Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Μεθοδεύσεις δὲ λαμπρῶς, ὅταν προηγουμένως εἰσάγῃς τὰς ἐννοίας, ὅταν ὡς θἁρρῶν μετὰ ἀξιώματος ἀλλὰ μὴ ἐνδοιάζων, ὅταν ἀφηγούμενος καὶ μὴ διακόπτων [*](306) τὰς ἀφηγήσεις, εἴ σοι τούτου μέλοι, τῆς διαρκοῦς λέγω λαμπρότητος· ἐπεὶ τὸ «σαυτῇ τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. τοῦτο τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος» τοῦτο λαμπρὸν ἅπαν ὄν, εἶτα διακοπὲν καὶ μεταξὺ τῶν δύο κώλων προσλαβὸν [*](246) τὸ «τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων» ἐνεποδίσθη κατὰ τὴν μέθοδον πρὸς τὸ ἄγαν εἶναι λαμπρόν· οὐ γὰρ ὅμοιον δήπουθεν ἦν ἀπολελυμένως εἰπεῖν, ὥσπερ καὶ τὸ παράδειγμα ἐθήκαμεν, ἢ διακόψαντα ἐκείνως οἷον αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ ἀπιστίαν καὶ μῖσος τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων. τοῦτο τὸ ψήφισμια» καὶ τὰ ἐξῆς. τοιοῦτόν ἐστι καὶ τὸ «πλεονέκτημα, ὦ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ· παρὰ γὰρ τοῖς Ἕλλησιν, οὐ τισίν, ἀλλὰ πᾶσι»· διέκοψε γὰρ καὶ οὐκ εἴασε φανῆναι τοῦ λόγου τὸ ἄγαν λαμπρὸν τῇ διακοπῇ καὶ ὑποστροφῇ. — Ἐτι μεθόδου λαμπρᾶς καὶ τὸ τὰ ἔνδοξα ἐνδοξοτέρως λέγειν, ὥσπερ ἐκεῖνο εἴρηται τὸ «οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων» καὶ τὰ ἐξῆς. τοῦτο γὰρ παράδειγμα μὲν ἔνδοξον, οἶον [*](4 μέλει Ac 5 p. 265,11 7 παραστάντα Ac 9 cf. 399, 7 Sp. 9 10 προσλαβὼν Ba 13 cf 251,6 | γρ ἢ ἀπολελυμιένως P 17 καὶ μῖσος καὶ ἀπιστίαν V | ὑπηγμένων τῶν πόλεων Pc 18. 19 τοιοῦτόν ἐστι om Pc 10 Dem. 18, 61 23 ἔτι δὲ V 24 Dem. 18, 208)

267
‘ὀρθῶς συνεβούλευσα ὑπὲρ ἐλευθερίας τῶν Ἑλλήνων κινδυνεύειν· οὕτω γὰρ ἐποίουν καὶ οἴ ἐν Μαραθῶνι προκινδυνεύσαντεςʼ· ὃ δὲ εἰς ὅρκον αὐτὸ ἀναγαγὼν ἐνδοξότερον αὐτὸ ἐποίησε καὶ λαμπρὸν ‘οὐχ ἥμαρτον [*](247) ταῦτα συμβουλεύσας, οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσανταςʼ καὶ τὰ ἑξῆς.

[*](307)

Λέξεις δὲ λαμπραί, αἵπερ ἐλέγοντο εἶναι καὶ σεμναί. Σχήματα δὲ λαμπρά, ὅσα καὶ εὐειδῆ, οἷον αἱ ἀναιρέσεις, ὡς τὸ «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, οὐδὲ ἐπὶ τούτοις» καὶ τὰ ἑξῆς· καὶ πάλιν αἱ ἀποστάσεις, οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχή καὶ τὰ ἑξῆς. ὅλως δὲ τὰ ἀσυνδέτως εἰσαγόμενα, εἰ μακρὰ εἴη τὰ κῶλα, ποιεῖ λαμπρὸν τὸν λόγον, ταῖς ἐννοίαις κὰν ἀκμαῖος ᾖ· καὶ γὰρ ἡ ἀκμή, περὶ ἧς αὐτίκα λέξομεν, τοῖς τῆς λαμπρότητος σχήμασί τε καὶ κώλοις γίνεται, μεθʼ ὅσων ἄλλων πέφυκε γίνεσθαι. εἰδέναι μέντοι χρή, ὅτι, ἐὰν μετὰ καταστάσεως εἰς ἀρχὴν ἀνάγῃς τὸν λόγον ὀρθώσας, κἂν ἀποστήσῃς, ἧττον γίνεται λαμπρός, εἰ μὴ πλαγιάσας εὐθὺς ἤ τι ἕτερον σχῆμα περιβλητικὸν ἐπαγαγὼν κατʼ ἀνάγκην μακρὰν ἀποτείνῃς ῥῆσιν, οὐκ ἐχούσης ἀνάπαυσιν τῆς ἐννοίας καὶ κατὰ τοῦτο γινομένου πως τοῦ λόγου λαμπροῦ, οἷον «ὑμεῖς τοίνυν, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων» καὶ τὰ ἑξῆς· εἰ γὰρ μὴ ἐπλαγίασεν εὐθύς ἐν τῷ « Λακεδαιμονίων γῆς [*](1 συνεβούλευσα Reiske; οὖν ἐβούλευσα P 2 καὶ om. Vc Ba 3 τῶν ἐλλήνων προκινδυνεύσαντες Ac, v l V | ἀγαγὼν Ba 4 αὐ- τὸ om. Ac 5 6 προκινδυνεύσαντας om V 7 p. 247, 12 9 p 265 8; Dem. 18, 299 11 οἷον om. Vc Ba | p 265, 11 Dem 18, 188 12 ἀρχὴ καὶ κατάστασις πρώτη· ὅλως Sf 14 ταῖς ἐννοίαις suppl m 2 Vc 10 cf 270, 13. 272,12 18 ἀναγάγῃς Sf; ἀνενέγκῃς Sy- riani V (ἐνέγκεις S) 21 ἀνάγκην τινὰ μακρὰν ἀποτείνεις Sf 28 p 265, 18; Dem 18,96)

268
καὶ θαλάττης ἀρχόντων» καὶ κατʼ ἀνάγκην περιέβαλεν ἀπὸ τοῦ πλαγιασμοῦ, ἐπέμεινε δὲ τῇ ὀρθώσει, καθαρὸς [*](248) ἂν μᾶλλον ἐγένετο ὁ λόγος καὶ οὐ λαμπρός. τεκμήριον δὲ τούτου τὸ «λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ »· καίπερ γὰρ ἀσυνδέτως εἰσαχθὲν ὅμως διὰ τὸ ἐπιμεῖναι τῇ ὀρθότητι καθαρὸν μὲν καὶ ἀπλοῦν ἔμεινε, λαμπρὸν δὲ οὐδαμῶς. ἔτι καὶ ταύτῃ διαφέρει τὰ τοιαῦτα τῶν λαμπρῶν, ὅτι αἰ μὲν λαμπρότητες οὐ μᾶλλον πραγμάτων εἰσὶν ἀφηγήσεις ἢ ποιότητές τε πραγμάτων καὶ αὐξήσεις, ὁ δὲ καθαρὸς λόγος σχεδὸν ἐναντίος ὢν τῷ λαμπρῷ ὅμως ταῖς μὲν ἀποστάσεσι καθάπερ ἐκεῖνος εἰσάγεται, μετὰ μέντοι ὀρθότητος διαρκοῦς, καὶ πραγμιάτων [*](308) τινῶν ἀφήγησιν ἔχει, ἀλλʼ οὐκ αὔξησίν τινα τού τῶν οὐδὲ ποιότητα, ὅπερ ἐστὶ τῆς λαμπρότητος. τοιοῦτόν ἐστι καὶ τὸ « Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων» καὶ τὸ «λέγεταί ποτε ἐπεὶ τῆς παλαιᾶς ἐκείνης εὐδαιμονίας Ἀλκιβιάδης» καὶ τὸ «λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι» καὶ ὅσα τοιαῦτα. Ἀλλὰ σχήματα μὲν ταῦτα λαμπρότητος.

Κῶλα δὲ τὰ μέλλοντα ποιήσειν τὸν λόγον λαμπρὸν μακρότερα εἶναι δεῖ· καὶ τούτου παραδείγματα πάντα, ὅσα κἀν τῷ περὶ ἐννοιῶν λαμπρότητος εἰρήκαμιεν. Συνθῆκαι δὲ λαμπραὶ μάλιστα μὲν αἱ σεμναί, περὶ ὧν εἴρηται, χρῆσθαι μὴν ἔστιν ὅτε οἷόν τε καὶ τροχαικαῖς συνθήκαις, καὶ οὐδέν γε βλάπτεται ὁ λαμπρὸς λόγος [*](2 |δι del ὀρθώσει Pa 1 Dem 20,11 5 πειραιεῖ καὶ τὰ ἐξῆς V, v P 6 γὰρ om Ac 11 ἐναντί⌊ο ex ω⌉ς Pc 14 ἀφή- γησιν τινῶν Pc 10 Dem 21, 58 17 Dem 21, 143 18 ἀλκι- βιάδης γενέσθαι Ma 19 Dem. 20, 11 | χρήματα om. Pc 20 ἀλλὰ om. Pc 25 p 251, 21 | μὲν Vc Ba 26 συνθήκαις P; ἀναπαύ- σεσιν ; γρ ἀνάπαυσιν (sic) Pa)

269
τῇ συνθήκῃ ταύτῃ, μόνον εἰ ἡ ἀνάπαυσις γένοιτο σεμνή· τὸν γὰρ ῥυθμὸν αἰ τοιαῦται ἀναπαύσεις μακρῶν τῶν κώλων γινομένων ποιοῦσι σεμνόν τε καὶ λαμπρόν, κἂν ἐκ τροχαίωον συγκείμενος ᾖ.

Ἀλλὰ περὶ μὲν λαμπρότητος τοσαῦτα. περὶ δὲ ἀκμῆς ἂν εἴη λέγειν ἑπόμενον, ᾗ πάλιν ἐναντίον εἶδος δηλαδὴ κατὰ μὲν τὰς ἐννοίας, ὅσαι σφοδρότητί τε καὶ τραχύτητι ἐναντιοῦνται, κατὰ δὲ τὰ λοιπά, ὅσα τῇ λαμπρότητι.

Ὅπως μὲν ἡ σεμνότης καὶ μετʼ ἐκείνην ἡ τραχύτης 10 ἢ τε σφοδρότης καὶ ἔτι λαμπρότης αὐταὶ καθʼ ἑαυτὰς γίνονται καὶ τῷ λόγῳ μέγεθος σὺν ἀξιώματι καὶ ὄγκῳ προστιθέασιν, ἱκανῶς ἡμῖν ἐν τοῖς ἔμπροσθεν εἰρημιένοις μετὰ τὸν περὶ σαφηνείας δέδεικται λόγον. ἕποιτο δʼ ἄν τῷ περὶ τραχύτητός τε καὶ σφοδρότητος καὶ ἔτι [*](309) τῷ τῆς λαμπρότητος ἀναγκαίως ὁ περὶ ἀκμῆς λόγος, κατὰ μὲν τὰς ἐννοίας ἐναντιοῦται πάλιν, ὅσα τῇ τε σφοδρότητι καὶ τραχύτητι, κατὰ δὲ τὰ λοιπά, ὅσα καὶ λαμπρότητι. λέγειν δὲ περὶ ἀκμῆς ἕπεται μετὰ τὰ προειρημένα ἀναγκαίως τά τε ἄλλα καὶ ὅτι διὰ τούτων πως γίνεσθαι πέφυκεν ἡ ἀκμή, ὡς ἐνεδειξάμεθα καὶ τοῦτο κατʼ ὀλίγον μέν πως καὶ ἐν τῷ περὶ τραχύτητος, [*](250) δείξομεν δὲ καταφανέστερον ἐνταῦθα ἀναγκαίως ἐν τῷ περὶ αὐτῆς λόγῳ τῆς ἀκμῆς, μᾶλλον δὲ εὐθύς ἐξ ἀρχῆς φανερὸν ἔσται.

[*](3 γενομένων V 4 τροχαίων Sic. VI 278, 30 W. τροχαϊκῶν PV 6 ἐστὶ δηλαδὴ V 7 ὅσαι P Ac α Ba; ⌊ὅσα⌉ Vc; fort. ὅσα . ἐναντιοῦται, cf l. 18 8 ὅσα Vc Ba; ὅσαι P Ac 12 ἡ ante λαμπρότης supr. m. 2 Ba 10 ⌊lI⌉ τῶι Vc; ⌊τῶι m po ⌉ Ba καὶʹ ⌊ἔ add. m 2⌉τι ⌊τῶ m.2 supr.] Ba 17 ἀναγκαῖος Ba 22 πέ- φυκε γίνεσθαι Ac |p 255, 4 23 βραχύτητος Ac)
270

Ἔννοιαι μὲν γὰρ ἀκμῆς καὶ ἔτι μέθοδοι αἱ αὐταί, αἵπερ ἦσαν τῆς τε τραχύτητος καὶ τῆς σφοδρότητος.

Λέξεις δὲ αἵ τε αὐτῶν τούτων τῶν ἰδεῶν καὶ ἔτι αἱ τῆς λαμπρότητος μεμιγμέναι, οἷον «τνόσημα γάρ, Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπὸν καὶ πολλῆς τινος εὐτυχίας καὶ τῆς παρʼ ὑμῶν ἐπιμελείας δεόμενον»· ἡ γὰρ τροπὴ τραχέος οὖσα καὶ σφοδροῦ λόγου ἡ «νόσημα γάρ» ἑτέρως πως διῆρται ὡς ἐν λαμπρότητι καὶ οὐ μᾶλλον τραχύτητα ἐνταῦθα ἐμφαίνει ἢ λαμπρότητα. περὶ δὲ τῶν τοιούτων ὀνοἱκανῶς οἶμαι ἐν τῷ περὶ σεμνότητος ἡμῖν εἰρῆσθαι.

Καὶ μὴν καὶ σχήματα ἀκμιαστικά, ὅσα καὶ ἐν λαμπρότητι καὶ σφοδρότητι. κατὰ μὲν γὰρ λαμπρότητος σχῆμα ἀκμὴ γέγονεν ἐν τῷ «ἐξέστητε, ὦ Ἀθηναῖοι, τῆς τάξεως, ἐφʼ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον» καὶ πάλιν «πλεονέκτημα, ὧ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ»· [*](251) ἐξ ἀποστάσεως γὰρ εἰσῆκται. κἀκεῖνα δὲ τοιαῦτα· «μή μοι σῳζέσθω μηδʼ ἀπολλύσθω μηδείς, ὃν ἂν ὁ δεῖνα ἢ ὁ δεῖνα βούληται καὶ τὸ «πολλὰ ἂν εἰπεῖν ἑχοιεν Ὀλύνθιοι νῦν, ἃ τότʼ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο» καὶ «ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τʼ ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην [*](310) καὶ πάντα ἄνδρα ἐξῆς προθύμους εἶναι, [*](2 τε om Ac 4 Dem 19, 259 6 ἡμῶν Ba 8 v l διήρηται Syr., qui utramque interpretatur; cf. 232, 13 9 τραχύτητι m.1 Vc, ? Ba 10 λαμπρότητι m.1Vc | p 248,17 sq 14 γὰρ PV; in ras. Sf; οὖν Syr 15 Dem. 10, 46 17 Dem 18. 61 18 cf. 267, 11 19 Dem. 19, 296 μηδεὶς ἂν Sc, (ἐὰν) Sf 20 τὸ supr. Pa; om. V | Dem. 9, 68 | ἂν om Pc 20.21 ἔχοιεν εἰπεῖν P cf 271, 13 21 οἱ ὁλύνθιοι Ac προΐδοντο m.1 22 Dem. 9, 69 24 ἐξῆς Pa Ac: ἐξῆν Pc εὐθὺς VcBa)

271
ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή». ταῦτα δὲ καὶ πλέον ἔχει τι· οὐδὲ γὰρ ἐξ ἀποστάσεως εἰσῆκται ὥσπερ τὸ «πλεονέκτημα, ὦ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ καὶ τὸ «ἐξέστητε, ὦ Ἀθηναῖοι, τῆς τάξεως», ἀλλʼ ἀπροσδοκήτως ἐξ ἐπεμβολῆς. διὸ καὶ μειζόνως ἐκλάμπει καὶ πλέον ἔχει τὸ φαιδρὸν ἡ ἀκμή· κυρίως γὰρ τοῦτʼ ἂν ἀπόστασις εἴη, ἐὰν δὲ καταστήσας εἰς ἀρχὴν ἀνάγῃς τὸν λόγον, ἧττον ἐμφαίνεται τὸ ἀποστατικόν, οἷον τοσοῦτον ὑπειπὼν «πλεονέκτημα, ὦ Ἀθηναῖοι» καὶ τὰ ἐξῆς· προσδοκήσασι γὰρ ἡμῖν ἐνταῦθα ἡ ἀπόστασις ὤφθη· ἐκεῖ δὲ οὐ πάνυ τι τὸ ἀποστατικόν, οἷον «νὴ Δία, ἔδει γὰρ τὸ καὶ τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθαι· πολλὰ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι καὶ τὰ ἐξῆς. — Ἀλλʼ ὅπερ ἐλέγομεν, κατὰ μὲν λαμπρότητος σχήματα οὕτως ἀκμὴ γίνεται· κατὰ δʼ αὖ σφοδρότητος αἱ ἀποστροφαὶ δηλονότι καὶ οἱ ἔλεγχοι ποιοῖεν ἂν τὴν ἀκμήν, οἷον τὸ «πότερον αὐτὴν [*](252) ἐχρῆν, Αἰσχίνη, τὸ φρόνημα ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν ἑαυτῆς ἐν τῇ Θετταλῶν» καὶ τὰ ἐξῆς, καὶ πάλιν «οὐ λέγειν εἴσω τὴν χεῖρα ἔχοντα, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρα ἔχοντα». οὐ δεῖ δὲ θαυμάζειν, εἴ πού τις ἀποστροφή, καίτοι λεγόντων ἡμῶν σφοδρότητος εἶναι τὸ σχῆμα, ὅμως καὶ ἦθος ἔχει τι, ὥσπερ τὸ «καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ ἐρῶ σε φλαῦρον»· μεθωδεύθη γὰρ οὕτως, ὥστε μὴ δόξαι [*](3 p 270, 17. 15 | μέγα ὦ ἀθηναῖοι Pc 8 ἀναγάγῃς Ac (cf. 267, 18) 11 οὐ Pc Ac, (del Vc Ba καὶ m po. ex οὐ Pa | πάν- τι⌊II⌉ τὸ Vc 12 Dem. 9, 68 15 ἡ ἀκμὴ Ac 10 σφοδρότγ |α er.] Pa; σφοδρότητος Pc 17 ἂν om Vc Ba | Dem. 18, 63 20 Dem 19, 255 22 καὶ ἦθος ἔχει etian post ἀποστροφὴ Ac 23 τὸ om Pa | cf p. 372, 22 Sp | ἤθους Sc 2 Dem 20, 102 25 ἐμεθωδεύθη Ac)
272
πικρῶς λέγεσθαι διὰ τὴν ὑπόληψιν τοῦ προσώπου τοῦ Λεπτίνου καὶ μηδέν γε ἧττον ἔχειν τὴν σφοδρότητα. ἐμφαίνεται γὰρ καὶ ἐν τῷ ἤθει. ὅτι δὲ καὶ ἦθος ποιεῖν σφοδρότητα οὐδὲν κωλύει, αἱ εἰρωνεῖαι δηλοῦσι πᾶσαι, [*](311) οἷον «πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει;» καὶ πάλιν «τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε καὶ μυρία ἄλλα. κἀκεῖνα μέντοι ἠθικῶς ἅμα καὶ σφοδρῶς εἴρηται τὸ «σὺ δὲ ὅμοιος, Αἰσχίνη; ὁ δὲ ἀδελφὸς ὁ σός; ἀλλὰ πρὸς τοὺς ζῶντας, ὧ χρηστέ καὶ τὰ ἐξῆς.

Ἀλλὰ σχήματα μὲν ἀκμῆς ταῦτα· τὰ δὲ ἄλλα πάντα ἀπλῶς τὰ αὐτὰ ἔχει τῇ λαμπρότητι, οἷον κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμούς. Καὶ περὶ μὲν ἀκμῆς τοσαῦτα.