Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ὅπερ μὲν οὖν ἔφην, εὐκρίνεια τὸ πλεῖστον ἐν τούτοις ἐστίν, οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν ἄλλων γίνεται λόγος εὐκρινής. καὶ εἰσὶν ἔννοιαι μὲν εὐκρινεῖς αἱ καταστατικαὶ πᾶσαι καὶ εἰς ἀρχὴν ἀνάγουσαι τὸν λόγον, οἶον «ἔστι δʼ ἀναγκαῖον, ὦ Ἀθηναῖοι, καὶ προσῆκον ἴσως, ὡς κατʼ ἐκείνους τοὺς χρόνους εἶχε τὰ πράγματα ὑμᾶς ὑπομνῆσαι, ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν ἕκαστα θεωρῆτε», καὶ αἱ διατυποῦσαι τὰ μέλλοντα [*](213) ῥηθήσεσθαι καὶ τὴν ἐν αὐτοῖς τάξιν, οἷον «δίκαιον δέ ἐστιν ἴσως ἐμὲ τρία ὑπεσχημένον ὑμῖν ἐπιδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους τὸ ψήφισμα εἴρηται, δεύτερον δὲ ὡς ἀσύμφορόν ἐστι τῇ πόλει, τρίτον δὲ ὡς [*](283) [*](1. 2 διαφορὰ τῶν Θρᾳκῶν Syr 3 ἔμεινεν Pa διέβαλεν V, ex cr Pa; διέβαλλεν Pc 4 5 ἐπήγαγεν ὅτι ποτέ Vc 7 ἡ σπουδὴ αὐτῶι Vc Ba |Dem 23, 1 9 10 μετʼ αὐτὰ Ac ; μετὰ ταῦτα πάλιν Pc 13 δέ τι vel δʼ ἔτι? δεινότερον, ἄλλου λόγου Vc 14 p 235, 8 17 καὶ om Ac 18 Dem. 18, 17 καὶ om Ba 21 καὶ γὰρ διατυποῦσι V, v.l P 22 Dem 23, 18 22 ὑπεσχη- μένον post ὑμῖν Vc, ante τρία Ac Ba)

237
ἀνάξιός ἐστι Χαρίδημος τούτου τυχεῖν, ὅ τι βούλεσθε, τοῦτο πρῶτον διδάσκειν ὑμᾶς, εἶτʼ ἐπήγαγεν ὅτι «περὶ τοῦ παρανόμου βούλεσθε πρῶτον; τοῦτο τοίνυν ἐροῦμεν. πολλάκις δὲ διεμαρτυράμην τοῦτο, ὡς οὐδὲν δεῖ κατηγορεῖν τῶν λεγομένων, εἰ καὶ ἄλλο τί ἐστιν ἄμα τῇ εὐκρινείᾳ· καὶ γὰρ ἐνταῦθα πολὺ τὸ τῆς δεινότητος, ἀλλʼ οὐ περὶ ταύτης νῦν. — Καὶ μὴν καὶ αἱ συμπληρώσεις ταῖς ἐννοίαις καὶ ταῖς μεθόδοις εὐκρινῆ ποιοῦσι τὸν λόγον, τὰ μὲν ἀναπαύουσαι τὰ παρελθόντα, τῶν δὲ ῥηθησομένων πάντως ἔχουσαι κατασκευάς τινας, ἀφʼ ὧν εἰς ἀρχὴν ὁ λόγος ἀνάγεται. οἷον «ἓν μὲν τοίνυν πολίτευμα τοῦτο τοιοῦτο τοῦ νεανίου τούτου· ἕτερον δὲ ἀναμιμνῄσκεσθε», εἶτʼ ἀρχὴν ἔλαβεν ὁ λόγος, οἷον ὅτε γὰρ Πύθωνα Φίλιππος ἔπεμψε τὸν Βυζάντιον καὶ τὰ ἑξῆς· καὶ πάλιν «οὐ τοίνυν μόνον μὴ Λεύκων ἀδικηθῇ δεῖ σκοπεῖν, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς καὶ τὰ ἐξῆς· καὶ πολλὰ τούτου παραδείγματα. Ἔννοιαι μὲν οὖν εἰσιν εὐκρινείας αὗται.

Μέθοδοι δὲ αἴ τε προειρημέναι καὶ ἔτι τὸ κατὰ φύσιν [*](214) τὴν τῶν πραγμάτων χρῆσθαι τῷ λόγῳ τὰ πρῶτα τιθέντας πρῶτα καὶ τὰ δεύτερα δεύτερα καὶ τὰ ἄλλα ὁμοίως, ὅπερ ἐστὶ πολὺ παρὰ τῷ Ἰσοκράτει· οὐ μὴν δεινοῦ γε τύπου ταῦτα οὐδὲ Δημοσθενικοῦ· διόπερ ὡς [*](1 τούτου τυχεῖν om. | γρ ὡς ἀνάξιός ἐστι τούτου τυχεῖν χαρίδημος ἀπάντων τούτων αἵρεσιν ὑμῖν δοῦναι τοῖς ἀκουσο- μένοις· τί πρῶτον· ἢ τί δεύτερον· ἢ τί τελευταῖον βουλομένοις ἀκού- ειν ὑμῖν ἐστιν· εἴτʼ ἐπήγαγεν mg. P, cf. Dem. 2 τούτ[ω]πρῶτον Vc; πρῶτον τοῦτο Sf ἡμιᾶς Pc | εἶτʼ ἐπήγαγεν Pa Ac Ba, v. l.P (ann. l. 1); om. Pc Ve 3 πρῶτον τοίνυν τοῦτο Ba 4 p. 235, 11. 236,13 12 Dem. 18, 136 15 Dem. 20, 41 17 ἡμᾶς Vc Ba 18 καὶ om. Sf τὰ παραδείγματα Sf 21 τὴν om P Ac 21. 22 τεθέντα Vc 24 τοῦτο?)

238
ἑτέρως ὁ ῥήτωρ ποιῶν τά γε εὐκρινοῦντα τὴν σύγχυσιν αὐτῶν παραλαμβάνει, καθάπερ ὀλίγῳ πρότερον ἐδείξαμεν. συμβαίη δʼ ἄν ἴσως ποτὲ καὶ τὸ τὴν οὖσαν τάξιν τοῖς πράγμασι φυλάττειν δεινότητος εἶναι· φανερὸν δὲ ποιήσομεν ἀκριβῶς τοῦτο ἐν τῷ περὶ μεθόδου δεινότητος. — Ἔτι κατὰ φύσιν τὴν τῶν πραγμάτων ἐστὶν εὐκρινὲς τὸ τὰς ἀντιθέσεις πρώτας τῶν λύσεων τιθέναι. καὶ [*](284) τοῦτο ὁ μὲν Ἰσοκράτης σχεδὸν ἀεὶ ποιεῖ, οὐ μὴν ὅ γε ῥήτωρ ἀεί, ἀλλʼ ὥσπερ καὶ τῶν ἄλλων ἕκαστον τῇ τάξει τίθησιν, ὅπως ἂν αὐτῷ λυσιτελῇ, πρῶτον ἢ τελευταῖον ἢ μέσον, οὕτω καὶ τὰς ἀντιθέσεις λύει τοτὲ μὲν προτιθεὶς τὰς λύσεις αὐτῶν, τοτὲ δὲ ἐπάγων, ἔστι δʼ ὅτε μέσας τῶν λύσεων ἐκείνας τιθείς. ὁ δὲ περὶ ἀντιθέσεων εἰσαγωγῆς λόγος ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν ἀκριβῶς ῥηθήσεται. Ἀλλὰ μέθοδοι μὲν εὐκρινείας αὗται.

Λέξις δὲ εὐκρινής, ἥπερ καὶ καθαρά.

Σχήματα μὴν εὐκρινείας τὸ κατʼ ἄθροισιν ὡρισμιένον, οἷον ‘ἐνταυθοῖ δύο εἴρηκε, τόδε καὶ τόδεʼ· οὔτε γὰρ ἀπῄτησεν ὁ ἀκούων πλείονα τῶν δύο καὶ τὸ δεύτερον πρόοιδε ῥηθησόμενον· ὥστε, ἀφʼ οὗπερ κατʼ ἄθροισιν ἔλεγε, προδιηυκρίνει. — Τοιαῦτα δὲ σχήματα [*](215) καὶ ὁ μερισμὸς καὶ ἡ ἀπαρίθμησις· τὸ μὲν γὰρ ἐφέλκεσθαι ἄλλα νοήματα περιβάλλει τὸν λόγον, τῷ δʼ εὐθὺς [*](2 p. 235, 15 sq 3 τὸ om. Syr. | cf 445. 446 Sp 4 δεινό- τητ, ex τα, P 5 τοῦτο ἀκριβῶς Sc; ἀκριβῶς om. Vc Ba 6 ἐστὶν P, m 2 Vc; καὶ Ac; om Vc Ba 11 |καὶ] Vc; τὲ Ba 13. 14 ἀντιθέσεων εἰσαγωγῆς Portus, (γῶν) Sf; ἀντιθέσεως εἰσ- αγωγῶν P Vc Ac, Syr , (ex εἰσάγων cr. m 2) Ba 14 prospici p 444, 12 Sp. putat Syr 17 σχήματά 〈γε〉 μὲν Pa 18 cf. Dem 23, 51 | εἰρήκει Sc 19 ἀπήντησεν Pc 21 προδιευκρίνε Pc Sf (cf. p. 239, 2) 22 pr καὶ om. Pc Vc Ba τὸ Vc Ac; τῶι P Sf. (m 2, ex τὸ) Ba 2 περιβάλλει — p 239, 2 νόημα m.2 suppl. Pc (23 τὸ δὲ, p 239, 1 ἐμφαίνεται) | τῶι Pa, m 2 Ba; τὸ V)

239
ἀρχομένου τοῦ λέγοντος ἐμφαίνεσθαι τοῖς ἀκούουσιν, ὅτι ἕπεται καὶ ἄλλο τι νόημα, προδιηυκρίνηται τὸ πᾶν· ἄν τε γὰρ εἴπῃ ‘πρῶτον μὲν τόδεʼ, ὅτι καὶ δεύτερόν τι ἐρεῖ προεπίστανται, ἐάν τε τὸ «ἔδει μέν, ὦ Ἀθηναῖοι, τοὺς λέγοντας καὶ τὰ ἑξῆς, ἀναμένουσιν ὁμοίως, ἕως ἂν ἀνταποδῷ τὸν σύνδεσμον. εὐκρινείας οὖν καὶ ταῦτα. ―Ἔτι καὶκατὰ τὸ σχῆμα εὐκρινὴς γίνεται ὁ λόγος, ὅταν ὁ λέγων οἷον ἑαυτὸν ἐρωτῶν εἶτα ἀποκρίνηται κατὰ διάστασίν τινα, ὥσπερ ἐν τοῖς τοιοῖσδε «τίνος οὖν ἕνεκα ταῦτα λέγω;» καὶ πάλιν «πῶς οὖν;» καὶ πάλιν «διὰ τί;» καὶ τὰ τοιαῦτα. πολλοῖς τοιούτοις ἐν τῷ Κατὰ Ἀριστοκράτους τὸ παράνομον ἐξετάζων κέχρηται ἀναγκαίως· σαφηνείας γὰρ μάλιστα κατʼ ἐκεῖνο τὸ χωρίον δεῖ τῷ λόγῳ. — Καὶ μὴν καὶ αἱ ἐπαναλήψεις μάλα χρήσιμοι [*](285) πρὸς εὐκρίνειαν καὶ σαφήνειαν. ἐπειδὰν γάρ τι προθῇς σχῆμα τῶν ἐφελκομένων ἕτερον νόημα, εἴτʼ ἀναγκασθῇς ἐπεμβαλεῖν ἄλλα τινὰ νοήματα πρὶν ἀποδοῦναι τὸ ἀκόλουθον, ἀνάγκη ἐπαναλαβεῖν καὶ διευκρινῆσαι, ἵνα μή σοι ἀσαφὴς καὶ συγκεχυμένος γένηται ὁ λόγος, ὥσπερ εἴωθε ποιεῖν καὶ ὁ Δημοσθένης, οἷον «τὸ μὲν οὖν τὴν Φιλίππου ῥώμην διεξιέναι καὶ διὰ [*](216) τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα ποιεῖν ὑμᾶς οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι· διὰ τί;» φησίν, ‘ὅτι τὸ καὶ τόʼ · πολλὰ εἰπὼν κατασκευαστικὰ τῆς προτάσεως οὐκ [*](2 προδιευκρίνηται Pc, (ηυ) Pa; προδιευκρινεῖται Sf (cf p.238, 21) 4 τι om. Ac |προ[Ι]επίστανται Vc | Dem 8,1 ἆ ἄνδρες ἀθ Ac 6 τὸν δὲ σύνδεσμον Sf 7 καὶ Pc V, supr Pa; om. Sf 8 ὁ om Ac ἀποκρίνεται Ba, (ε) Ve 9 Dem. 4, 3 ἕνεκεν Ac 10 Dem 19, 124 sim. | πῶς — πάλιν om Ac | Dem. 2, 3 cet ; infra l. 23 11 καὶ ὅσα τοιαῦτα ? 12 ἀναγκαίως ὁ δημοσθένης Sf | δὲ, supr γὰρ, Vc 16 προ[l]θῆς Vc Ba 21 Dem 2, 3 23 ὅτι διὰ τὸ Pc, (δια m.1 supr.) Pa 24 καὶ ante πολλὰ add. Ac, m.2 Pc Ba)
240
ἐπήγαγεν εὐθὺς τὸ ἑξῆς νόημα τὸ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι», ἀσαφὴς γὰρ ἂν οὕτως ὁ λόγος τῆς ἀκολουθίας μὴ φαινομένης ἐγένετο· ἐπαναλαβὼν οὖν καὶ πρῶτον εἰπὼν τὸ «ταῦτα μὲν οὖν παραλείψω,» εἶθʼ οὕτως ἐπαγαγὼν τὸ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι», εὐκρινῆ καὶ σαφῆ πεποίηκε τὸν λόγον. πάλιν ἐν τῷ Κατʼ Αἰσχίνου «τίνος οὖν», φησίν, «ἕνεκα ταῦτα λέγω; ἑνὸς μέν, ὦ Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμιῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζῃ», εἶτα πολλὰ ἐπεμβαλὼν καὶ μεστώσας τὸν λόγον ἀναγκαίως τῇ ἐπαναλήψει κέχρηται, ἵνα διευκρινήσῃ «πρώτου μὲν οὖν τούτου καὶ μάλιστα, οὗπερ εἶπον, ἕνεκα ταῦτα διεξῆλθον· δευτέρου δὲ τίνος καὶ οὐδὲν ἐλάττονος ἢ τούτου; πολλὰ τούτου παραδείγματα ἔχεις παρὰ τἀνδρί. Ταῦτα καὶ περὶ σχημάτων εὐκρινείας.

[*](217)

Κῶλα μέντοι καὶ συνθῆκαι ἀναπαύσεις τε καὶ ῥυθμοὶ εὐκρινείας οἱ αὐτοί εἰσι καὶ καθαρότητος.

Καὶ περὶ μὲν σαφηνείας τοσαῦτα. καὶ γινώσκειν γε χρή, διϊσχυρισαίμην γὰρ ἄν, ὅτι λόγος σαφὴς μὴ ταῦτα ἢ τούτων τι ἔχων οὐκ ἂν γένοιτο, λέγω τῶν ἤτοι τὴν καθαρότητα ποιούντων ἢ τὴν εὐκρίνειαν. ἐναντίον δὲ [*](286) εὐκρινείας σύγχυσις, ἥ δὴ γίνεται, ὅταν χωρὶς τῶν ποιούντων εὐκρίνειαν περιβάλλῃ τις καὶ μεστὸν ποιῇ τὸν λόγον, ἥπερ καὶ κακία ἐστὶ λόγου· οὐ γὰρ ἣ γε ἀπλῶς ἀσάφεια κακία ἂν εἴη λόγου, ἐπεὶ αἵ γε ἐμφάσεις [*](1 Dem 2, 4 5 ἐπαναγαγὼν Ac, (να supr.) Pa 6 καὶ πάλιν Sf; πάλιν οὖν Pc 7 Dem 19, 25 ἕνεκεν Vc 9 ἀκούει μου θαυμάζ|η m 2] Ba 11 Dem. 19, 27 13 δέ τινος P Ac Ba: εὕρηται καὶ δευτέῥ ( Pc) δὲ τίνος (δέ τινος Pc) mg. P οὐδενὸς P 17 καθαρότητι (om. καὶ) 18 γε om. Vc Ba 23 τὴν εὐκρίνειαν Vc | περιβάλη Ac ποιεῖ Pc: ?m. 1Ac 24 καὶ om. Pc |τοῦ er.] λόγου Vc)

241
οἶον « οἱ δὲ συνειπόντες ὅτου δήποτε ἕνεκα — ἐῶ γὰρ τοῦτό γε καὶ τὰ ἐσχηματισμένα τῶν ζητημάτων οὐ σαφῶς λέγει τὰ πράγματα, καὶ οὐ κατὰ κακίαν φήσομεν προάγεσθαι δήπου οὐδὲ εἶναι τοῦ λόγου κακίαν.

Λεκτέον δʼ ἂν εἴη μετὰ ταύτην περὶ μεγέθους λόγου· δεῖ γὰρ τῷ σαφεῖ μεγέθους τινὸς καὶ ὄγκου· παράκειται γὰρ τῷ σφόδρα σαφεῖ τὸ εὐτελὲς καὶ ταπεινόν, ὅ δὴ ἐναντίον ἐστὶ τῷ μεγέθει.

Μετὰ τὸν περὶ σαφηνείας λόγον ἀκόλουθον ἂν εἴη περὶ μεγέθους εἰπεῖν λόγου, διότι καὶ ἀναγκαῖόν ἐστι τῷ σαφεῖ μέγεθός τε προσεῖναι πάντως καὶ ὄγκον τινὰ καὶ ἀξίωμα· παράκειται γὰρ τῷ σφόδρα σαφεῖ τὸ εὐτελές, [*](218) ὃ δὴ καὶ ἐναντίον ἐστὶ τῷ μεγέθει. ὅπερ οἶμαι καὶ ὁ ῥήτωρ ἐπιγνοὺς διὰ μὲν τὸ πάντως δεῖν σαφῆ τὸν πολιτικὸν εἶναι λόγον διόλου κέχρηται τοῖς ποιοῦσι τὴν σαφήνειαν, διὰ δὲ τὸ κινδυνεύειν ἕνεκα ταύτης ἐκπίπτειν αὐτῷ τὸν λόγον εἰς τὸ εὐζωνότερον κατέμιξεν αὐτῇ τὰ ποιοῦντα τὸ μέγεθος καὶ διαφερόντως πεπλεόνακε τῇ περιβολῇ. ἀλλὰ διότι μὲν ταύτῃ πεπλεόνακεν, αὐτίκα ἐν τῷ λόγῳ τῷ περὶ αὐτῆς εἰρήσεται· νυνὶ δὲ ἀναγκαῖόν ἐστι δήπουθεν πρῶτον περί τε αὐτοῦ τοῦ μεγέθους καὶ τῶν ποιουσῶν ἰδεῶν τὸ μέγεθος εἰπεῖν, [*](1 Dem 18, 21 3 τὰ πράγματα λέγει Ac 4 τοῦτο (pro τοῦ) Ac 5 φήσομεν etiam post κακίαν 6–9: cf 11–15 10 ἰδέα β mg. P, (om ἰδέα) Ac τοῦ P: om. VPπ | | περὶ μεγέθους καὶ ἀξιώματος τοῦ λόγου Sf 13 τι P τι Sf 16 δεῖν πάντως Ac 19 αὐτῆι PSf τῆι σαφηνείαι αὐτῆι Vc Ba; αὐτῆι τῆι σαφηνείαι Ac, v. l.P 22 p. 289 290 23 τοῦ om P Ac)

242
ὧν δὴ μία ἐστὶ καὶ ἡ περιβολή, ἵνα μὴ συγχέηται ἡμῖν ὁ λόγος.

Μέγεθος τοίνυν καὶ ὄγκον λόγου καὶ ἀξίωμα [*](287) ποιοῦσιν ἰδέαι αἵδε· σεμνότης, περιβολή, τραχύτης, λαμπρότης, ἀκμή, καὶ ἔτι ἡ σφοδρότης βραχεῖ τῳ διαλλάττουσα τῆς τραχύτητος, ὡς ἐν τῷ λόγῳ τῷ περὶ αὐτῆς ἔσται φανερόν. τούτων δὲ ἡ μὲν σεμνότης ἐφʼ ἑαυτῆς ἐστι καὶ ἡ περιβολή, αἱ δὲ ἄλλαι πᾶσαι συμπλέκονταί τε καὶ πάλιν οὐ συμιπλέκονται κατά τι πρὸς ἀλλήλας, μέρεσί τισι κοινωνοῦσαι καὶ πάλιν ἑτέροις κεχωορισμέναι· διὸ περὶ μὲν τῆς σεμνότητος ἤδη λελέξεται, περὶ δὲ τῶν λοιπῶν μετὰ τὰ περὶ ταύτης. ἡ δὲ περιβολὴ ἐφʼ ἑαυτῆς μέν ἐστιν, ὥσπερ ἔφην, ἐν ὑστέρῳ δὲ ὁ περὶ αὐτῆς εἰρήσεται λόγος διὰ τὸ πλεονάζειν μὲν ἐν αὐτῇ τὸν ῥήτορα, τὴν δὲ αἰτίαν ἡμᾶς, διʼ ἣν ταύτῃ πλείονι χρῆται κατὰ τὸν ὄγκον, ἄλλως μὴ δύνασθαι γνῶναι, πρὶν περὶ τραχύτητός τι μαθεῖν καὶ λαμπρότητος ἀκμῆς τε καὶ σφοδρότητος.