Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Δέξις δὲ καθαρὰ ἡ κοινὴ καὶ εἰς ἅπαντας ἤκουσα [*](205) καὶ μὴ τετραμμένη μηδʼ ἀφʼ ἑαυτῆς οὖσα σκληρά, ὡς τὸ ἀταρπός, οἶον «προσέβη τρηχεῖαν ἀταρπόν» καὶ τὸ «τκατεσθίων κατέφαγε καὶ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ «πεπρακὼς ἐαυτόν» καὶ τὸ «περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα καὶ ἁρπάζων», ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐναργῆ μέν ἐστι καὶ μέγεθος ἔχοντά πως, οὐ μὴν καθαρά· διὸ τοῖς πολλοῖς αὐτῶν καὶ σαφηνισμοῦ τινος δεῖ, ὡς τῷ ‘ἐκνενευρισμένοιʼ ἐδέησε τοῦ «περιῃρημένοι χρήματα, συμμάχους» εἰς σαφήνειαν. πολὑ δὲ τὸ καθαρὸν τῆς λέξεως παρʼ Ἰσοκράτει.

Σχῆμα δὲ καθαρότητος ἡ ὀρθότης· «έγὼ γάρ, ὦ Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι». δεῖ δέ, ὅπερ ἔφην καὶ μικρῷ πρότερον, αὐτὰ ἕκαστα ἐφʼ ἑαυτῶν ὁρᾶν, περὶ ὧν ὁ λόγος, ὥσπερ κἀνταῦθα ὁρᾶν τὸ σχῆμα δεῖ μόνον εἰ καθαρόν, ἀλλὰ [*](3 εἰσὶ Ac 4 ἴσως post τις add Vc Ba, v.l P: ante μέθοδός Ac ἡ om. Ac 5 χρὴ Ac 9 cf. 258. 7 10 Hon. ξ 1 11 sq. de his τραχύτητος exemplis cf 258, 10 sq ἐσθίων Dem 25, 62 | Dem. 3, 31 12 Dem. 19,13 cf. Dem 9, 22 13 ἁρπάζων. om Dem.; aut ermogenes per errorem ex or 8, 55 petivit aut scrib. 〈τὸ 〉 ‘ἁρπάζωνʼ γὰρ πάντα V; γρ ταῦτα πάντα καὶ τὰ τοιαῦτα P 16 τ| ῶ m po ex ὸ] Ba; τὸ P Vc Ac Dem. 3, 31 | γὰρ post ἐδέησε add. Pe, m. po. Pa 19 sq cf Demetr De eloe. 198 sq. | οἷον ἐγὼ Ac Dem. 24, 6 21 p 227, 9 28 εἰ Pc Ac, m 2 Pa; ὡς Vc Ba; om. m 1 Pa)

230
μὴ τὰ ἐφεξῆς εἰρημένα· οὐ γὰρ εἴασεν ἐκεῖνα μεῖναι τὸν λόγον ἐφʼ ἑαυτοῦ καθαρόν. τοιαῦτα δʼ ἐστὶ καὶ [*](206) τὰ προειρημένα, τὸ Σαννίων ἔστι» καὶ τὸ «ἀδελφὰς ἔχομεν γυναῖκας καὶ τὰ λοιπά. ἡ οὖν ὀρθότης τὸ σχῆμα, ὅσον ἐφʼ ἑαυτῷ, καθαρόν, τεκμήριον δέ· εἰ γὰρ πλαγιάσαις, κἂν ἀφηγῇ, πάντως περιβαλεῖς· ἐννοίας γὰρ ἄλλας ἐφέλκονται οἱ πλαγιασμοί. ὥσπερ δὲ ὁ [*](278) πλαγιασμὸς τῇ ὀρθότητι σχῆμα ἐναντίον, οὕτως ἡ περιβολὴ τῇ καθαρότητι εἶδος ὅλον εἴδει ὅλῳ ἐναντίον. ἐκεῖθεν δὲ ἔσται δῆλον, ὃ λέγω. τὸ γὰρ «ἦν Καννδαύλης » καὶ τὸ Κροῖσος ἦν» καὶ τὰ τοιαῦτα οὕτω μὲν εἰσφερόμενα κατʼ ὀρθότητα καὶ καθαρὸν ποιεῖ τὸν λόγον καὶ σαφῆ, εἰ δὲ πλαγιάσαις, οὐ τοιαῦτα ἔσται, οἷον ‘Κροίσου ὄντοςʼ καὶ Κανδαύλου ὄντοςʼ εἰ λέγοις· ταραχὴ γάρ τις εὐθὺς ἐγγίνεται διὰ τὸ δεῖν πάντως ἐπακολουθῆσαί τι ἕτερον νόημα καὶ ἡ περιγραφὴ τῆς ὅλης ἐννοίας μακρὰ καὶ οὐ πάνυ σαφής, οἷον ‘Κροίσου ὄντος Λυδοῦ μὲν γένος, παιδὸς δὲ Ἀλυάττεω, τυράννου δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦʼ· ὁρᾷς, πῶς ἔτι κρέμαται ἡ διάνοια; καὶ μᾶλλόν γε οἶμαι τοῦτο γενήσεσθαι, εἰ καὶ τὰ ἐφεξῆς τις τῷ αὐτῷ σχήματι ἐξαγγείλειεν. οὐ μὴν ἔν γε τῇ ὀρθότητι τοῦτο ἦν, ἀλλὰ κατὰ βραχὺ αἱ ἔννοιαι διανεπαύοντο ἐφʼ ἑαυτῶν περιγραφόμεναι, οἷον Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων». ὅλως οὖν [*](2 ἀφʼ Ald 3 p. 227, 6 14 |Dem. 21, 58 |Dem. 41, 1 οὖν om Pc 6 γὰρ om. Pc 9 ὅλωι (γρ λόγων) P; |l] ὅ[λ]ω Vc: λόγου Ac; cr V litt. evan Ba 10 Her. 1, 7 11 Her 1, 6 12 ἐκφερόμενα Vδ | καὶ om Vc Ba 17 πάνυ τίς ἔσται σαφής Vc Ba, (τί) Ac, (τι) v l.P 21 τὰ om Vc Ba 22 ἐξαγγείλαι m.1 Vc Ba, v I.P 23 ἀλλὰ καὶ κατὰ βραχέα Vc Ba, v .l.Pc, (βραχέων) v I.Pa, (βραχὺ) Ac 24 Her 1, 6 25 sq. cf. 231, 21)
231
πᾶν ὅπερ ἀπήλλακται περιβολῆς σχῆμα καθαρὸν ποιεῖ τὸν λόγον. αὐτίκα τὸ «έπειδὴ γὰρ οὐ καθεστηκότος [*](207) χορηγοῦ καὶ τῇ ἐννοίᾳ καὶ τῷ σχήματι περιβεβλημένον ἐὰν θελήσῃς τοῖς σχήμασι τῆς καθαρότητος μεταβαλεῖν, τὸ μὲν κατʼ ἔννοιαν αὐτοῦ περιβεβλημένον οὐκ ἀφαιρήσῃ, τὸ μέντοι κατὰ τὰ ἑπόμενα καὶ πάνυ, οἷον ‘τρίτον ἔτος τουτὶ ἡ Πανδιονὶς φυλὴ χορηγὸν οὐκ εἶχε, παρῆν δὲ ἡ ἐκκλησία, ὁ δὲ ἄρχων ἐπεκλήρου τοὺς αὐλητάς. λόγοι οὖν ἐγίνοντο καὶ λοιδορίαι. καὶ ὅλως πάντα ὁμοίως περιγράφων εἰ λέγοι τις τὰ ἐννοήματα, σαφέστερόν τε καὶ οὐ περιβεβλημένον οὐδὲ ἔχοντά τι μέγεθος καὶ τόνον ὅσον ἐπὶ τῇ λέξει καὶ τοῖς περὶ ταύτην ποιήσει τὸν λόγον. — Θαυμάζειν δὲ οὐ χρὴ τὸν τρόπον [*](279) τῆς διδασκαλίας τοῦτον, εἰ πρὶν διδάξαι τι περὶ τῆς περιβολῆς ὡς πρὸς εἰδότας περὶ αὐτῆς διαλέγομαι· οὐ γὰρ ἔστιν ἑτέρως διδάξαι τι περὶ τούτων, οὐδὲ εἰ ἑτέρωθέν ποθεν ἠρξάμεθα, ἀλλὰ μὴ καθάπερ νῦν ἀπὸ τῆς σαφηνείας. σχεδὸν γὰρ ἅπασαι αἱ ἰδέαι τῶν λόγων διʼ ἀλλήλων εὑρίσκονταί τε καὶ γίνονται καταφανεῖς ἤτοι κατὰ ἀφαίρεσιν καὶ χωρισμόν, ὥσπερ ἐνταῦθα πεποιήκαμεν, οἷον ὅτε ἐλέγομεν, ὅτι σχήματά ἐστι καθαρὰ ὅσα τῶν τῆς περιβολῆς ἐστιν ἀπηλλαγμένα, ἢ κατὰ πρόσθεσιν, ὥσπερ ὅτε ἔφαμεν σαφήνειαν ὑπʼ εὐκρινείας γίνεσθαι καὶ καθαρότητος, καίτοι μηδὲν εἰρηκότες πω περὶ τούτων· λελέξεται δὲ ἡμῖν δηλαδὴ ἐν τῷ δέοντι καὶ περὶ τῆς περιβολῆς. Ἀλλὰ νῦν ἐκεῖσε ἐπανιτέον. [*](2 Dem 21, 13 5. 6 ἀφαιρήσηι, εις supr , Pa; (η m.po.) Ba 8 καὶ ὁ (pro δ δὲ) Ba 9 ἐγένοντο Pa 10 εἰ etiam ante πάντα Ac 15 διαλέγομαι m 2 cr ex διαλεγοίμεθα Vc Ba 18 πᾶσαι Ac 21 l 1 23 p. 226, 14 24 πω Pc Ac, (π m po. ex τ) Pa; om. Vc Ba 25 p 277 δηλαδὴ V, v IP: om. P 26 ημῖν post νῦν add. P)
232
[*](208) ἐναντίον γὰρ καθαρότητι καὶ τὸ ὑπερβατόν, φεύγειν ὖν ἐν αὐτῇ καὶ τοῦτο δεῖ.