Περὶ ἰδεῶν λόγου
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
1 Καλὸς μὲν οὖν ἅμα ὄγκῳ καὶ ἀξιώματι λόγος καὶ ἔτι σαφὴς ὅπως γίνεται, ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν. δεῖ δὲ τῷ τοιούτῳ λόγῳ πάντως καὶ γοργότητος, ἵνα μὴ ἀργὸν αὐτῷ καὶ σαφὲς μόνον τὸ μέγεθος ᾗ καὶ τὸ κάλλος, ἀλλὰ καὶ γοργόν· γοργότητι γὰρ ἐναντίον τὸ ἀνειμένον καὶ ὕπτιον.
Ἡ τοίνυν γοργότης θεωρεῖται μὲν καὶ ἐν λέξει καὶ ἐν μεθόδῳ καὶ ἐν τοῖς λοιποῖς πλὴν ἐννοίας, εἰ μή τις ἄρα τὰ ὀξέα τῶν νοημάτων γοργὰ λέγοι· περὶ δὲ ὀξύτητος ἐν τῷ περὶ ἀφελείας τε καὶ δριμύτητος λέξομεν καὶ ἔτι ἐν τῷ περὶ δεινότητος. ἀλλʼ ἥ γε λέξις, ὁποία ποτʼ ἂν ᾖ, βραχέα συντελεῖ πρὸς γοργότητα. ἥ τʼ αὖ μέθοδος ἡ ποιοῦσα τὴν γοργότητα σχεδόν ἐστι μία ὡς ἐπὶ τὸ πλεῖστον, ἐπειδὴ διὰ τοῦ τμητικοῦ γίνεται τύπου· οὗτος δʼ ἐν σχήμασίν ἐστι καὶ κώλοις, ἐν οἷς θεωρεῖται, ἔτι μέντοι καὶ συνθήκῃ καὶ ἀναπαύσει καὶ τοῖς ῥυθμοῖς. ἔννοια δὲ ὅπερ ἔφην οὐκ ἔστιν οὐδεμία, [*](296) ἥτις καθʼ ἑαυτὴν ποιεῖ τὸν λόγον γοργόν, πλὴν εἰ τὴν ὀξύτητά τε καὶ δριμύτητα ὡς ἔλεγον γοργότητος ἰδίαν θήσεταί τις· περὶ δὲ ταύτης ὅπερ ἔφην ἔν τε τῷ περὶ [*](1 βιβλίον β΄ P; τόμος β΄ VcBaPπ; τόμος δ΄ περὶ ἰδεῶν (sic! cf. ann. 2) Ac 2 om. Ac | mg. ἰδέα δ΄ Pa 4 καὶ ἐν Ac 5 λόγω post πάντως Ac; om Sc 6 ἦι V; εἴη ἢ P 12 τε om. V | p. 328, 5 cf. 339 14 ἢ τὸ ἀνάπαλιν ἐναντιοῦται post γοργότητα add. V, m.po Pa; at 319, 11 | αὖ PAc; οὖν VcBa 15. 16 ὡς ἐπὶ om. VcBa 18 ἔτι μέντοι καὶ P; καὶ ἔτι μέντοι νὴ δία Ac; ἔτι μέντοι νη δία καὶ VcBa 19 sq. l. 10 sq. 20. 21 γρ πλὴν εἰ μὴ τὴν ὀξύτητά τε mg. P 21 τε om Ac | ἰδέαν VcBa 22 θήσεταί V, v.l.P; θήσαιτό P | τε om. VcBa)
Μέθοδος τοίνυν ὅπερ ἔλεγον γοργότητος μία, τὸ ταῖς ἀπαντήσεσι ταχείαις χρῆσθαι καὶ βραχείαις ταῖς τε ἀντιθέσεσιν ὡσαύτως, οἷον «τί γὰρ καὶ βουλόμενοι μετεπέμπεσθε ἂν αὐτοὺς ἐν τούτῳ τῷ καιρῷ; ἐπὶ τὴν εἰρήνην; ἀλλʼ ὑπῆρχεν ἅπασιν. ἀλλʼ ἐπὶ τὸν πόλεμον; ἀλλʼ αὐτοὶ περὶ εἰρήνης ἐβουλεύεσθε» καὶ πάλιν «ναί, φησίν· ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν, τὸ μηδεμίαν γραφὴν φυγεῖν; καὶ νὴ Δία εὔδαιμόν γε. ἀλλὰ τί μᾶλλον ὁ πολλάκις μὲν φυγών καὶ τὰ ἑξῆς, καὶ πάλιν «κακοδαιμονοῦσι Βυζάντιοι; σφόδρα γε· ἀλλʼ ὅμως δεῖ σῶς αὐτοὺς εἶναι· συμφέρει γὰρ τῇ πόλει»· ταῦτα γάρ πώς εἰσι καὶ ὀξέα. — Περὶ δὲ συνδρομῆς εἴτε συγχωρήσεως καὶ ὅσα εἴδη αὐτῆς καὶ ὡς δεῖ παραλαμβάνειν ἕκαστον, ἐν τῷ περὶ δεινότητος ἡμῖν ἀκριβῶς λελέξεται. [*](297) — Ἡ δὲ ἀποστροφὴ οἷον «παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν» δοκεῖ μέν πως εἶναι μέθοδός τις, οὐ μὴν ἔμοιγε φαίνεται, ἀλλʼ εἶναι μᾶλλον σχῆμα· εἴτε δὲ σχῆμα εἴτε μέθοδός τίς ἐστιν ἡ ἀποστοφή, τῶν ποιούντων ἐστὶ καὶ αὐτὸ γοργὸν τὸν [*](2 νῦν Vc 3 πρῶτον λέξομεν Pc; λέξωμεν πρῶτον Pa; πρῶ- τον ante 2 τῆς V 5 p. 312, 15 e cf. p. 20, 4 7 Dem. 18, 24 8 ἂν om Ba, (suppl. m.2) Vc | ἐπὶ τὴν om. Pc 10. 11 ναί φησιν Ac, Dem. 18, 251; om. Pc; ναί om. PaVcBa 14 κακο- δαιμονοῦσι γὰρ VcBa, Dem. 8, 16 14. 15 αὐτοὺς δεῖ σῶς V, Dem. 16 ἐστὶ V | εἴτε PVcAc: ἤτοι Ba, v.l.P 17. 18 cf. p. 379, 5; 452, 1 Sp. 19 Dem. 18, 82; cf. 262, 15 20 αὐτὸν P; αὐτῶι Ac 22 εἴτε δὲ σχῆμα om, εἴτʼ οὖν σχῆμα m.po. supr., Pa 23 αὐτ⌊ὴ⌉ Va)
Σχήματα δὲ τὰ μὲν ὁμολογουμένως ἐστὶ φύσει γοργὰ καὶ τμητικὰ καὶ αὐτῆς γε εἵνεκα τῆς γοργότητος παραλαμβάνεται, τὰ δὲ τὴν συμβαίνουσαν τῷ λόγῳ πολλάκις διά τινας ἀνάγκας ὑπτιότητα ἐξαιρεῖσθαι πέφυκε. καὶ πρῶτόν γε περὶ τούτων λέξομεν.
Ἐξαιρεῖται τοίνυν ὑπτιότητα λόγου σχῆμα τὸ καθʼ [*](345) ὑποστροφὴν καὶ ἔστι σφόδρα χρήσιμον τοῦτο ἐν ταῖς ἀφηγήσεσιν, οἷον «ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον», εἶθʼ ὑπέστρεψεν ἐξ ἐπεμβολῆς «ὡς τότε δημηγορῶν ἔφη», εἶτα πάλιν ἦλθεν ἐπὶ τὴν ἀφήγησιν «ἐπιβουλεύοντα τοῖς Ἕλλησι». τοιοῦτόν ἐστι καὶ τὸ «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου», εἴθʼ ἡ ὑποστροφὴ «οὐ διʼ ἐμέ· οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε», εἶτα πάλιν ἡ ἀφήγησις «πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε», καὶ τὰ ἑξῆς δὲ τοιαῦτά ἐστι τοῦτο τὸ σχῆμα καὶ κατʼ ἐπιπλοκὴν τινὲς ὠνόμασαν. ἔτι ἐξαιρεῖται τῶν ἀφηγήσεων τὴν ὑπτιότητα καὶ τὸ ἐπιτρέχον λεγόμενον σχῆμα, οἶον [*](298) «ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ» καὶ τὰ ἐξῆς. [*](1 cf. 20, 4 2 ἐπ⌊ῒ m.2 ex ει⌉δὴ τὸν Pc 6 καὶ γοργὰ Pc 9 ἀνάγκας m.po. suppl. Pc 10 λέγομεν, ξο supr., Pc 12 χρήσιμον σφόδρα Pc 13 Dem. 19, 10 14. 15 εἶθʼ ὑστροφὴν (voluitne ὕστερον? cf. 292, 12)ὑπέστρεψεν ἐξ ἐπιπολῆς Pc 17 Dem. 18, 18 17. 18 πολέμου συστάντος V 18 ἡ om. VcBa 20 δὲ om. Pc 21 καὶ κατʼ ἐπιπλοκὴν Anon. III 139, 19 Sp.; κατὰ πλοκήν vel καταπλοκήν PV 22 τῶν ἀφηγήσεων om. Pc 24 Dem. 21, 13)
Νῦν δὲ πρῶτον περὶ τῶν σχημάτων λέξομεν, ἃ τμητικὰ [*](2. 3 p. 290, 13. 294, 11 sq. 3 περὶ om. Pa | τῆς περιβολῆς 4 δύνανται Pc, (alt. ν supr.) Pa 6 p. 239, 18 8 τὰ om Pc 9 εἰρήσεσθαι Ba | ὡς (om. περ) VcBs 10 ἑαυτὸν 10. 11 p. 235, 5: σαφῆ ποιεῖν τὸν λόγον 12. 13 πάλιν· ἔστι μὲν οὖν Ac 14 ἐκπίπτει Pc 17 ὁ λόγος Ac 18 εἰδέναι — 19 ἐστιν m.2 suppl. Vc 20 γε om. PcAc | τμητικὸς P; τοιοῦτος V 23 ὀλίγω P 24 p. 317, 14 | τι om. Ac 25 νυνὶ V)
Σχήμιατα μὲν γοργότητος ταῦτα, καὶ νὴ Δία τοῦ τε φαινομένου μὲν τμητικοῦ, μὴ ὄντος δὲ τοιούτου λόγου καὶ τοῦ ἀμφότερα φαινομένου τε καὶ τέμνοντός γε ὡς ἀληθῶς ἐν βραχέσι τὰ πράγματα. τοῦ μέντοι τέμνοντος μέν, μὴ μέντοι γε δοκοῦντος τέμνειν οὐ ταῦτα, ἀλλʼ οἵ τε πλαγιασμοὶ καὶ τὰ κατὰ συστροφὴν καὶ ὅσα τοιαῦτα· πολλὰ γὰρ διʼ ἐλαχίστων ἐν ἐκείνοις λέγεται τοῖς σχήμασιν οὐ παραδηλούντων ἡμῶν, ὅτι τέμνομεν τὰ πράγματα. παραδείγματα δὲ αὐτῶν θήσομεν ἑκάστου, ἵνα καὶ σαφὴς ὁ λόγος ᾖ. — Τοῦ μὲν οὖν τέμνοντος τὰ πράγματα λόγου, οὐ μὴν δοκοῦντος τέμνειν παράδειγμα τὸ «πολλῶν, ὦ Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν» καὶ τὰ ἑξῆς· τοῦτο μὲν οὖν ἐκ πλαγιασμοῦ τοιοῦτον ἐγένετο. τοῦ δʼ αὖ κατὰ συστροφὴν σχήματος ἐν τούτῳ τῷ εἴδει παράδειγμα τόδε «ὁ γὰρ Μεσήνην Λακεδαιμονίοις ἀφεῖναι κελεύων πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδιδοὺς τῷ δίκαια νομίζειν ταῦτα εἶναι πεποιηκέναι σκήψαιτο;» πολλὰ γὰρ διʼ ὀλίγων ἐν ἀμφοτέροις εἴρηται, [*](301) [*](1 Dem. 18, 71 2 καὶ μεγάροις ἐπιχειρῶν post ἀττικὴν add Ac 3 καὶ κατασκάπτων πορθμιὸν post ὠρεὸν add Pc | πότε- ρον Ac, cf. 318, 7; πότερα PVcBa 5 ἰτέον 6 μὲν γὰρ AcBa 16 λόγου — τὸ om. VcBa (λόγου — παράδειγμα m.2 suppl. Vc) | οὐ μὴν P, m.2Vc; καὶ μὴ Ac | τὸ Ac; οἷον P; τόδε Sc 17 Dem. 9, 1 | λόγων ὦ ἀθηναῖοι Ac 20 τόδε P; οἷον Ac; om VoBa 21 Dem. 6, 13 | μεσσήνην VcBa | ἀφ- ιέναι Vc, (εῖ, m.1 ϊέ supr.) Ba; cf. p. 394, 12 Sp. 22. 23 παρα- δοὺς V 23 τῶ m.po.Pc; τὸ PV)
Λέξις μὲν γὰρ ὅπερ ἔφην βραχέα, ἥτις ἂν εἴη, τοιάδε [*](349) ἢ τοιάδε, συντελεῖ πρὸς γοργότητα, οὐ μὴν ἀλλʼ αἱ βραχεῖαί γε ἐπιτηδειότεραι.
Κῶλα μὴν τοῦ λόγου τοῦ γοργοῦ πάντως εἶναι βραχέα δεῖ.
Συνθήκη δὲ γοργότητος ἡ ὀλιγάκις ἢ μηδʼ ὅλως ἔχουσα σύγκρουσιν φωνηέντων· οὐ γὰρ δὴ κεχηνέναι δεῖ τόν γε ὡς ἀληθῶς γοργὸν λόγον, πλὴν εἰ τραχύνεσθαι δέοι. πλεονάζειν μέντοι πάντως ἐνταῦθα τοὺς τροχαίους καὶ τὰς τροχαϊκὰς συζυγίας προσήκει· καὶ τούτου τεκμήρια ἐναργῆ πολλὰ καὶ τῆς τραγῳδίας, ἔνθα ἐπείγεσθαι ὁ λέγων δοκεῖ, τροχαϊκῶς συντεθέντα καὶ παρὰ τῷ Μενάνδρῳ. ὁ δὲ Ἀρχίλοχος αὐτὸ καὶ σαφέστερον ἐποίησε καὶ γοργότερον· οἱ γὰρ τετράμετροι αὐτῷ διὰ τοῦτʼ οἶμαι καὶ γοργότεροι καὶ λογοειδέστεροι τῶν ἄλλων εἶναι δοκοῦσι, διότι τροχαϊκῶς σύγκεινται· [*](4 μεθόδου δεινότητος Sc 4. 5 p. 396 Sp. 6 εἴδεσιν ἅπασιν Pc 7 πῶς καὶ ἐφʼ οἷς p. 396, 18 Sp. κεχρῆσθαι Pc 8 μέ- θοδοι Pc 11 βραχέα Ba (cf. 312, 14); βραχεῖα PAc, m.1Vc 14 〈γε〉 μὴν? 18 λόγον γοργὸν VcBa 21 ἐναργῆ om. Pa 23 αὐτῶι VcBa 25 αὐτοῦ H. Becker)
Ἀνάπαυσις δὲ γοργὴ ἡ εἰς τροχαῖον φύσει καταληγουσα καὶ μὴ βεβηκυῖα· οὐ γὰρ δύναται ὁ ῥυθμὸς γοργὸς εἶναι βεβηκώς. περὶ δὲ βεβηκότων ῥυθμιῶν καὶ τῶν οἱονεὶ κρεμαμένων καὶ ἀνηρτημένων ἐν τῷ περὶ κάλλους ἀκριβέστερον εἴρηται.
2 Σαφὴς μὲν δὴ καὶ ἀξιωματικὸς καὶ ἔτι αὖ καλός τε καὶ γοργὸς ὅπως γίνεται λόγος, ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται· ἕποιτο δʼ ἂν ἐκείνοις ὁ περὶ ἤθους ἀναγκαίως. χρησιμώτατον γὰρ εἴπερ ἄλλο τι καὶ τοῦτο δὴ τὸ ἠθικὸν εἶδος τοῦ λόγου εἰδέναι τε ὅπως γίνεται καὶ ποιεῖν δυνάμενον τοτὲ μὲν ὅλῳ τῷ λόγῳ ἀποδιδόναι τὸ τοιόνδε ἦθος, εἰ τοῦτο δέοι, τοτὲ δʼ αὖ καταμιγνύναι τοῖς προειρημένοις εἴδεσιν ἅπασιν, οἷον σφοδρότητι ἤ [*](304) σεμνότητι ἢ κάλλει καὶ τοῖς λοιποῖς. λέγω γὰρ ἦθος [*](3 cf. 305, 1 ann. | ὅτι om. Pc 5 ἐπιθεὶς P 7 Dem. 18, 169 8 εἴληπται Pc 9 τάχα δʼ ἂν Pa | ἔχηι VaBa | καὶ om. Ba 12 μὴ m.po. suppl. Pa 13 καὶ post εἶναι add Ma 15 p. 310, 5 sq. 16 mg. ἰδέα ε΄ P 23 τοῦτο P; τούτου V | δέοιτο Ac 25 δὲ (pro γὰρ) Ac)
Ἦθος τοίνυν ἐν λόγῳ ποιεῖ ἐπιείκεια καὶ ἀφέλεια, καὶ πρὸς τούτοις τὸ κατʼ αὐτὸν ἐμφαινόμενον ἀληθὲς καὶ ἐνδιάθετον. ἡ δὲ βαρύτης ὑπόκειται μὲν ὑπὸ τὸν ἠθικὸν λόγον, οὐ μὴν συμπληροῖ γε αὐτόν, ὥσπερ ἥ [*](351) τε ἀφέλεια καὶ ἡ ἐπιείκεια, τό τε ἀληθὲς καὶ τὸ ἐνδιάθετον, οὐδέ γε καθʼ ἑαυτὴν δύναται θεωρεῖσθαι, ὥσπερ ἐκείνων τῶν ἰδεῶν ἑκάστη, ἀλλὰ δεῖ αὐτῇ ἀφελείας [*](2 p. 296, 20: καθάπερ ἐν σώματι 4 σφοδρότησι . . τραχύ- τησι AcBa 5 γὰρ om. Pc | γίνοιτο 7 ἢ καὶ τοῖς 8 γε- ωργοῖς post οἷον m.2 supr. Pc 9 οἶον Syr. 10 cf. p 396 Sp. 11 νῦν Ac | τε V; γε P 14 alt. καὶ om. AcBa supr. m.1Pa | τὰ om. Ba 15 κἀκεῖναι Pa; κἀκεῖνα Ac χρήσιμον 16 εὑ- ρεῖν πολλάκις Pc 22 γε om. Syr. 23 τὸ om. Sc)
3 Ἔννοιαι τοίνυν εἰσὶν ἀφελείας ἀπλῶς μὲν εἰπεῖν αἱ καθαραί· αἱ γὰρ ἀπάντων ἀνθρώπων κοιναὶ καὶ εἰς πάντας ἀνελθοῦσαι ἢ δόξασαι ἀνελθεῖν καὶ μηδὲν ἔχουσαι βαθὺ μηδὲ περινενοημένον δῆλον ὡς ἀφελεῖς ἂν εἴησαν ἡμῖν καὶ καθαραί, οἷον «ἐμὲ μὲν φαῦλον ἡγεῖσθε, τουτονὶ δὲ ἄφετε»· καὶ τοῦτό γε ὁμολογούμενον, ὡς αἵ τε καθαραὶ ἔννοιαι πάντως ἂν εἶεν καὶ ἀφελεῖς αἵ τε αὖ ἀφελεῖς καὶ καθαραί. ἰδίως δʼ ἂν λέγοιντο ἀφελεῖς αἱ τῶν ἀπλάστων ἠθῶν καὶ ὑπό τι νηπίων, ἵνα μὴ ἀβελτέρων λέγῃ τις, οἷον τὸ περὶ πραγμάτων διεξιέναι τινῶν καὶ λέγειν αὐτὰ μηδεμιᾶς ἀνάγκης οὔσης μηδὲ ἐπερωτῶντός τινος, ὡς τὰ πολλὰ ἔχει τῶν Ἀνακρέοντος καὶ πάλιν τὰ Θεοκρίτου ἐν τοῖς βουκολικοῖς καὶ ἄλλων οὐκ ὀλίγων, οἷον
Μέθοδοι δὲ ἀφελείας, αἵπερ καὶ καθαρότητος, καὶ [*](2 καὶ τὰ ἑξῆς om. VcBa, Diac. | Dem. 18, 1 | ὦ ἄνδρες ἀθη- ναῖοι Ac 6 ἀγωνιστικὸν τοῦτό VcBa, Diac. 7 Dem. 19, 78 8 ἀλλὰ καὶ ἠθικὰ VcBa 9 μεθοδεύοι Ac; μεθοδεύει VcBa; μεθοδεύοις P, m. 2Vc, Diac. | τινὰ ἀπόδειξιν πίστιν VcBa 12 εἴη ἂν Pc 15 Dem. 18, 208 16 sq. cf. Π. ὕψ. 16. Aristid. lI 461, 14 sq. Sp. Plut. De glor. Ath. c. 8 (τοῦτο λαμπρότατον ... πεποίηκεν, cf. l. 20) 23 ἀφελείας V, v.l.P | καὶ αἱ τοιαῦται om. VcBa 24 ἀφελείας om. VcBa)
Λέξις γε μὴν ἀφελὴς τὸ μὲν πλεῖστον ἡ αὐτή ἐστι τῇ καθαρᾷ, εἰσὶ δὲ τινὲς καὶ ὥσπερ ἴδιαι τῆς ἀφελείας, ὡς τὸ ῾ ἀδελφίζεινʼ παρὰ τῷ Ἰσοκράτει καὶ ὁ ῾ κλαυσίγελωςʼ [*](312) παρὰ τῷ Ξενοφῶντι καὶ ἄλλαι τινὲς τοιαῦται· ἠθικαὶ γὰρ αὗται καὶ ἄγαν ἀφελεῖς. καὶ μὴν καὶ αἱ δριμεῖαι, περὶ ὧν καὶ ἐν τῷ περὶ δριμύτητος καὶ ὀξύτητος αὐτίκα λέξομεν, ὡς ἔφην· αὗται δὲ ὡς ἐπὶ τὸ πλεῖστον γλυκύτητα ποιοῦσιν ἐν ἀφελείᾳ, ἡ δὲ γλυκύτης οἷον κάλλος τι τῆς ἀφελείας ἐστί, περὶ ἧς καὶ αὐτῆς [*](1 p. 228, 8 3 ὁμοίως Pc 6. 7 δριμύτητος ὠνομάκασιν εἶ- δος Pc 9 cf. 339,19 11 ἀλλἢ Vc | τῶι P2Ac; τὸ VcBa 12 ἐπι- πολῆς Pa; de v.l. ἐπιβολῆς cf. schol F (W VII 1062, 6) 13 cf. 339, 24 15 λέξομεν post 14 ὕστερον 16 λέξ⌊ι ex ει]ς.. ἀφελ|ὴ ex εῖ]ς Ba, (m. 2 cr.) Vc | μὲν Ba 16.17 ἐστιν ἡ καὶ κα- θαρά VII 18 ὥσπερ Syr. lsocr. 19, 30 | τῷ om. Syr. | Xen. Hell. VII 2,9 19 καὶ — τοιαῦται om. Vc Ba 21 pr. καὶ om. Vc Ba 22 p. 339 24 cf. 329, 21)
Σχήματα δὲ ἀφελῆ καὶ κῶλα ταὐτά, ἅπερ ἦν καὶ καθαρά· συνθῆκαί τε ὡσαύτως, ἀφελέστεραι δὲ αἱ μᾶλλον λελυμέναι, οἷον «ἀκούσατέ μου ἀπολογουμένου δικαίως», καὶ οἷαί εἰσιν αἱ πλεῖσται παρά τε τῷ Ξενοφῶντι καὶ τῷ Σωκρατικῷ Αἰσχίνῃ καὶ μέντοι καὶ τῷ Νικοστράτῳ.