. Longin. Ι 2 p. 215, 16 Sp -H. | τοῦ- τον Ba 16 (δηλα om.) δὴ V 18 καὶ om. Ac 20 τίς δὲ ἡ ἀρίστη Vc 28 νῦν om. Pc 25 ἄλλων τῶν om. VcBa)
Φημὶ τοίνυν δεῖν ἐν τῷ τοιούτῳ λόγῳ πλεονάζειν μὲν ἀεὶ τόν τε τὴν σαφήνειαν ποιοῦντα τύπον καὶ τὸν ἠθικόν τε καὶ ἀληθῆ καὶ μετὰ τούτους τὸν γοργόν, τῶν δʼ αὖ τὸ μέγεθος ποιουσῶν ἰδεῶν τὴν μὲν περιβολὴν διόλου πλεονάζειν καὶ οὐχ ἧττόν γε ἢ τὴν καθαρότητά τε καὶ εὐκρίνειαν, τὴν μέντοι τραχύτητα καὶ σφοδρότητα παρισοῦσθαι μέν πως τοῖς εἰρημένοις, κατὰ δεύτερον δὲ καὶ τρίτον λόγον. ἀκμὴ δὲ καὶ σεμνότης [*](367) ἀπʼ αὐτῶν καὶ ἔτι λαμπρότης εἶναι μὲν ὀφείλει, οὐ μὴν οὕτως οὐδʼ ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον καὶ αἱ προειρημέναι τῶν ἰδεῶν, ἀλλʼ ἐπʼ ἔλαττον, ὅπου γε τὴν σεμνότητα καὶ διακόπτειν ἐν τῷ πολιτικῷ χρὴ λόγῳ καὶ [*](399) καθαιρεῖν ἀπὸ τοῦ μεγέθους, οἷον «ἅπας ὁ τῶν ἀνθρώπων βίος, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται»· παρεντεθὲν γὰρ τὸ «κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν» καὶ διακόψαν τὸν λόγον καθεῖλεν ἀπὸ τοῦ μεγέθους καὶ ἧττον ἐποίησε φανῆναι σεμνόν. ἤδη δέ που καὶ ἡ λαμπρότης ταὐτὸ πέπονθε τοῦτο, ὡς καὶ παρὰ τῷ Δημοσθένει, οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη», εἶτα πρὶν ἐπαγαγεῖν, ὃ σφόδρα ἂν ἐποίησεν αὐτῷ τὸν λόγον λαμπρὸν καὶ σοφιστικόν, [*](3 ἀντιστρέφει Ald. αὖ om. V 14 ἀπʼ om. VcBa 17 χρὴ om. Pc 18 Dem. 25, 15 20 φύσει — 21 μικρὰν om. Ac 20 πα- ρ⌊εν m.2 ex α⌉τεθὲν Pc; παρατεθὲν Pa VcBa 23 σεμνὸν φανῆ- ναι V 24 ὡς om. VcBa 25 Dem. 18, 188: cf. p. 266, 9)
Ἀλλὰ ταυτὶ μὲν ἀκριβῶς ἐν τῷ Περὶ μεθόδου δεινότητος ἡμῖν λελέξεται, τὸ πότε καὶ πῶς δεῖ πλεονάζειν [*](369) ἐν τίσι τῶν ἰδεῶν, νυνὶ δὲ ἁπλῶς περὶ πολιτικοῦ λέγομεν λόγου καὶ Δημοσθενικοῦ ἐν τῷ καθόλου καὶ οὐ περὶ τινὸς Δημοσθενικοῦ ἢ πολιτικοῦ. διαφέρει δὲ ἢ καθόλου τι λέγειν ἢ ἐπὶ μέρους· ἐπεὶ καὶ οἱ δημόσιοι λόγοι τοῦ ῥήτορος καὶ οἱ ἰδιωτικοὶ καὶ πάλιν τῶν δημοσίων ὁ Πρὸς Λεπτίνην καὶ ὁ Κατʼ Αἰσχίνου Δημοσθενικοὶ δήπουθέν εἰσιν ἅπαντες, διαφέρουσι δὲ ἀλλήλων πάμπολυ τῷ μὴ περὶ ταὐτὸν εἶδος πλεονάσαι. εἰ γὰρ καὶ ἄλλοις τισὶ πολλάκις εἴδεσιν οἷον τραχύτητι ἢ ἐπιεικείᾳ ἢ ὅλως ἤθει ἤ τινι τῶν λοιπῶν διʼ αἰτίας τινὰς ἐπὶ πλεῖον δεῖ χρῆσθαι, ἀλλʼ ὅ γε ἁπλῶς Δημοσθενικὸς καὶ πολιτικῶν κάλλιστος λόγος ἐκείνως καὶ διʼ ἧς ἐλέγομεν κράσεώς τε καὶ μίξεως γίνεται, πλεονάζοντος [*](1 ⌊ἡ m.2⌉ Pc; ἐστι λεπτοῦ λόγου? 2 ἢ τὰ om VcBa 6 τρα- χύτητι, βρα m.2 supr., Pc | δεῖ Vc | ἡ ἐπιμέλεια V 7 μάχεσθαί. ται m.1 supr., Pc 7. 8 διερριμμένον Pc 8 συμβαίνοι V 14. 15 πλεονάζειν καὶ ἐν Ac | cf. 378, 15 sq. 27 p. 381, 6)
Τούτου δὲ τοῦ λόγου τοῦ πολιτικοῦ ὃ μέν ἐστι συμβουλευτικός, ὃ δὲ δικανικός, ὃ δὲ πανηγυρικός. καὶ ὁ μὲν συμβουλευτικὸς δῆλον ὡς ἐν τοῖς μέγεθος ποιοῦσι μᾶλλον πλεονάζει τύποις μετὰ τῆς καὶ οὔσης καὶ φαινομένης δεινότητος· δεῖ γὰρ καὶ φαίνεσθαι τοιοῦτον τὸν συμβουλευτικὸν διὰ τὸ ἀξιωματικὸν ὀφείλειν εἶναι ἅμα ἔχοντα δηλαδὴ καὶ τὰ ἄλλα πάντα, ἃ τὸν κάλλιστον τῶν πολιτικῶν δεῖν ἔφαμεν ἔχειν λόγον, ἤθους δὲ πλὴν ὅσον ἐπὶ βαρύτητι καὶ τοῦ κατʼ εἰρωνείαν σφοδροῦ μετρίως μεθέξει. εἰ δὲ τινὲς τῶν συμβουλευτικῶν οἷον οἱ φύσει τοῦ ῥήτορος οὕτως ἐπιγραφόμενοι συμβουλευτικοὶ πολὺ τὸ ἠθικὸν ἔχουσι καὶ τὸ ἐπιεικές, οὐ δεῖ θαυμάζειν τὸ εἰρημένον· νυνὶ γὰρ οὐ περὶ τῶν κατὰ μέρος λόγων χαρακτηρίζομεν, ὃ δὴ πολλάκις διεμαρτυράμην, [*](2 τε om. Pc 4 δὲ Sc; τὲ PV 11 δὲ Sc; τὲ PV 13 λόγος V, v l.Pc; om. P 16 μὲν κάλλιστος συμβουλευτικὸς ὢν δῆλον Ac | ἐν om. V 17 pr. καὶ post μετὰ Ac; om. V c Ba 19 τὸν P Ac; τὸ VcBa 20 πάντα om. V c Ba 25 alt τὸ om. V 27 cf. 380,23)