Περὶ ἰδεῶν λόγου
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
Καὶ γίνεται οὕτω τραχὺς καὶ ὁ ῥυθμὸς καὶ δύσηχός τις ὅλος καὶ οἷον μηδὲ ῥυθμός τις ὤν. — Ταῦτα δὲ ποιεῖ καὶ τὸν ἐν σφοδρότητι ῥυθμόν. ἀλλʼ ἤδη γε περὶ πάσης σφοδρότητος λεκτέον, ἵνα καὶ ὅπῃ γε διαφέρει τῆς τραχύτητος ἐπιγνῶμεν. ἀντίκειται δὲ ταύτῃ πάντως μὲν καὶ ἡ γλυκύτης καθάπερ καὶ τῇ τραχύτητι, ἰδίως δὲ τῇ σφοδρότητι ἐναντίον ἡ ἐπιείκεια, περὶ ἧς καὶ αὐτῆς ἐν τῷ περὶ ἤθους λελέξεται.
8 Ἡ δὲ σφοδρότης ἐννοίας μὲν ἔχει καὶ αὐτὴ τὰς ἐπιτιμητικὰς καὶ ἐλεγκτικὰς καθάπερ ἡ τραχύτης· ἀλλʼ ἡ μὲν τραχύτης κατὰ μειζόνων προσώπων καὶ αὐτῶν δὲ τῶν δικαστῶν ἢ ἐκκλησιαστῶν γίνεται, ὡς ἐδείξαμεν, ἡ δὲ σφοδρότης κατὰ ἐλαττόνων προσώπων, οἷον κατὰ τῶν ἀντιδίκων ἢ καθʼ ὧν ἂν καὶ οἱ ἀκούοντες δέξαιντο ἡδέως, οἷον εἰ κατὰ Φιλίππου λέγοι ὁ Δημοσθένης ὅτι [*](240) «βάρβαρος, ὄλεθρος Μακεδών», καὶ τῶν τοιούτων. καὶ [*](302) [*](1 p 218, 23 2 ἡ ποιὰ om Ac, v .l.P 8 γρ τραχύς τις καὶ ὁ ῥυθμός Pa 5 ὅλος Vc Ba: ὁ λόγος P Ac alt. τις om Pc 10 γε καὶ περὶ V 11 πάσης (γρ αὐτῆς) P | ὅπη V, (ως supr.) P γε om. V 13 cf 255, 20 14 τῆι Vc; καὶ τῆι Ac, (καὶ er.) Pc, (καὶ supr ) Pa; om Ba 15 p 369 Sp. 16 cf Aristid II 492 Sp. 18 ἀλλʼ — 19 τραχύτης om. Pc 20 τῶν om. Pc | p. 255, 25 sq. 23 κατὰ φιλίππου εἰ | λέγε Pa 24 Dem 9, 31)
Μέθοδος δὲ σφοδρότητος σχεδὸν ἡ αὐτή, ἥπερ καὶ τραχύτητος· τὸ γὰρ ἀπαρακαλύπτως καὶ φανερῶς ἔτι τε ψιλῶς ἀλλὰ μὴ συμπλέκοντά τισι τῶν ἀνειμένων ἐννοιῶν λέγειν τὰς τοιαύτας ἐννοίας μηδʼ ἄλλως πως σφοδροῦ λόγου. παραδείγματα δὲ αὐτοῦ τὰ προειρημένα [*](303) πάντα.
Καὶ μὴν καὶ λέξις σφοδρά, ἥπερ ἦν καὶ τραχεῖα. ἐνταῦθα δὲ καὶ ποιεῖν ὀνόματα ἴσως ἐγχωρεῖ τραχέα, ὥσπερ ὁ ῥήτωρ ἐποίησε τὸ ‘ἰαμβειοφάγοςʼ καὶ τὸ ‘γραμματοκύφωνʼ καὶ εἴ τι τοιοῦτο, ἐν τραχύτητι δὲ οὐχ εὗρον ὄνομια οὕτω πεποιημένον. καὶ ταύτῃ ἂν οὖν ἴσως διαφέροι ἡ σφοδρότης τραχύτητος.
Σχῆμα δὲ σφοδρὸν τὸ κατὰ ἀποστροφήν, οἷον « παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν»· καὶ ἡ ἐρώτησις δὲ ἡ τοῦ ὑποκειμένου προσώπου ἀποστροφή ἐστι καὶ ἔχει πρὸς τῇ σφοδρότητι καὶ ἐλεγκτικόν τι, διὸ καὶ τὰ τοιαῦτα σχήματα ἐπὶ τῶν οὐκ ἐνδεχομένων [*](242) ἀντίρρησιν παραλαμβάνεται, οἷον «ἀλλὰ τί ἐχρῆν, Αἰσχίνη, ποιεῖν τὴν πόλιν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὐτῷ κατασκευαζόμενον Φίλιππον;» [*](2 τοὺς λόγους 4 p. 258, 1 5 συμπλέκοντάς τι Vc, ?m.1 Ba, (τισι) Sc 6 mg. ἐν ἄλλοις τὸ ἐννοίας οὐ πρόσκειται P 11 Dem. 18,139 | ἰαμβιοφάγος Pc Ac, (ει m.po. ex ι) Pa; ἰαμ- βεὶφάγος Sf; ἰαμβοφάγος Vc, (ει m2 supr.) Ba; cf. 263, 4 ann. 12 Dem. 18, 209 13 οὕτω om. Sc; ἁυτῶ Sf 14 διαφέρει Pa Ba τῆς τραχύτητος Ac 15 cf Aristid. II 494, 13 Sp. | Dem. 18, 82; cf. p. 344, 18 Sp 16 κατέλυεν VcBa αὐτῶν VcBa: αὐ- τόν P; αὐτῶ Ac; mg. ἄλλοι καὶ σὺ προύξένης αὐτῶν οἷον σὺ ὁ προὐξ αὐτῶν· δηλονότι ὁ πρόξενος Pa, (om οἷον — αὐτῶν) Pc: cf p. 382, 2 Sp. 19. 20 οὐκ ἐ|πϊ m.po., ex ν?]δεχομένων Pa ; οὐ δεχομένων 20 Dem 18, 66, cf. 62)
Καὶ μὴν ἴσως καὶ κατὰ τὰ κῶλα διαφέρει· σφοδρὰ μὲν γὰρ καὶ τὰ μηδὲ κῶλα, κόμματα δέ, ἃ καὶ ἡ τραχύτης ἔχει, πλέον γε μὴν γίνεται τὸ σφοδρὸν ἐν ἐκείνοις, ἃ μηδὲ κόμματά ἐστιν, ἀλλʼ ὡς ἐπὶ τὸ πλεῖστον κατʼ ὄνομα ἀναπαύει τὸν λόγον, οἷον «ὁ φαρμακός, ὁ λοιμός» [*](304) καὶ πάλιν «ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα [*](243) ἀγορᾶς, ὄλεθρος γραμματεύς » καὶ ὅσα τοιαῦτα.
Περὶ δὲ συνθήκης σφοδρᾶς ἢ ἀναπαύσεως ἢ ῥυθμοῦ οὐδὲν δεῖ πάλιν διεξιέναι· δῆλα γὰρ τὰ τοιαῦτα πάντως μέν που καὶ ἀπὸ τῶν προειρημένων, οὐ μὴν ἀλλὰ κἀν τῷ περὶ τραχύτητος ἱκανῶς εἴρηται· τὰ αὐτὰ γὰρ περὶ τούτων κἀνταῦθα κἀκεῖ.
Ἕπεται τῷ περὶ τραχύτητος καὶ σφοδρότητος ὁ περὶ λαμπρότητος λόγος, ἡ πάλιν ἀντίκειται τρόπον μέν τινα [*](1 ἐχρῆν αἰσχίνη Sf, Dem. 18, 63 4 Dem. 18,139| ἰαμβιο- φάγος Pc Ac, (ει m.po. ex ι) Pa; ἰαμιβοφάγος Vc; ὁ ἰαμβειοφάγος Sc, (ο m.2 suppl. post ει) Ba; ἰαμβ|ει m.1 ex ι]ογράφος Sf (ἰαμι- βειογράφος Demosthenis Σ, ἰαμβογράφος Α) 5 Dem 18, 41 8 τὰ Sf. m po.Vc; om. P 10 κατὰ om. p. 261, 1. 262, 13 11 τὰ om. Vc Ba 12 τὰ οἷον μὴδὲ VcBa, (om. τὰ) Ac; γρ οἷον P | p 259, 13 14 τὸ Ac; om P Vc Ba | καὶ κατʼ vulg. 15 Dem. 25, 80 16 Dem. 18, 127 | ἐπίτριμμα Pc 18 ῥυθμῶν P 19 γὰρ V ; δὲ Pc, (γὰρ supr.) Pa 21 p. 259, 19)