Περὶ ἰδεῶν λόγου
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
Κῶλα μέντοι καὶ συνθῆκαι ἀναπαύσεις τε καὶ ῥυθμοὶ εὐκρινείας οἱ αὐτοί εἰσι καὶ καθαρότητος.
Καὶ περὶ μὲν σαφηνείας τοσαῦτα. καὶ γινώσκειν γε χρή, διϊσχυρισαίμην γὰρ ἄν, ὅτι λόγος σαφὴς μὴ ταῦτα ἢ τούτων τι ἔχων οὐκ ἂν γένοιτο, λέγω τῶν ἤτοι τὴν καθαρότητα ποιούντων ἢ τὴν εὐκρίνειαν. ἐναντίον δὲ [*](286) εὐκρινείας σύγχυσις, ἥ δὴ γίνεται, ὅταν χωρὶς τῶν ποιούντων εὐκρίνειαν περιβάλλῃ τις καὶ μεστὸν ποιῇ τὸν λόγον, ἥπερ καὶ κακία ἐστὶ λόγου· οὐ γὰρ ἣ γε ἀπλῶς ἀσάφεια κακία ἂν εἴη λόγου, ἐπεὶ αἵ γε ἐμφάσεις [*](1 Dem 2, 4 5 ἐπαναγαγὼν Ac, (να supr.) Pa 6 καὶ πάλιν Sf; πάλιν οὖν Pc 7 Dem 19, 25 ἕνεκεν Vc 9 ἀκούει μου θαυμάζ|η m 2] Ba 11 Dem. 19, 27 13 δέ τινος P Ac Ba: εὕρηται καὶ δευτέῥ ( Pc) δὲ τίνος (δέ τινος Pc) mg. P οὐδενὸς P 17 καθαρότητι (om. καὶ) 18 γε om. Vc Ba 23 τὴν εὐκρίνειαν Vc | περιβάλη Ac ποιεῖ Pc: ?m. 1Ac 24 καὶ om. Pc |τοῦ er.] λόγου Vc)
Λεκτέον δʼ ἂν εἴη μετὰ ταύτην περὶ μεγέθους λόγου· δεῖ γὰρ τῷ σαφεῖ μεγέθους τινὸς καὶ ὄγκου· παράκειται γὰρ τῷ σφόδρα σαφεῖ τὸ εὐτελὲς καὶ ταπεινόν, ὅ δὴ ἐναντίον ἐστὶ τῷ μεγέθει.
Μετὰ τὸν περὶ σαφηνείας λόγον ἀκόλουθον ἂν εἴη περὶ μεγέθους εἰπεῖν λόγου, διότι καὶ ἀναγκαῖόν ἐστι τῷ σαφεῖ μέγεθός τε προσεῖναι πάντως καὶ ὄγκον τινὰ καὶ ἀξίωμα· παράκειται γὰρ τῷ σφόδρα σαφεῖ τὸ εὐτελές, [*](218) ὃ δὴ καὶ ἐναντίον ἐστὶ τῷ μεγέθει. ὅπερ οἶμαι καὶ ὁ ῥήτωρ ἐπιγνοὺς διὰ μὲν τὸ πάντως δεῖν σαφῆ τὸν πολιτικὸν εἶναι λόγον διόλου κέχρηται τοῖς ποιοῦσι τὴν σαφήνειαν, διὰ δὲ τὸ κινδυνεύειν ἕνεκα ταύτης ἐκπίπτειν αὐτῷ τὸν λόγον εἰς τὸ εὐζωνότερον κατέμιξεν αὐτῇ τὰ ποιοῦντα τὸ μέγεθος καὶ διαφερόντως πεπλεόνακε τῇ περιβολῇ. ἀλλὰ διότι μὲν ταύτῃ πεπλεόνακεν, αὐτίκα ἐν τῷ λόγῳ τῷ περὶ αὐτῆς εἰρήσεται· νυνὶ δὲ ἀναγκαῖόν ἐστι δήπουθεν πρῶτον περί τε αὐτοῦ τοῦ μεγέθους καὶ τῶν ποιουσῶν ἰδεῶν τὸ μέγεθος εἰπεῖν, [*](1 Dem 18, 21 3 τὰ πράγματα λέγει Ac 4 τοῦτο (pro τοῦ) Ac 5 φήσομεν etiam post κακίαν 6–9: cf 11–15 10 ἰδέα β mg. P, (om ἰδέα) Ac τοῦ P: om. VPπ | | περὶ μεγέθους καὶ ἀξιώματος τοῦ λόγου Sf 13 τι P τι Sf 16 δεῖν πάντως Ac 19 αὐτῆι PSf τῆι σαφηνείαι αὐτῆι Vc Ba; αὐτῆι τῆι σαφηνείαι Ac, v. l.P 22 p. 289 290 23 τοῦ om P Ac)
Μέγεθος τοίνυν καὶ ὄγκον λόγου καὶ ἀξίωμα [*](287) ποιοῦσιν ἰδέαι αἵδε· σεμνότης, περιβολή, τραχύτης, λαμπρότης, ἀκμή, καὶ ἔτι ἡ σφοδρότης βραχεῖ τῳ διαλλάττουσα τῆς τραχύτητος, ὡς ἐν τῷ λόγῳ τῷ περὶ αὐτῆς ἔσται φανερόν. τούτων δὲ ἡ μὲν σεμνότης ἐφʼ ἑαυτῆς ἐστι καὶ ἡ περιβολή, αἱ δὲ ἄλλαι πᾶσαι συμπλέκονταί τε καὶ πάλιν οὐ συμιπλέκονται κατά τι πρὸς ἀλλήλας, μέρεσί τισι κοινωνοῦσαι καὶ πάλιν ἑτέροις κεχωορισμέναι· διὸ περὶ μὲν τῆς σεμνότητος ἤδη λελέξεται, περὶ δὲ τῶν λοιπῶν μετὰ τὰ περὶ ταύτης. ἡ δὲ περιβολὴ ἐφʼ ἑαυτῆς μέν ἐστιν, ὥσπερ ἔφην, ἐν ὑστέρῳ δὲ ὁ περὶ αὐτῆς εἰρήσεται λόγος διὰ τὸ πλεονάζειν μὲν ἐν αὐτῇ τὸν ῥήτορα, τὴν δὲ αἰτίαν ἡμᾶς, διʼ ἣν ταύτῃ πλείονι χρῆται κατὰ τὸν ὄγκον, ἄλλως μὴ δύνασθαι γνῶναι, πρὶν περὶ τραχύτητός τι μαθεῖν καὶ λαμπρότητος ἀκμῆς τε καὶ σφοδρότητος.
Ἀλλὰ πρῶτόν γε περὶ σεμνότητος, ᾗ τάχα ἂν ἐναντίον εἴη ἀφέλεια, περὶ ἧς ἐν τῷ περὶ ἤθους λέξομεν.
6 Ἔννοιαι τοίνυν εἰσὶ σεμναὶ μάλιστα μὲν αἱ περὶ θεῶν ὡς περὶ θεῶν λεγόμεναι· ἐπεὶ τὸ
Μέθοδοι δὲ σεμιναὶ αἰ κατὰ ἀπόφανσιν καὶ χωρὶς ἐνδοιασμοῦ ἐξ ἀφηγήσεως λεγόμεναι. ὡς γὰρ εἰδότας ἀκριβῶς δεῖ λέγειν καὶ μετʼ ἀξιώματος, ἀλλʼ οὐκ ἐνδοιάζοντας, ὅτε τούτου φροντίζοιμεν, τῆς διαρκοῦς λέγω σεμνότητος, ἀλλὰ μὴ ἄλλου τινός· τὸ γὰρ «εἴτε ἥρωες ἦσαν εἴτε θεοί» σεμνὸν ὄν πλέον ἔχει τοῦ πολιτικοῦ τε καὶ πιθανοῦ κατὰ τὴν ἐνδοίασιν. — Καὶ μὴν καὶ αἱ ἀλληγορικαὶ μέθοδοι, ὅτε διαρκοῖεν, σεμνὸν ποιοῦσι τὸν λόγον, ὡς ἐν τῷ «ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται» καὶ τὰ ἑξῆς· λέγω δὲ τοῦτο, εἰ μὴ ἑκών τις διὰ τῶν εὐζώνων καὶ εὐτελῶν τινος ἀλληγοροίη· τότε γὰρ οὐκέτι σεμινόν, ἄλλης δέ τινος ἐννοίας ποιεῖ τὸν λόγον καὶ σχεδὸν τῆς εὐτελοῦς — Καὶ μὴν καὶ τὸ διʼ ἐμφάσεων μυστικῶς τι καὶ τελεστικῶς ἐν ταῖς σεμναῖς τῶν ἐννοιῶν ὑποσημαίνειν μεθόδου σεμνῆς· ὡς γὰρ αὐτοὶ μὲν εἰδότες, οὐκ [*](2 σεμνότητος ἔννοιαν ἔχουσι Pc; ἔχουσι σεμνότητος ἔννοιαι V 4 τὰ scripsi; τὸ P 5 ἐν πλαταιᾶσιν P 7 ταύτης Pc 8 Her 8, 65 |ὁ ἴακχος Pe 9 cf. p.357, 29 Sp 10 ἀπόφασιν PaAc; ἀπόφασιν Pc Vc Ba 13 λέγω τῆς διαρκοῦς V 14 Dem. 23, 70 15 σεμνὸν ὂν 〈κατὰ τὴν ἔννοιαν〉 ? 17 αἱ om. Ac Βa 18 τὸ (pro ἐν τῷ) Ac Plat Phaedr. 246 E 21 τε καὶ Syr. 28 τι om. Ac; τὲ Sf)
Δέξις δὲ σεμνὴ πᾶσα μὲν ἡ πλατεῖα καὶ διογκοῦσα κατὰ τὴν προφορὰν τὸ στόμα, ὥστε οἶον στομφάζειν καί, ὅπερ ἐπιτηδεύουσι τινές, τοῦτο ἀναγκάζεσθαι ποιεῖν τῇ φύσει τῶν λέξεων αὐτῶν. τοιαῦται δὲ καὶ ἄλλαι μέν τινες, ἐξαιρέτως δὲ αἵ τε τῷ α καὶ τῷ α πλείστῳ χρώμεναι, ὥς που καὶ ὁ Πλάτων τὴν οἰωνιστικήν φησιν ᾠωνιστικὴν ὀνομάσαι τινὰς ἀποσεμνύνοντας τῷ ω. καὶ περὶ τοῦ α λέγοιτʼ ἄν τι τοιοῦτον· ὁ γὰρ Θεόκριτος ἀχθόμενόν τινα πεποίηκε δωριζούσαις γυναιξὶ διὰ τὸ πλατύνειν τῷ α τὰ πλεῖστα χρωομέναις τὴν φωνήν. μιάλιστα δὲ τὰ στοιχεῖα ταῦτα τὸ α καὶ τὸ α διαίρει τε καὶ διογκοῖ τὸν λόγον, εἰ κατὰ τὰς τελευταίας συλλαβὰς [*](2 τι P Ac; τε Vc Ba 2 Plat. Tim. 29 E 5 ib 28 C 10 οὖν om Vc Ba 12 πᾶσα μὲν ἡ om Pc 18 ὥστ|ε, ex ο?] Pa; ὡς τὸ Pc οἷον om. V 16 –248, 9 cf. Dion. De c. v. 14 Π 1 p. 51, ,7 sq. Us. 10 τε om Ac |πλείαω, m.1 supr , Pa 17 Plat. Phaedr 244 D 18 τῶ Va, m.po Pa Ba; τὸ PV 1 sq cf. De- metr. De eloe. 177 19 λέγοιτʼ ἄν τι(σ m.2 supr ) τοιοῦτόν τι Ba 20 Theocr. 15,88 δωριαζούσαις Syriani V; δωριζούσας m.1Ba 21 χρωμένας V c, ? m. 1Ba; χρωμέναις m po.Ba, (ex χρώ- μενος?) Ac τὴ φωνήν, m 1, P 22 ταῦτα post α Vc Ba 23. 248, 1 εἴη συλλαβὰς VcBa)
Σχήματα δὲ σεμνά, ἅπερ καὶ καθαρά, ἡ ὀρθότης λέγω καὶ εἴ τι τοιουτότροπον. — Καὶ μὴν καὶ αἱ ἐπικρίσεις, εἴτʼ ἔννοιαί τινες εἴτε σχήματα εἶεν, σεμναί, οἷον «λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος κελεύει ἀποδοῦναι καὶ χρή», καὶ ὁ ῥήτωρ «τὸρθῶς καὶ καλῶς βουλευόμενοι»· πάντα γὰρ τὰ τοιαῦτα ἀξιωματικὰ καὶ σεμνά. αἱ δὲ μετʼ ἐνδοιάσεως ἐπικρίσεις ἠθικαί, ἀλλʼ οὐ σεμναί, οἷον «δεῖ δέ με ὡς ἔοικε καίπερ [*](228) οὐ φιλολοίδορον ὄντα». καὶ ὅλως πᾶσα ἐνδοίασις ἠθικώτερον ποιεῖ τὸν λόγον· δεῖ γὰρ ἀποφαίνεσθαι τὸν μέλλοντα ἀξίωμά τι τᾷ λόγῳ προστιθέναι καὶ σεμινότητα, οἷον «τοὐκ ἦν τοῦ πρὸς ἡμᾶς πολέμου πέρας οὐδʼ ἀπαλλαγὴ ἴιλίππῳ»· ἐὰν γὰρ εἴπῃς ‘οὐκ ἦν οἶμαι πέραςʼ καὶ τὰ ἑξῆς, ἦθος ποιεῖς. — Καὶ μὴν καὶ τὸ εἰς τὴν αὑτοῦ γνώμην ἀναφέρειν τι τῶν ῥηθησομένων ἀξιωμιατικὸν καὶ σεμνόν, οἷον βούλομαι τόδε εἰπεῖνʼ καὶ ὁ [*](294) Θουκυδίδης «Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυνάμει προὔχων». — Ἥκιστα δὲ αἱ ἀποστροφαί τε καὶ ὑποστροφαὶ λόγου σεμνοῦ ἢ καθαροῦ· τοὐναντίον γὰρ καὶ καθαιροῦσιν αὐτοῦ καὶ διαφθείρουσι τὸ σεμινὸν αὗται καὶ πάλιν αὗ τὸ καθαρὸν ὡσαύτως, διακόπτουσαί [*](3 Dem. 18, 35 5 σεμναὶ αὗται 7 αἱ om. Ac 8 σεμινά PV ι add m po Pc Plat Menex. 236 D 10 Dem. 18, 97 13 Dem. 18, 126 10 περιτιθέναι, m 1 πρ supr., Pc 17 Dem. 18, 145 | τοῦτο Vc Ba 21 cf Dem. 9, 20 sim. 20 Thuc. 1, 9 24 ἢ PV ; καὶ Syr | γὰρ P: δὲ V 26. p. 251, 1 διακόπτουσαί τε ὡσαύτως P)
Κῶλα δὲ σεμνά, ἅπερ καὶ καθαρά, λέγω τὰ βραχύτερα· ὥσπερ γὰρ ἀφορισμοὺς αὐτὰ εἶναι δεῖ· οἷον «ψυχὴ πᾶσα ἀθάνατος· τὸ γὰρ ἀεικίνητον ἀθάνατον» καὶ «νόμος ἐστὶν εὕρημα μὲν καὶ δῶρον θεῶν, δόγμα δὲ ἀνθρώπων φρονίμων καὶ τὰ ἑξῆς. γένοιτο δʼ ἄν που καὶ μακρότερον ἐν σεμνότητι κῶλον κατὰ ἀνάγκην τινά.
Συνθῆκαί γε μὴν σεμναὶ αἱ τῆς μὲν συγκρούσεως ἕνεκα τῶν φωνηέντων μὴ μικρολογούμεναι, τῷ δὲ ὅλῳ δακτυλικαί τε οὖσαι καὶ ἀναπαιστικαὶ παιωνικαί τε καὶ ἔστιν ὅτε ἰαμβικαὶ σπονδειακαί τε καὶ μᾶλλον· διὸ καὶ [*](3 Dem. 25, 15 4 sq. Aristid. lI 462, 13 Sp. de eodem exemplo 6 ἢ Ba: εἰ P Ac; er. Vc cf. 266, 13 εἰπεῖν Ba, (ex εἶπεν) Vc ; εἶπεν P Ac προείρηται; l 3 12 ὁ λόγος Pc V; ὅλος Pa| [ἂν er ] ἀλλὰ Ac 16 Plat. Phaedr. 245 C 17 Dem. 25 16 21 μὲν (pro γε μὴν) Lactares (Hermae vol. 30, 295) 22 [εἵ]- νεκα Lach. | σμικροὶογούμεναι Ac 22–24 ὅλω δακτύλω. δα- κτυλικαί τ|ε οὗ, m.1 !]σαι καὶ ἀναπαιστικαί καὶ παιωνικαί· ἔστιν ὅτε καὶ ἰαμβικαί· σπονδιακαὶ δὲ μᾶλλον Lach. 23 24 τε ἔστιν ὅτε καὶ Sf (cf. Lach.) 24 τε PV δὲ Sf, Syr., Lach. | pr. καὶ)
Περὶ δὲ ἀναπαύσεως σεμνῆς ὁ αὐτὸς λόγος, ὅσπερ [*](296) ἦν ἡμῖν καὶ περὶ καθαρότητος. δεῖ γὰρ ἵστασθαι τὸν λόγον ἐπί τινος τῶν οἰκείων ποδῶν τῇ σεμνότητι, χωρὶς μέντοι καταλήξεως, ἵνα μὴ εἰς τροχαῖον ἐμπέσῃ ἡ βάσις μηδʼ ἁρπασθῇ ὁ ῥυθμὸς ἀλλὰ βεβηκὼς ᾖ. μάλιστα δʼ ἄν βεβήκοι, εἰ πρῶτον μὲν εἰς ὄνομα καταλήγοι ἢ ὀνοματικόν τι μὴ ἔλαττον ὄν τριῶν συλλαβῶν, οἷον «εἰς τουτονὶ τὸν ἀγῶνα»· ἔπειτα εἰ πλείους εἶεν κατὰ [*](ὁ Καισαρεὺς — οὕτως φασὶν εἶναι τὰ μέτρα ‘ὣς — τανυσθείςʼ); καὶ δίφρου κεῖτο τανυσθείς P, Dion.; τανυσθεὶς κεῖτο καὶ δί- φρου Ac, schol P (W VII 985, 3)) [*](1 δὲ pro γὰρ ? |τούτω ἐκεῖνο Ac 2 ‘Σωτάδειαʼ Dion. De c. v. 4. lI 1 p. 17, 2 Us. | ἔνθʼ add ante οἱ Pe, m 2Pc, Dion.; om PV, Castor; schol. W VII 985, 14: ἐν πᾶσι τοῖς βιβλίοις ἡ χρῆσις συγκέχυται· οὕτως οὖν ἀκουστέον ‘οἱ μὲν ἐπʼ ἄκραις πυ- ραῖσι νέκυες ἔκειντο γῆς ἐπὶ ξένηςʼ | νέκυες om. Castor 3 ξείνης ἐπὶ γῆς Pe ὀρφανὰ τείχεα Dion.; schol W VII: ὀρφανὰ τείχεα προλιπόντες καὶ ἐρατεινὴν ἤβην post 3 add. Dion : Ἑλλάδος ἱερῆς καὶ μυχὸν ἑστίης πατρῴης 4 ἐρατ|ειν er.]ήν Ba; ἐρατὴν Pe 6 Hom. Μ 433: Dion. De c.v. 4. lI 1 p 15, 9 Us. | τάλαν m 1VcBa ἀληθὴς P, m 2Ac Ba, m po.Vc; ἀλῆτις Va, m 1Ac, ? Ba; om. m 1Vc 9.10 τετριμιμένον Sf, (ex τετράμετρον; κεκλασμένον m. po. supr.) Vc 12 p. 233, 16 15 βεβηκὸς Ba | εἴη V 17 ὀνομαστικόν P Ac; cf. 〈Damascii〉 Προθεωρία, Rhein Μuseum 65, 618 l.29 | τῶν τριῶν Ac 18 Dem 18, 1)
Ἐκ δὲ τῶν προειρημένων δῆλος ἄν εἴη καὶ ὁ ῥυθμὸς ὁποῖος. εἰδέναι μέντοι χρή, ὅτι, εἰ καὶ διʼ ὅλων ἐξ ἐπιτρίτων ἢ δακτύλων ἤ τινων τοιούτων ὁ λόγος συντεθείη, αἱ δὲ ἀναπαύσεις μὴ καταλήγοιεν οὕτως, ὥστε καὶ τὰ ἐφεξῆς ἔχειν τοὺς οἰκείους πόδας τῇ σεμνότητι, οἷ ῥυθμοὶ οὐκέτι γίνονται σεμνοί. ταὐτὸ δὲ τοῦτό φημι καὶ περὶ πάσης ἰδέας· εἰ γὰρ καὶ συντεθείη τις λόγος διʼ ὡντινωνοῦν ποδῶν, οἳ δὴ ποιοῦσιν εἶδος ὁτιοῦν λόγου, αἱ δὲ ἀναπαύσεις μὴ διʼ αὐτῶν πληρουμένων γίνοιντο, λέγω τῶν ποδῶν, ἀλλὰ μεταξὺ διακόπτοιντο οἱ πόδες, μεθίστανται οἱ ῥυθμοὶ καὶ μᾶλλον ἑτέρου τινὸς εἴδους οἰκεῖοι εὑρίσκονται, ἢ οὖπερ οἱ πόδες ἦσαν, διʼ ὧν ὁ πᾶς λόγος συνέκειτο.