Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἐφέλκονται νοήματα καὶ οἱ πλαγιασμοί, οἷον «τοῦ [*](324) γὰρ Φωκικοῦ συστάντος πολέμου» κατὰ τόδε καὶ τόδε, εἶτα τὸ ἐφελκόμενον «ὑμεῖς μὲν οὕτω διέκεισθε ». περιβέβληται δὲ τοῦτο μειζόνως οὐ μόνον κατὰ τόδε τὸ σχῆμα, ἀλλὰ καὶ κατὰ ἔννοιαν καὶ κατὰ μέθοδον καὶ [*](270) κατʼ ἄλλα σχήματα πλείονα, οἷον τὸ ἐξ ἐπεμβολῆς τὸ τοὐ διʼ ἐμέ, οὐ γὰρ ἔγωγε καὶ τὸ ἀπαριθμητικὸν οἷον «πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε » καὶ ἄλλα συχνά. ἀλλʼ οὖν ὅ γε πλαγιασμὸς πλεῖστον ἔχει τῆς περιβολῆς, ὥσπερ κἀν τῷδε «τπολλῶν, ὦ Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν καὶ τὰ ἑξῆς, καὶ πάλιν «ἐπεὶ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ καὶ τὰ ἐξῆς.

Ὅλως τε μυρία τούτου παραδείγματα παρὰ τῷ ῥήτορι καὶ καθόλου τῆς περιβολῆς· οὐ γὰρ ἔστιν, ὅ τι [*](4 προέσθαι Pc 9 Dem. 18, 23 22 10 τοῦ κοινοῦ Sf 11. 12 ἑπόμενον Pa 13 Dem. 18, 18 18 alt τὸ om V 22 Dem 9, 1 λόγων om. Vc Ba 24 ἐπειδὴ γὰρ οὐ Sf, Dem 21, 13; ἐπείπερ οὐ VcBa)

289
μὴ περιβέβληται τῶν τούτου, λέγω δέ, εἰ μὴ κομματικόν τις ἀπολαβὼν λέγοι, ὡς ἀπερίβλητόν γε καὶ καθαρὸν εἴη, ὥσπερ τὸ « Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων. οὗτος ἀστρατείας ἑάλω», ἀλλὰ τὸ διαρκὲς εἰ θεωροίη· ἐπεὶ εὐθὺς ἐνταῦθα τὸ «κέχρηται συμφορᾷ» ποῦ ἔτι καθαρὸν πλὴν τοῦ κώλου; καὶ ὅλως τά γε ἐφεξῆς ἅπαντα πῶς οὐ περιβεβλημένα; μυρία τοίνυν ὅπερ ἔφην παρὰ τῷ ῥήτορι τὰ παραδείγματα τῆς περιβολῆς, ὅπου γε καὶ ἐν ἰδιωτικοῖς οὐδὲν ἧττον πλεονάζει τῇ ἰδέᾳ ταύτῃ, ἔνθα καὶ μᾶλλον οἶμαι δεῖ τῆς καθαρότητος διὰ τὸ ἐν ἤθει τὸ πλεῖστον αὐτῶν εἶναι. τὸ δʼ αἴτιον τοῦ πλεονάζειν αὐτὸν τῇ περιβολῇ — καὶ γὰρ ἐπηγγειλάμην ἐρεῖν ἐν τῷ περὶ αὐτῆς λόγῳ —, ὅτι μεγέθους μὲν αὐτῷ μέλει καὶ ἀξιώματος, τῶν δὲ ἄλλων ἰδεῶν, αἳ ποιοῦσι τὸ μέγεθος τῶν τοῦ ῥήτορος λόγων, ἐν μὲν ἰδιωτικοῖς σχεδὸν οὐδεμία [*](325) πλὴν σφοδρότητος ἁρμόττει καὶ ταύτης οὐ καθαρᾶς, ἀλλὰ μετά τινος παραμυθίας, τῶν δὲ ἄλλων οὐδεμία· οὔτε γὰρ τραχύτητι οὔτε σεμνότητι οὔτε λαμπρότητι οὔτε ἀκμῇ χρήσαιτο ἄν τις ἀκρι βῶς ἐν ἰδιωτικοῖς, [*](271) σφοδρότητι μέντοι ἔστιν ὅπου καὶ ταύτῃ μετὰ ἤθους τινὸς ὡς ἐν τῷ «ἀλλ’ ὦ χαλεπώτατε Βοιωτέ» δύναται χρῆσθαι, καὶ εὕροις ἂν τούτου πολλὰ παραδείγματα. ἡ μέντοι περιβολὴ ἠδυνήθη ἁρμόσαι σχεδὸν διόλου καὶ τοῖς ἰδιωτικοῖς, ὡς αὐτὸ δήπου δείκνυσι τὸ ἔργον, ἐν δὲ τοῖς δημοσίοις τῶν ἀγώνων δύνανται [*](2 ⌊γ ex τ⌉ε Pa 3 Dem. 21, 58; cf. 233, 9 ann 5. 6 τὸ καὶ κέχρηται Syr 6 ἔτι PV, Syr ; ἐστὶ Sc Vu 7 γε Vc Ba: τʼ P Ac; om. Sf 8 p 288,26 11 δεῖ om Ac 13.14 p. 242, 15. 278, 8 14 αὐτῆς Pa V; περιβολῆς Pc 16 τοῦ ῥήτορος om Syr. 21 ταῦτα Pc 22 Dem 39, 34 24 ἠδυνήθη Ac, (ἐ supr.) Pa; ἐδυνήθη Pc VcBa)
290
μέν πως καὶ αἱ λοιπαὶ τῶν ποιουσῶν τὸ μέγεθος ἰδέαι διὰ τὸ μέγεθος τῶν πραγμάτων συμπαραλαμβάνεσθαι, καὶ μάλιστα εἰ τὸ λέγον πρόσωπον ἀξίωμα ἔχοι, ὡς ἐν τῷ Ὑπὲρ τοῦ στεφάνου, καὶ εἰ καθόλου λέγοιτο, εἰ ἐνδέχοιτο ἀπιφοράν· ἀκμὰς γὰρ τότε μάλιστα ἐγχωρεῖ ποιεῖν, ὡς ἐν τοῖς Κατὰ Φιλίππου. οὐ μὴν οὐδὲ ἐνταῦθα ἐκείναις μᾶλλον ἔστι πλεονάσαι, οἷον σεμνότητι ἢ τραχύτητι ἢ σφοδρότητι ἢ λαμπρότητι ἢ ἀκμῇ, ὥσπερ τῇ περιβολῇ. τοῦτʼ οὖν τὸ αἴτιον τοῦ πλεονάζειν τὸν ῥήτορα ταύτῃ παρὰ τὰς ἄλλας, ἄτε τὴν ἄκραν ἐπιστήμην ἔχοντα περὶ τοὺς λόγους. Ἀλλʼ ὅθεν ἐξέβημεν, πάλιν ἐπανιτέον ἐπὶ τὰ σχήματα τῆς περιβολῆς.

Ἐφέλκεται γὰρ νοήματα καὶ τὸ ἐπιτρέχον καλούμενον σχῆμα ἐκ τοῦ παρασυναπτικοῦ, οἶον «ἐπειδὴ γὰρ ἐκκλησία μὲν οὐκέτʼ ἦν ὑπόλοιπος οὐδεμία διὰ τὸ προκατακεχρῆσθαι» καὶ τὰ ἑξῆς. — Ἔτι ἐφέλκονται νοήματα καὶ αἱ ὑποστάσεις, οἷον «ἐξήλεγξα τὸν Φίλιππον φανερῶς οὕτως, ὥστε τοὺς ἐκείνου συμμάχους [*](272) αὐτοὺς ἀνισταμένους ὁμολογεῖν» καὶ πάλιν «ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ, τοσαύτην ὑπάρξαι μοι καὶ τὰ τοιαῦτα. — Ἔτι ἐφέλκονται νοήματα καὶ οἱ μερισμοί, οἷον «ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι καὶ δημηγορεῖν [*](326) ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· ἃ δʼ, ἀφʼ ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκωλύθη, ταῦτα [*](1 ἰδέ⌊αι, ex ῶν?⌉ Vc 4 alt εἰ P Vc Ba; ἢ Va, m po. Pa Vc; καὶ εἰ Ac; P mg. : γρ καὶ (καὶ om Pc) εἰ ἐνδέχοιτο ἐπιφορὰν γρ καὶ ὅτι (ὅτι om Pc) εἰ ἐνδέχοιτο ἐπιφοράν; Sc: καὶ καθόλου λέγω ὅτι εἰ ἐνδέχοιτο ἐπιφοράν et mg. m 1: γρʹ ὃ κρεῖττον ἐστὶ καθόλου εἰ λέγοιτο εἰ ἐνδέχοιτο ἐπιφοράν 5 ἐπιφοράν, scholiasta κατα supr., Vc 5 6 cf p 402, 6 sq. Sp. 11 ἔχ⌊οντα m. po. ex ων⌉ VcBa 13 ἐφέλκονται Pc, (ε supr.) Pa 14 Dem. 19, 154 17 Dem 18, 136 19 Dem 18, 1 21 cf. Aristid lI 482, 10 Sp. 22 Dem. 18, 60 | καὶ τοῦ δημηγορεῖν Pc)

291
ἐρῶ». ἐπεὶ δὲ πολὺ τὸ σχῆμά ἐστι τὸ τοῦ μερισμοῦ σχεδὸν ἐν παντὶ τῷ λόγῳ, οὐ μόνον ἐν τῷ Δημοσθενικῷ, ἄξιόν τι καὶ πλεῖον εἰπεῖν περὶ αὐτοῦ. μερισμὸς γὰρ πᾶς ἔμφασιν μὲν πάντως ἔχει περιβολῆς διὰ τὸ ἐφέλκεσθαί τι· ἤτοι δὲ φανερὰν ἔχει τὴν περιβολὴν ἢ μέχρι μὲν ἐμφάσεως περιέβαλεν, ἕτερον δέ τι ἐποίησε. διὰ μακροῦ μὲν γὰρ ὅτε ἀπολαμβάνοι τὴν ἀνταπόδοσιν, περιβάλλει πάντως, οἷον «τὸ μὲν οὖν τὴν Φιλίππου ῥώμην διεξιέναι καὶ διὰ τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα ποιεῖν ὑμᾶς» μέχρι τοῦ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι»· ἐνταῦθα γὰρ ἡ ἀνταπόδοσις. τοῦτο δὲ τὸ παράδειγμα καὶ μεστόν, οὐ μόνον περιβεβλημένον ἐστίν. ἔστι γὰρ ἡ μεστότηρ?? οὐδὲν ἄλλʼ ἢ περιβολὴ πλεονάσασα ἐν αὑτῇ, ὥσπερ ἂν εἴ τις λέγοι περιβολὴ περιβεβλημένη· μικρὸν δὲ ὕστερον σαφέστερον περὶ αὐτῆς ἐροῦμεν καὶ μετʼ ἐναργεστέρων παραδειγμάτων. ἀλλʼ οὖν ὅ γε μερισμὸς διὰ μακροῦ μὲν ἔχων τὴν ἀνταπόδοσιν περιβάλλει τὸν λόγον, ὡς ἐλέγομεν, διὰ ἐλαχίστου δὲ γοργὸν ποιεῖ, οἷον «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις καὶ πάλιν «εἶτα [*](273) κατηγορεῖ μὲν ἐμοῦ, κρίνει δὲ τουτονί». εἰ μέντοι κατὰ συζυγίαν παραληφθείη, καὶ καλὸν ὁμοῦ καὶ ἐπιμελῆ τὸν λόγον ἐποίησεν, οἷον «παρὰ μὲν γὰρ τὰς τῶν χορηγιῶν δαπάνας μικρὸν ἡμέρας μέρος ἡ χάρις τοῖς θεωμένοις γίνεται, παρὰ δὲ τὰς τῶν εἰς τὸν πόλεμον [*](1 pr. τὸ om. Pc 2 pr. τῶ postea add. m. 1 Pa; om Vu; τῳ ? καὶ οὐ Vc 3 πλέον Ac | αὐ Pc 4 5 τὸ καὶ ἐφέλκεσθαί 8 Dem 2, 3 4 12 δὲ, m 1 γὰρ supr. , Pa 18 p 293, 7 16 ἐνεργεστέρων Ba; ?m 1Vc 18 1. 7 19 cf 316, 9 | Dem. 18, 169 20 ἀγγέλων Pa | ὡς πρὸς Ba, (πρὸς er.) Vc | Dem 18, 15 22 συζυγίαν, ας supr. , Pa | cf. 305, 13 23 Dem 20, 26)
292
παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία τῇ πόλει »· δύο γὰρ κῶλα συντεθέντα δύο κώλοις ἑτέροις συνεζευγμένοις ὥσπερ ἐν στροφῇ καὶ ἀντιστρόφῳ τὴν ἀνταπόδοσιν ἔχει· ἐνταῦθα δὲ τὸ κάλλος [*](327) καὶ αἱ παρισώσεις ἐποίησαν, οὐ μόνον ὁ κατὰ συζυγίαν μερισμός. ἔτι δʼ οἱ μερισμιοὶ ποιοῦσι μεστὸν τὸν λόγον, ὅταν τε αὐτοὶ αὐτοῖς ἐπεμβάλλωνται, οἷον «εἰ μὲν περὶ καινοῦ τινος πράγματος, ὦ Ἀθηναῖοι» καὶ τὰ ἑξῆς· πρὶν γὰρ ἀνταποδοῦναι, ἐπενέβαλεν ἕτερον μερισμὸν «εἰ μὲν ἤρεσκέ τί μοι τῶν ὑπὸ τούτου ῥηθέντων, ἡσυχίαν ἂν ἦγον· εἰ δὲ μή, τότʼ ἂν καὶ αὐτὸς ἐπειρώμην ἃ γινώσκω λέγειν», εἶθʼ ὕστερον ἡ ἀνταπόδοσις «ἐπειδὴ δὲ ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι, συμβαίνει καὶ νυνὶ σκοπεῖν»· μεστὸς οὖν ἐγένετο διὰ τοῦτο ὁ λόγος. ὅταν τε οὖν αὐτοὶ αὐτοῖς ἐπεμβάλλωνται οἱ μερισμοί, μεστότητα ποιοῦσι, καὶ ὅταν ἀλλήλων ἐξηρτημένοι ὦσιν, οἶον «τοῦτο τοίνυν τὸ ψήφισμα [*](274) τῷ μὲν ἑνὶ τῷ Κερσοβλέπτῃ συμπράττοντι τὴν ἀρχὴν Χαριδήμῳ ἀσφάλειαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος, μή τινα αἰτίαν ἔχωσι, παριστάν», εἶτα πρὶν ἀπολῦσαι τὴν διάνοιαν ἐπισυνῆψεν ἐξαρτήσας τοῦ προτέρου ἄλλον μερισμὸν «τοὺς μὲν ἀσθενεῖς, τὸν δʼ ἕνα ὄντα ἰσχυρὸν καθίστησι»· μεστὸν οὖν ἐποίησε τὸν λόγον. ὅλως οὖν [*](1 ἀθονίας παρασκευῶν Pc 2 δύο γὰρ κῶλα ΡV; ἀλλὰ Syr. 8 4 ἀντιστροφῆ Sf, v.l P 6 τὸν m.po supr. Pa; om P 7 τε er V c; at 1 15 | ἐν αὐτοῖς Ba, (ἐν er.) Vc | Dem. 4, 1 9 ὑπενέβαλεν Pc 10 τί με Pc τούτων Ac Ba, m 1Vc 12.13 γρ ἡ ἀπόδοσις Pa (cf. 1. 24 ann ) 13 ἐπεὶ δὲ Pc 14 οὖν m po suppl. Pc | ⌊καὶ del m. 1⌉ διὰ Pc 15 αὐτοῖς add Sf, cf l. 7 17 Dem. 23, 103 21 ἔχουσι P | ἀναπαῦσαι 23 γρ τὸν δὲ ἔνα ὄντα (sic) mg P 24 ad λόγον mg. γρ ἡ ἀπόδοσις Pc (cf. l. 13 ann.))
293
ἡ μεστότης γίνεται, ὅταν σχήματα περιβλητικὰ διʼ ἀλλήλων πλεονάσῃ κατὰ ἐπεμβολὴν ἢ κατὰ ἐξάρτησιν, ὡς προείρηται, ἢ εἰ καὶ ἑτέροις περιβλητικοῖς ἕτερα τοιαῦτα οὑτωσί πως συμπλακείη, οἶον μερισμῷ τῷ καθʼ ὑπόστασιν ἢ ἄλλῳ τῳ ἄλλο τοιοῦτον ἐπεμβληθὲν ἢ ἐξαρτηθέν, ὡς ἐδείξαμεν ὀλίγῳ ἔμπροσθεν. ἔστι γὰρ ἡ μεστότης οὐδὲν ἄλλʼ ἢ πλεονάσασα περιβολή· τὰ γὰρ ποιοῦντα τὴν περιβολήν, εἰ πλείονα παραληφθείη κατὰ ταὐτόν, οἷον ἐπεμβολαὶ καὶ τὰ τοιαῦτα, μεστὸν ποιοῦσι τὸν λόγον. μεγάλης δὲ εὐτονίας καὶ δυνάμεως ἐν τοῖς [*](328) τοιούτοις ἐστὶ τὸ σαφῶς καὶ μὴ συγκεχυμένως εἰπεῖν, τῷ ῥήτορι δὲ πολὺ τούτου τὸ περιόν. Ταῦτα περί τε μερισμοῦ καὶ μεστότητος.

Ποιεῖν δὲ ἔφαμεν περιβολὴν σχήματα οὐ μόνον τὰ ἐφελκόμενα ἕτερα νοήματα, ἀλλὰ καὶ ἄλλα ἄττα, περὶ ὧν [*](275) ἀνάγκη καὶ αὐτῶν εἰπεῖν. τό τε οὖν κατὰ ἄρσιν καὶ θέσιν περιβάλλει τέλειον ποιοῦν τὸν λόγον, οἶον «τοὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα», εἶτα ἡ θέσις «ἀλλ’ ὡς τῶν φυλαξόντον τοὺς ἄλίους». τοῦτο τὸ σχῆμα οὐκ ἔθεμεν ἐν τοῖς ἐφελκομένοις ἄλλα νοήματα, ὅτι καθʼ αὑτὴν ἡ ἀναίρεσις δύναται τίθεσθαι καὶ οὐκ ἀναγκαίως αὐτῇ ἕπεται ἡ θέσις, οἶον «οὐ διʼ ἐμέ, οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε, πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε»· οὐδὲν γὰρ ἐπηκολούθησε θετικὸν τῇ ἀναιρέσει. — Τό τε οὖν κατʼ ἄρσιν καὶ θέσιν περιβάλλει [*](2. 3 ὥσπερ εἴρηται Ac 3 p. 292, 7. 17 | εἰ V, v.1.P; om. P 4 τὸ Ac 5 ἄλλό τι ἄλλωι 7 ἀλλʼ V, v 1.P; om.P; cf 291,13 8 πλεί- ονα Pa; πλέονα | γρ παραληφθείη ⌊Ι⌉ τὰ κατὰ ταυτόν Pa; γρ παραληφθείη τὰ κατʼ αὐτόν Pc 13 ⌊cr.III⌉ μερισμοῦ Pa 14 p. 287, 2 15 νοήματα Pc Vc Ac, v.l.Pa; ἐννοήματα PaBa, v.l.Pc 16 τε: cf l. 25 17 Dem. 19, 12 20 καὶ post ὅτι m.po. supr. Pc 22 Dem. 18, 18 23 γὰρ δὴ vulg. ποτέ Ac, ?m 1Vc)

294
σχῆμα τέλειον ποιοῦν τὸν λόγον καὶ τὸ ἐξ ἀναιρέσεως συμπλεκτικόν· περιουσιαστικὰ γὰρ τὰ οὕτω προφερόμενα νοήματα δοκεῖ πως εἶναι, οἷον οὐ μόνον τάδε, ἀλλὰ καὶ τάδεʼ· «οὐ γὰρ μόνον, εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτο ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω2 — Καὶ μὴν καὶ τὸ κατὰ συστροφὴν λεγόμενον σχῆμα σφόδρα ἐμπερίβολον, οἷον «εἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες» καὶ τὰ ἑξῆς, καὶ πάλιν «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων» καὶ τὰ ἐξῆς.

Ἡ δὲ ἐπεμβολὴ καὶ ὅλως τὸ πρὶν ἀναπαῦσαι τὴν ἔννοιαν ὑποστρέφειν καὶ ἐπεμβάλλειν ἑτέρας ἐννοίας ὅτι περιβολῆς ἴδιον, ἱκανῶς καὶ ὀλίγῳ ἔμπροσθεν ἐν τῷ περὶ μεστότητος καὶ ἐν τῷ περὶ καθαροῦ λόγου καὶ ὅλως ἐν πλείοσιν εἴρήκαμεν, καὶ παραδείγματα δὲ αὐτοῦ τεθείκαμεν οὐκ ὀλίγα. εἰδέναι μέντοι χρή, ὅτι αὗται [*](276) αἱ ἐπεμβολαὶ καὶ ὑπτιότητα ἐξαιροῦνται τὴν ἐν [*](329) ταῖς ἀφηγήσεσι, διακόπτουσαι τὸν λόγον καὶ ποιοῦσαι κατʼ αὐτὸ τὸ διακόψαι γοργότερον· οἷον «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου», εἶτα διέκοψε τὴν ἀφήγησιν ἐπεμβαλὼν τὸ «οὐ διʼ ἐμέ, οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε», εἶτα ἧκε πάλιν ἐπὶ τὴν ἀφήγησιν «πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε» καὶ τὰ ἑξῆς. τοιοῦτόν ἐστι καὶ τὸ «ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησι». καὶ ὅλως, εἴ γε βραχεῖαι εἶεν αἱ [*](4 τάδε V; ιάδε P | alt.τ⌊ m.po. ex ό⌉δε Ba; τάδε Ρ; τόδε Vc Ac | Dem 1, 1 | μόνον post τι Ac 8 Dem. 1, 8 9 Dem. 9, 17 18. 14 p. 292, 6 230, 7 sq 15 cf. 239,16. 240,10 16 οὐκ ὀλίγα om. Pc 19 Dem 18, 18 20 πολέμου συστάντος Vc Ba, (β et α supr ) Pc 22 πότε m 1 Vc, ποτέ Ac 24 Dem. 19, 10 25 ὃς Ba. ?m 1 Vc)

295
ἐπεμβολαί, ἀλλὰ μὴ μακραί, μᾶλλον γοργὸν ἢ περιβεβλημένον ποιοῦσι τὸν λόγον, οἷον «τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι»· ὁρᾷς, πῶς εὐκίνητος καὶ γοργὸς ὁ λόγος ἐστίν; ἐγένετο δὲ διὰ τὴν ἐπεμβολὴν τὴν οὖσαν βραχεῖαν «ὅπερ καὶ ἀληθὲς ὑπάρχει», οὐ μὴν ἀπήλλακταί γε πάντῃ περιβολῆς οὐδʼ αὖ οὕτως, ὥσπερ οὐδʼ, ὅτε μακραὶ εἶεν αἱ ἐπεμβολαί, ἀπηλλάχθαι γε ἐῶσι τὸν λόγον γοργότητος καίτοι μᾶλλον τότε ποιοῦσαι περιβολὴν ἢ γοργότητα. Καὶ τὰ μὲν κατὰ τὰς ἐννοίας καὶ μεθόδους καὶ σχήματα, καὶ εἴπερ ἄρα λέξις γένοιτʼ ἂν ὡς ἐδείξαμεν περιβολῆς, διαρκῶς ἀποδέδεικται.

Κῶλά γε μὴν ἢ συνθήκας ἢ ἀναπαύσεις ἢ ῥυθμοὺς οὐκ ἔχομεν ἴδια περιβολῆς εἰπεῖν· πάντα τε γὰρ κῶλα ὡς ἔπος εἰπεῖν καὶ πάντας δέχεται ῥυθμοὺς τούς ἐν πάσαις ἰδέαις καὶ πάσας συνθήκας καὶ πάσας ἀναπαύσεις. διότι καὶ τὴν περιβολὴν ἐκεῖναι δέχονται πᾶσαι, πλὴν ἴσως τῆς καθαρότητος· ἐξίσταται γὰρ αὐτῆς ἡ [*](277) καθαρότης, εἰ περιβληθείη, καὶ ὅλως, ὅπερ ἔλεγον κὰν τῷ περὶ αὐτῆς, ἐναντία ἐστὶ τῇ περιβολῇ· διὸ καὶ κατὰ πολλὰ ἀπὸ τῶν ἐναντίων ἀλλήλαις γίνονται ἣ τε περιβολὴ καὶ ἡ καθαρότης, εἰ καὶ μὴ κατὰ πάντα. εἰ δʼ [*](330) ἐγχωρεῖ κατʼ ἔννοιαν περιβάλλοντα τοῖς ἄλλοις καθαρὸν ποιεῖν τὸν λόγον ἢ τὸ ἀνάπαλιν, οὐ δεῖ θαυμάζειν· ἔστι γὰρ καὶ καθαρῶς δοκοῦντα λέγειν περιβάλλειν ταῖς ἐννοίαις τὰ παρακολουθοῦντα πάντα ἐξετάζοντα, [*](1 cf 315, 2 2 Dem. 2, 5 ἐκεῖνο Pc Ac 3 φλαῦρον Ac, cf. 305, 22 5 alt. τὴν post βραχεῖαν | τραχεῖαν m.1Pc 7 αὖ om. ; ante ὅτε transq. 9.10 τὰ μὲν κατὰ τὰς ἐ Ρ Ac; τὰς μὲν ἐ. Vc Ba, v I.P 11 λέξεις Pc l p. 284, 24 13 (γε om.) μὲν Ba, m 1 Vc 15 τοὺς om m 1 Vc 19 p. 226, 20 230, 9 22 κατὰ Ac ; om. P Vc Ba 26 cf 228, 1 sq | ἐξετάζοντας m.1 Pc)

296
καὶ τοὐναντίον αὖ περιβεβλημένως δοκοῦντα λέγειν καθαρὸν ἐκφέρειν τὸ ἐννόημα καὶ ψιλόν· καὶ τοῦτο οἶμαι σαφῶς ἐν τῷ περὶ καθαρότητος ἡμῖν δεδεῖχθαι.

12 Μετὰ τὸν περὶ σαφηνείας τε καὶ ἀξιώματος τοῦ κατὰ μέγεθος λόγον ἀκόλουθον ἂν εἴη λέγειν περὶ ἐπιμελείας τε καὶ κάλλους τοῦ κατʼ αὐτόν· δεῖ γὰρ τῷ σαφεῖ τε καὶ ὄγκον ἔχοντι καὶ ἀξίωμα λόγᾳ πάντως καὶ κάλλους τινὸς καὶ εὐρυθμίας, εἴπερ μὴ ὡς ἀγλευκής τις γενήσεσθαι μέλλοι. τούτῳ δʼ ὅτι μὲν ἐναντίον ἐστὶ τὸ ἀμελὲς καὶ ἄρρυθμον καὶ κατὰ τὴν σύνταξιν εὐτελές, δῆλον· εἰ δέ που καὶ τὸ τοιοῦτο χρήσιμον, ὥσπερ ἐν τραχύτητί τε καὶ σφοδρότητι, ἑτέρου λόγου. Ἀλλὰ περὶ κάλλους τε λεκτέον καὶ τῆς ἐπιμελείας.