Περὶ εὑρέσεως [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

8 Τὸ δὲ ἐνθύμημα δόξαν δριμύτητος ἀποφέρεται μείζονα γνωσθέν, ὅ τί τέ ἐστι καὶ ὅπως εὑρίσκεται καὶ ὅπου. καὶ γὰρ ἡ τάξις αὐτὴ τὴν τῆς δριμύτητος δόξαν ἐξ ἀνάγκης αὐτῷ προστίθησι· δεῖ γὰρ τεθέντος κεφαλαίου λῦσαι πρῶτον ἀπὸ τῆς ἐνστάσεως ἠ ἀντιπαραστάσεως, εἶτα προσλαβεῖν τὸ ἐπιχείρημα εἰς κατασκευὴν ἀπὸ τῆς περιστάσεως, εἶτα ἐργάσασθαι ἀφʼ ὧν τὴν [*](220) [*](2 Dem 2, 23 5 τοῦ om Pc 9 ὅτι καλὸν Pc τοῦ om. Pc 10 ἐπιφέρεις V 12 τῇ om. Vc Ba 18 ἃ V |ἐπιφέρεις 14 ὅ 15 τοῦ om. Ac 16 capita π ἐνθυμιήματος, (π. ἐπενθυμή- ματος,) π τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους (150, 16 — 162, 17) post caput π. διασκευῆς (166— 170) transq Mr |ἐνθυμημάτων Ac 17 cf Aps. l 2 p. 289, 18 Sp -H | δὲ om Mr |ἐν ἑαυτῶ ἀποφέρε- ται v l P 19 αὕτη PV 22 εἶτα — 23 περιστάσεως m 2 suppl. Vc 22 τῆς λύσεως post κατασκευὴν add. Ba, (m 2) Vc, v.l.P ἐργάζεσθαι VcBa)

151
ἐργασίαν ἔφαμεν γίνεσθαι τοῦ ἐπιχειρήματος, εἶτα τὸ ἐνθύμημα ἐπενεγκεῖν τῇ ἐργασίᾳ. οἷον κεφάλαιον ὑποκίσθω χαλεπὸν διορύξαι λερρόνησονʼ, εἶτα ἡ λύσις ἀπὸ τῆς ἐνστάσεως ὅτι οὐ χαλεπὸν τὸ διορύξαιʼ, εἶτα ἐπιχείρημα ἀπὸ τοῦ πράγματος ‘γῆν γὰρ ὀρύξομεν, παιδιὰ δὲ τὸ ὁρύσσεινʼ, εἰτα ἐργασία ἐκ παραδείγματος ὅτι ‘καὶ βασιλεύς Περσῶν δεηθείς ποτε διώρυξε τὸν Ἄθωʼ, εἶτα ἐνθύμημα εἰς τοῦτο καίτοι ἐκεῖνος μὲν διώρυσσεν ὄρος, ἡμεῖς δὲ γῆν ὁρύξομενʼ· ὥσπερ γὰρ ἡ ἐργασία κατασκευάζει τὸ ἐπιχείρημα, οὕτω καὶ τὸ [*](125) ἐνθύμημα κατασκευάζει τὴν ἐργασίαν, καὶ πάλιν ὥσπερ καθʼ ἕκαστον ἐπιχείρημα ζητοῦμεν ἐργασίαν, οὕτω καθʼ ἑκάστην ἐργασίαν ζητοῦμεν ἐνθύμημα. ὥστε εἰς ἄπειρον προχωρεῖν δύνασθαι τὴν δριμύτητα, εἰ ἡ λύσις μὲν εὐπορήσειεν ἐνστάσεως τε καὶ ἀντιπαραστάσεως, τούτων δὲ ἑκάστη πάλιν ἐπιχειρημάτων δύο ἢ τριῶν, τῶν δὲ ἐπιχειρημάτων ἕκαστον ἐργασιῶν ὁμοίως δύο ἢ τριῶν, τῆς δὲ ἐργασίας ἑκάστης ἰδιον ἐνθύμημα εὑρούσης πάλιν.

Ἰστέον δέ, ὅτι καὶ πολλάκις ἐργασία μία πολλὰ εὑρίσκει ἐνθυμιήματα, καὶ εἰ ζητοίη τις οὕτω καθʼ ἑκάστην ἐργασίαν τὸ ἐνθύμημα, ἀπὸ τῶν αὐτῶν περιστάσεων [*](1 p. 148, 21 3 cf. 146, 13 |ἡ om Ac 4 τῆς om. Vc | om. Vc Ba 9 διώρυξεν Portus | ὀρύξομεν γῆν Pc 10 καὶ om. V 14 χωρεῖν Vc Ba | εἰ Ba; καὶ Ac; καὶ εἰ P Vc schol. P: προσεπακουστέον τὸ μάλιστα . . καὶ στικτέον ἀπὸ τοῦ ‘εἰ καὶ ἡ λύσιςʼ μέσας ἄχρι τοῦ εὑρούσης πάλινʼ, ἐκεῖσε δὲ στικτέον τε- λέαν 15 εὐπορήσει Ac Ba |τε om 16 et 18 ἢ καὶ Pc 19 ad πάλιν m 2Vc: λείπει et mg. κείμενον· εἰς ἄπειρον προχεορεῖ ὁ λόγος; schol. P (W) VII 767 ann 23): τινὲς . . φάσκουσιν ἐλλι- πῶς ἔχειν τὸ χωρίον λείποντος τοῦ ‘πλείων ἡ δριμύτης γίνεταιʼ . . ἀλλὰ μόνον προσυπακούειν δεῖ τῷ ‘εἰ καὶ ἡ λύσιςʼ τὸ μά- λιστα κτλ. 21 καὶ om. V 22 καὶ πάλιν ante ἀπὸ add. Vc Ba, πάλιν καὶ Ac)

152
ζητήσει, ἀφʼ ὡν ἐζήτησεν ἂν τὰ ἐπιχειρήματα τοῦ τεθέντος κεφαλαίου. ἔτι ὅ λέγω σαφέστερον ἐκθήσομαι, ὅτι καθʼ ἑκάστην ἐργασίαν τὰ ἐνθυμήματα εὑρίσκεται σχῆμα μὲν ἔχοντα συγκριτικόν, εὕρεσιν δὲ ἐν τῇ συγκρίσει ἀπὸ τοῦ τόπου ἢ χρόνου ἢ τρόπου ἢ προσώπου ἢ αἰτίας ἢ πράγματος· συμβήσεται γὰρ οὔτως [*](126) ἐν ἐργασίᾳ μιᾷ καὶ δύο καὶ πλείονα εὑρεθῆναι τὰ ἐνθυμήματα, ἄπερ εὑρεθέντα δόξαν ἐπενθυμημάτων παρέχει.

9 Ἐπενθύμημα γάρ ἐστι κυρίως ἐπὶ φθάνοντι ἐνθυμήματι [*](221) ἕτερον ἐπεννοούμενον ἐνθύμημια· οἶον τὸ παράδειγμα καὶ γὰρ βασιλεὺς διώρυξε τὸν Ἄθωʹ, εἶτα τὸ ἐνθύμημα, ὅ ῥητέον ὅτι συγκριτικῶς πᾶν εὑρίσκεται συγκρινόμενον ἀπὸ τῆς ἐργασίας καὶ πρὸς αὐτὸ τεῖνον, οἷον ‘καίτοι ἐκεῖνος μὲν ὄρος διῇρει, δυσκολώτερον πρᾶγμα, ἡμεῖς δὲ γῆν διασκάψομεν, πρᾶγμα οὐ δυσχερέςʼ, εἶτα ἀπὸ τῆς αἰτίας καίτοι ἐκεῖνος μὲν ἵνα πλεονεκτήσῃ, ἡμεῖς δὲ ἵνα μὴ πάσχωμεν κακῶς πλεονεκτούμενοιʼ· τοῦτο ἐνθύμημα μέν ἐστιν ἀπὸ τῆς αἰτίας εὑρεθέν, ἐπιφερόμενον δὲ τῷ πρώτῳ ἐνθυμήματι τῷ ὅτι ἐκείνῳ μὲν δυσχερέστερον, ἡμῖν δὲ ῥάδιονʼ ἐπενθυμήματος δόξαν ἤνεγκε.

Καὶ μὴν ἔστι καὶ ἄλλο ἐνθύμημα εὑρεῖν εἰς τὴν αὐτὴν [*](1 ζητήσοι P |τὸ ἐπιχείρημα V, v .I.P |alia v.I.: γρʼ εἴπερ ζη τοίη τις οὕτω καθʼ ἑκάστην ἐργασίαν τὸ ἐνθύμημα πάλιν ἀπὸ τῶν αὐτῶν περιστάσεων ἀφʼ ὧν ἐζήτησε τὰ ἐπιχειρήματα τοῦτο δέ ἐστι σαφέστερον Pc, (om. γρʹ) Pa 7 τὰ om Ald. 8 ἐπεν- θυμήμάτων Ρ 10 περὶ ἐπενθυμήματος supr. Ρ Mr 11. 12 cf 151, 3 13 πᾶν ex πάντα Pa 14 καὶ om. 15 διήιρει ἄρὸς Ac 19 μέν om Ac 20 εὑρεῖν 21 ἐκεῖνο Ac, m po Vc c| ἡμῖν P Ba, ?m 1Vc; τοῦτο Ac, m po. Vc post ῥῷδιον add. εὑρεθὲν Vc, ὅπερ εὑρεθὲν Ba 21 22 δόξαν ἐπενθυμήματος Vc Ba 28 καὶ μήν ἐστιν (om. alt. καὶ) VcBa; (pr. καὶ om.) ἔστι μὴν καὶ Ac)

153
ἐργασίαν ἀπὸ τοῦ καιροῦ καὶ ὅ μὲν ταῦτα ἐποίει ἐπείγοντος αὐτὸν τοῦ πολέμου παρέργῳ χρώμενος τῷ πράγματι, ἡμεῖς δὲ ἐν ἔργῳ τοῦτο θέσθαι δυνάμεθαʹ. [*](127) οὐκ ἀγνοητέον δέ, ὡς ἡ τοῦ λόγου μεταχείρισις τὸ ἐνθύμημα τὸ δεύτερον εὑρεθὲν ποιεῖ δοκεῖν ἐπενθύμημα εἶναι, εἴ τις τὸ πρῶτον εἰπὼν ἐνθύμημα καὶ παυσάμενος, εἶτα αὐτὸ ἐπαναλαβὼν πάλιν συνάψειε, καὶ τὸ δεύτερον προστιθεὶς τῷ πρώτῳ καθάπερ αὐτῷ λεῖπόν τι προσεξευρών, οὐκ ἄλλο εὑρών· οἷον ‘καὶ ὁ μὲν Περσῶν βασιλεὺς ἵνα πλεονεκτήσῃ διώρυξεν, ἡμεῖς δὲ ἵνα μὴ πλεονεκτώμεθαʼ, εἶτα ἐπαναλαβόντες πάλιν φαμὲν ὥσπερ ἐπενθυμούμενοι ‘καὶ ὅ μὲν ἐπειγόντων αὐτὸν μειζόνων ὄμως τοῦ πλεονεκτεῖν ἕνεκεν ἐποίει τὰ χαλεπώτερα, ἡμεῖς δὲ οὐδενὸς ἄλλου καλοῦντος ἡμᾶς, ἢ ἵνα μὴ ζημιωθῶμεν, τὸ πρᾶγμα οὐχ ὑποστησόμεθα;ʼ

Πολλάκις δὲ καὶ ἡ φύσις τῶν πραγμάτων ἐπενθυήματος ἰδίαν εὕρεσιν κατασκευάζει, τοῦ ἐνθυμήματος καθʼ ἑαυτὸ μὲν οὐκ ἀπαρτίσαντος, προσθήκης δέ τινος [*](222) ἄλλης περιττοτέραν δριμύτητα χαριζομένης αὐτῷ τῷ ἐνθυμήματι· οἶον εἰ λέγοι τις δεινὸν τὸ ἀδικεῖν πατρίδαʼ, εἶτα ἐργάσαιτο ἐκ τοῦ ἐναντίου ‘χρὴ γὰρ ἀδικεῖν πολεμίουςʼ, εἶτα ἐνθύμημα θείη ὅτι χαλεπώτερόν ἐστιν ὁ πολίτης ἀδικῶν τοῦ πολεμίου, ὅτι ὅ μὲν διὰ τὸ γένος συγγνώμην ἔχει, ὅ δὲ ἐπιτείνει διὰ τὸ πολίτης εἶναι τὸ μισεῖσθαιʼ, τούτῳ εἰ προσγένοιτο τῷ ἐνθυμήματι [*](8 τοῦτο ἔχειν θέσθαι Ac 4 δὴ Ac 6 εἶναι etiam post ἐνθύ- μημα add. 7 αὐτῶ Pa 8 αὐτ|ῶι ex ὸ, m 1?| Vc αὐτῶ ante 9 οὐκ Ac 9 προσευρὼν Vc Ba 9. 10 καὶ βασιλεὺς μὲν περσῶν Ac, (om. περσῶν) Vc Ba 10 διώρυσσεν Ac 15 ἢ om V 16 πολλάκι P | καὶ post πραγμάτων V cf. schol. P (W V VII 767, 14) 17 κατασκευάσει Ac 22 χαλεπώτερος Ac 25 τοῦτο m.po.Pa)

154
τὸ ‘καὶ μάλιστα ἐὰν ὁ πολίτης φαίνηται τούτους ἀδικῶν, οὕς ἐδόκει πρότερον εὖ πεποιηκέναιʼ, [*](128) λοιπὸν τοῦτό ἐστι τὸ ἐκ τῆς φύσεως τοῦ αὐτοῦ πράγματος ἀληθινὸν ἐπενθύμημα μετὰ προσθήκης τινὸς περιττοτέραν δριμύτητα χαριζόμενον αὐτῷ τῷ ἐνθυμήματι· καὶ λοιπὸν οὕτω γίνεται καὶ καλεῖται ἐν ἐνὶ καὶ τῷ αὐτῷ προβλήματι διπλῆ συγκριτικὴ ἐπίτασις περιττοτέραν δριμύτητα χαριζομένη αὐτῷ τῷ ἐνθυμήματι.

10 Τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἔστι μὲν τὸ συνεκτικώτατον πάντων τῶν κεφαλαίων — ἕνθεν γὰρ καὶ τὰ ἄλλα γίνεται κεφάλαια —, ἔχει δὲ οὐ τὴν αὐτὴν κατασκευὴν τῶν ἐπιχειρημάτων, οἵαν καὶ τὰ λοιπά· οὐ γὰρ ἡ περίστασις κατασκευάζει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀλλʼ ὥσπερ ἴδιος ἐπιχειρημάτων τόπος ἔστι τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἡ ὑποδιαίρεσις καλουμένη. ἔστι δὲ ἡ ὑποδιαίρεσις ἡ τοῦ ἀθρόου πράγματος εἰς λεπτὸν τομὴ εὑρισκομένη πολλή, καὶ γίνεται οὕτως, εἴ τις τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ὁρίσας ἑαυτῷ ὁλοσχερῶς καὶ ἀπαραλείπτως καθʼ ἕκαστον ὄνομα τῶν λεγομένων ἐν αὐτοῖς δύναιτο ὑποδιαιρεῖν οὕτω πλάττων ‘εἰ γὰρ μὴ τόδε ἐποίησας ἀλλὰ μετριώτερονʼ, ‘εἰ γὰρ μὴ τοσαῦτα [*](1 φαίνηται P Ac (ἀριστεὺς ἦ supr. m.po Pa Ac); ἀριστεύοι (m. po φαίνηται) Βa, (m po. ἀποφαίνοι?) Vc |δὲ ante τούτους supr. m po. Ac 2 δοκεῖ Ac 3 καὶ λοιπὸν Ba, ?m 1Vc |ἐστι om. m.1 Ac, v l P |γρ καὶ λοιπὸν τοῦτο τὸ ἐκ τῆς φύσεως τοῦ αὐτοῦ πράγμα- τος Pa, (om γρ καὶ) Pc 5 χαριζόμένὶ, m 2 supr, Vc 9 τοῦ Ac 10 τὸ (pro τὰ) Ac 13 οἵαν m 2 ex οἷα Vc; ο|ἶν] da |γρ οὐ γὰρ ἡ προκατασκευάζει Ρ 1 τὸ Vc Ba 15 τῶν Pa; τοῖς Vc Ba 22 ad ἐποίησας (oportebat referri ad μετριώτερον) mg. P: οὐκ ἔδει εὐθύνας ὑποσχεῖν; cf. 157,17)

155
[*](223)> ἐποίησας ἀλλὰ ἐλάττοναʼ. οἶον τρεῖς τις ἀπέκτεινε κατὰ τὸν τῶν ἀκρίτων νόμον υἱεῖς καὶ ἀξιοῖ δημοσίᾳ τρέφεσθαι [*](129) νόμου κελεύοντος τὸν ἄπαιδα δημιοσίᾳ τρέφεσθαι. γενόμενος ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους οὕτω διασκοπήσεις· ὅπου τρεῖς ἀπέκτεινεν υἱεῖς, τὸ τρεῖς ὑποδιαιρήσεις εἰ γὰρ ἕνα ἀπέκτεινεʼ, τὸ υἱεῖς ὑποδιαιρήσεις ‘εἰ γὰρ μὴ αὐτοῦ παῖδαʼ, τὸ ἀπέκτεινεν ὑποδιαιρήσεις ‘εἰ γὰρ ἀπεκήρυξενʼ. αὐτὰ δὲ ταῦτα νοεῖται μὲν οὕτως, ἰσχύν δὲ λαμβάνει ἀπὸ τοῦ λόγου· ἐπεὶ δύναται καὶ ὡς πνεῦμα ἀποταθῆναι κατὰ τὸ τοῦ ἀντιθέτου σχῆμα, δύναται δὲ καὶ μετὰ τὸ πληρωθῆναι τὸ πνεῦμα ἕκαστον αὐτῶν, εἰ θέλοις, καὶ κατὰ περίοδον ἀπολαμβάνειν. καὶ δύναται ὡς πνεῦμα ἀποταθῆναι κατὰ τὸ τοῦ ἀντιθέτου σχῆμα οὕτως οἷον εἰ γὰρ μηδὲν προσήκοντας ἀπέκτεινας, εἰ γὰρ ἀλλοτρίους, εἰ γὰρ ὀθνείους, εἰ γὰρ ξένους, οὐχ ἂν ἠγανάκτησα καὶ τότε; οὐκ ἂν ἐδυσχέρανα; οὐκ ἂν ἀπῇτησα τιμωρίαν; νυνὶ δὲ φιλτάτους, οὕς ἐγέννησας, οὕς ἔθρεψας, ὑπὲρ ὧν ἔδει μάχεσθαι, ὑπὲρ ὧν ἔδει δεδιέναι μή τις αὐτοὺς ἄλλος ἀποκτείνῃ, φθάσας τοῦτο ἐποίησας· ἆρα τὸ τοιοῦτον ἄγος καταδεξαίμην; οὐκ ἔστιν εἰπεῖνʼ. εἰ δὲ βούλει, καὶ συνάγεται ὡδε ‘ἄλλος μὲν οὖν τις δικαίως ἂν ὑπόσχοι τιμωnρίαν, εἰ καί τινα τῶν μὴ προσηκόντων ἀπέκτεινεν· οὐτος δὲ ἰδίους υἱεῖς τρεῖς ἀποκτείνας ἀφεθήσεται;ʼ δύναται δὲ καὶ ἑκάστη ὑποδιαίρεσις ὁρισθεῖσα χώραν προσωποποιίας ἀναδέξασθαι. ποίκιλλε δὲ ὲ [*](130) [*](6 υἱεῖς m 1Ac; εἶς P, m.1VcBa 7 παῖδας Sc 10 πνεύματα V 12 εἰ θέλοις αὐτῶν Ac | κατὰ om. 13 καὶ — 14 οὕτως om. m.1Vc Ba 17 οὐκ — τιμιωρίαν om. Pa 20 ἆρʼ ἂν Spengel 21 καταδέξαιμι Ba, m 1Vc; κατεδεξαίμην (sic) Pa 22 οὖν om. 23 ὑπόσχοιτο Ac 24 ἀποκτείνοιεν P |ἰδίους υἱεῖς τρεῖς Vc; τρεῖς ἰδίους υἱεῖς Ac | υἱοὺς Pc)
156
τοῖς σχήμασιν οἷον ‘εἰ γὰρ ἕνα ἀπέκτεινας, οὐκ ἂν εἷπον καὶ τότε, ὅτι φόνος ἀσεβής σοι τετόλμηται;ʼ

Γίνεται δὲ ὑποδιαίρεσις ποτὲ μὲν αὐτοῦ τοῦ πράγματος εἰς λεπτὸν τεμνομένου, ποτὲ δὲ ἐκ τῶν ὁμιοίωον λαμβανομένη. καὶ ἀπʼ αὐτοῦ μὲν τοῦ πράγματος οὕτως, οἶον προσῆλθε μάγος πατρὶ αἰτῶν θυγατέρα πρὸς γάμον, οὐχ ἔδωκεν, ἐρᾷ εἰδώλου ἡ κόρη, καὶ κρίνεται ὁ μάγος φαρμάκων. ἐνταῦθα ὑποδιαιροῦντες τὸν τοῦ εἰ. [*](224) δώλου ἔρωτα λέγομεν ‘ἐρᾷ εἰδώλου· εἰ γὰρ ἀνδρὸς ἤρα τινός, οὐκ ἂν ἐπὶ σὲ ἤγαγον τὴν αἰτίαν; εἰ γὰρ σοῦ αὐτοῦ ἤρα, οὐκ ἂν ἐπήγαγον ἐπὶ σὲ τὴν αἰτίαν;ʼ ταῦτα ὑποδιαίρεσίς ἐστιν ἐκ τῶν μικροτέρων· τὸν γὰρ τοῦ εἰδώλου ἔρωτα ὑποδιαιροῦμεν ἀπὸ τῶν μικροτέρων εἰς ἄλλους. — Ἀπὸ δὲ τῶν ὁμοίων οὕτως εἰ γὰρ μὴ ἤρα, ἀλλʼ ἐνόσει νόσον ἄλλην τῷ σώματι, οὐκ ἂν καὶ τότε σε ἔκρινα;ʼ — Καθόλου δέ, ὡς ἔφαμεν, καὶ τῶν ὁμοίων καὶ τῶν ἰδίων αἱ λεπταὶ ὑποδιαιρέσεις ἀναδέξονται τὰς προσωποποιίας ἀναγκαίας οὔσας, ἅς, εἰ θέλοις, καὶ περιόδοις καὶ παντὶ τρόπῳ ἔξεστί σοι μηκύνειν.

Ἔστι δὲ ὑποδιαίρεσις καὶ ἐκ τοῦ μείζονος ἐνίοτε λαμβανομένη, ἵνα μὴ ἀεὶ τοῖς λεπτοῖς προσέχωμεν· συμβαίνει δὲ τοῦτο, ὅταν ἀξιώμεθά τι παρασχεῖν ἐπὶ μισθῷ φαινομένῳ ἤ χάριτι λέγοντες ὅτι οὐδʼ εἰ μείζονα [*](8 ἀπʼ αὐτοῦ V, v.Ι.P 4 λεπτὰ cf 101, 21 154, 17 157, 2 | ποτὲ — 5 λαμβανομένου suppl. m.po.Pc 5 λαμβανομένη scripsi (cf. l 22) λαμβανομένου P 7 8 ὁ μάγος mu po., ?m.1, Pa 8 ὑποδιαιροῦντες τὸ εἴδωλον λέγομεν (γρ τὸν τοῦ εἰδώλου ἔρωτα) Ac 9 ἐρᾷ εἰδώλου suspect. 11 ἐπηγάγομεν Vc Ba 13.14 εἰς ἄλλους ἐκ τῶν μικροτέρων Vc Ba; suspect. 16 p 155, 25 18 ἅς om. 19 δὲ post εἰ add Ac, post θέλοις mnpoc 21 δὲ om. Ac 22 ὅταν PAc; ἡνίκα VcBa)

157
ἐδίδουʼ. οἷον πέπομφεν ἑκατὸν τάλαντα Θίλιππος πρίασθαι βουλόμενος τὸν Δημοσθένην· εἰς λεπτὸν ὑποτεμὼν ἐρεῖς οὐδὲ ἄλλον τινὰ τῶν τυχόντων ἔδωκα ἄν, μή τί γε Δημοσθένηνʼ· τὰ δὲ ἑκατὸν τάλαντα ἐκ τοῦ [*](131) μείζονος οὐδὲ εἰ μύρια διδοίη τάλαντα οὐδʼ ἄν πόλεις οὐδʼ ἄν ἔθνη, ἀντὶ Δημοσθένους λήψψομαιʼ.

Ἀλλʼ ἵνα μὴ προσκορὲς τὸ ἐξ ὑποδιαιρέσεως ἀεὶ τῷ αὐτῷ σχήματι εἰσαγόμενον, ἀλλαττέσθω τὰ σχήματα ποτὲ μὲν οὕτω λεγόντων ‘εἰ γὰρ τόδε ἐποίησας, οὐκ ἔδει σε δοῦναι τιμωρίαν;ʼ ποτὲ δὲ οὕτως ἐγὼ μὲν γὰρ καὶ ἐπʼ ἐκείνῳ σε τιμωρίαν ἀπῇτησα ἄν, καίτοι μικρὸν ἦν καὶ μετριώτερον ἦνʼ, ποτὲ δὲ οὕτως ἄλλος μὲν οὖν τις ἐμίσησεν ἂν καὶ διὰ τόδεʹ. ἔστι δὲ τούτων καλλίων ἡ μεταχείρισις, εἰ ἀναστρέφοι τις καὶ ὅλον τὸ πρᾶγμα, οὐκ ἀπὸ τοῦ πράγματος εἰς τιμωρίαν ἕλκων, ἀλλʼ ἀναστρέφων τὴν τιμωρίαν, οἷον ‘εἰ καί τι τούτου μετριώτερον ἐποίησαςʼ, ἵνα ποτὲ μὲν ἀπὸ τοῦ [*](225) πράγματος ἀρχόμενοι εἰς ἀξίωσιν καταβαίνωμεν, ποτὲ δὲ ἀπὸ τῆς ἀξιώσεως ἀρχόμενοι εἰς τὸ πρᾶγμα ἀνερχώμεθα.

Ὅταν δὲ αἴ ὑποδιαιρέσεις ἄλογοι γίγνωνται φασκόντων ἡμῶν ‘εἰ γὰρ τόδε ἐποίησας, οὐκ ἂν ἔκρινόν σε;᾿ , [*](1 ὁ φ(λιππος V 2 cf. 161, 9 3 ἐρεῖς om. Vc Ba a| ἔδωκα ἂν τῶν τυχόντων Vc Ba |γρ καὶ τῶν ἐπιτυχόντων ἢ παρατυχόν- των P 4 Pa 11 σε ante καὶ Ac ἐκεῖνο VcBa 12 alt. ἦν om. Vc Ba |[καὶ μετριώτερον ἠν]? ἄλλον m po Vc 18 διὰ om Vc Ba τούτου V, pl P 14 ἡ om Vc Ba, v.l.P 16 οἷον om. Vc Ba 17 ἔδει σε δοῦναι δίκην post ἐποίησας suppl m.2 Vc ; mg. m .1P: ἐλλιπῶς τὸ (scr. τοῦ) ‘ἔδει σε δοῦναι δίκηνʼ ἅ δεῖ προτετάχθαι (προστετάχθαι?) ἐπὶ τοῦδε; cf 154, 22 18 τὴν ἀξίωσιν Vc Ba 19 20 ἀνερχόμεθα Ba, (ῴ 2 ex ό) Vc; ἐρχώ- μεθα Ac, v .l.P; ἐπανερχώμεθα P 22 ἐποίεις Pa: ἐποίας, m.2 supr., Vc)

158
διὰ τὸ ἀλόγως ἄν κρῖναι δόξαι οὕτω σχηματίσεις ‘εἰ τόδε ἐποίεις, οὐκ ἂν ἔκρινον;ʼ ὡς ὁ συνθάψας τὴν χλαμύδα τῷ ἐρωμένῳ καὶ μὴ κομίσας ἐκ τῆς ἀλλοδαπῆς ἐντειλαμένου ἐκείνου· ἐνταῦθα γάρ, ἐπεὶ μωρόν [*](132) ἐστι τὸ λέγειν ἔκρινα ἄν σε, εἰ καὶ ἐδάκρυες συνεχῶςʼ, ἐρεῖς ὅτι ‘εἰ ἐδάκρυες, οὐκ ἂν ἐφρόντισα; εἰ παρεκαθέζου τῷ τάφῳ, οὐκ ἂν ἐμήνιον;ʼ καίτοι καὶ τότι, εἰ δύνασαι, βίασαι ἀναιρεῖν, ὅ ἔδωκας. καὶ καθόλου πᾶσαν ὑποδιαίρεσιν ἄν πειραθείης συγχωρήσας ἀνελεῖν, εἶτα ἀνελὼν ἐπενέγκοις, πολλαπλασιάσεις τὸν λόγον δριμέως λέγων οὕτως ‘εἰ μὲν τόδε ἐποίησας, συγγνώμης ἄξιος· ἐπεὶ δὲ τόδε, οὐκέτι· καίτοι οὐδὲ τότεʼ· οὕτω γὰρ καὶ αἱ προσωποποιίαι χώραν ἕξουσι μυρίαν. ἵνα δὲ μὴ προσκορὴς εἶναι δόξῃς διὰ τῆς προσωποποιίας πληρῶν λόγους, θαυμαστὸς φανήσῃ ῥήτωρ τὸ γνώρισμα αὐτῆς ἀφαιρῶν καὶ χρώμενος αὐτῇ· εἰ γὰρ μὴ λέγοις εἶπον ἄνʹ, ἄλλο τι φαίνεται πρότερον ἢ ΔροσωπόΔοιία.

11 Πρόσκειται τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους ὥσπερ ἴδιόν τι ἐπὶ τῷ τέλει καὶ τὸ πλαστὸν ἐπιχείρημα καλούμενον. τινὲς δὲ οὕτως αὐτὸ ἐκάλεσαν πλαστὸν οὐχ εἰδότες, ὅτι καὶ πᾶσα ὑποδιαίρεσις πλαστή ἔστι. τὸ γὰρ μὴ γενόμενον [*](1 μῃ post τὸ supr mpo Vc Ba | ἂν om m1Vc Ba | γρʹ μὴ ἂν ἀλόγως P 2 ἐποίησας Ac | ἔκρινον |l-lI| ὡς Pa; cf. m 1 mg P: παρήσεις τὴν σὲ ἀντωνυμίαν 5 τὸ om. Ac | συνεχὲς A 6 συνεχῶς etiam ante οὐκ m 1Vc 7 ἐμηνίων 8 ἀναξιῖν P ἀνελεῖν (ρ m 2 supr. Vc) δέδωκας Pc 10 εἰ post ἀνελὼν add. Ma, m po pro 9 ἂν Ba πολλαπλασιάσαξ, εις m.2,Vc; πολλα- πλασιάσε m.p.o. ex ο]ις Ba; πολυπλασιάσεις Ac· 10 11 δριμέως πολλάκις τὸν λόγον Ac, (om. πολλάκις) Vc Ba 14 δοκῆις 14. 16 τῶν προσωποποιιῶν P 19 inter scholia tanοtυm est ti- tulus περὶ τοῦ καλουμένου πλαστοῦ Pc 21 ἐκάλεσεν αὐτὸ Pc)

159
πλαττόμενον δὲ ὡς καὶ γενέσθαι δυνάμενον τῆς αὐτῆς ἂν εἴη δήπουθεν εὑρέσεως. καὶ τὸ μὲν κυρίως [*](133) πλαττόμενον ἐπιφερόμενον δὲ πᾶσι τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους οὕτως εὑρίσκεται καθολικῶς· εἰ μὲν ἐπʼ [*](226) ἀγαθῷ τινι πραχθέντι δωρεὰν αἰτεῖς καὶ πλάττεις, οὕτως εἶτα δὲ εἰ πρὶν ἢ ποιῆσαι τὸ ἀγαθὸν ᾔτουν δωρεάν, οὐκ ἄν μοι ἔδοτε; οὐκ ἂν ἐψηφίσασθε ἐπαγγελλομένῳ ποιήσειν;ʼ καὶ ἐπὶ τούτῳ ἐρεῖς δεινὸν δὲ ἐπαγγελλομένῳ μὲν ποιήσειν ψηφίσασθαι, μὴ δοῦναι δὲ πεποιηκότιʼ· εἰ δὲ ἐπὶ κακῷ τινι πραχθέντι πάλιν τιμωρίαν ἀπαιτεῖς καὶ πλάττεις, ὁμοίως εἰ δὲ πρὶν ἢ γενέσθαι τὸ κακὸν ἔγνωμεν, ὅτι ἔσται, οὐκ ἂν ἐφιλοτιμησάμεθα κωλῦσαι; δεινὸν δὲ μέλλον μὲν γίνεσθαι κωλύειν, γενόμενον δὲ μὴ τιμωρεῖσθαι. καὶ ἐφεξῆς τούτῳ τῷ σχήματι τῆς ζητήσεως χρώμενος πολυτρόπως εὑρήσεις τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους καταστῆσαι.

Tὰ δὲ πλαστὰ χώραν ἔχει μετὰ τὴν ἀθρόαν εἰσβολὴν τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, χώραν δὲ ἔχει καὶ ἐν ταῖς ἐργασίαις ταῖς ἀπὸ παραδείγματος, εἰ λέγοιμεν ἐπὶ τῷ πράγματι τῷ καλῶς πραχθέντι ἢ κακῶς τὸ πλαστὸν ἐπιφέροντες· οἷον οὐ δεῖ ἐχθρῷ ἐπιτάττοντι πείθεσθαιʼ, τοῦτο τὸ ἐπιχείρημά ἐστιν· ἡ ἐργασία ἐκ [*](2 ἂν ἧ Ac | καὶ τὸ μὲν P: τὸ μὲν γὰρ v, v l.Pa, (γὰρ om.) v .I.Pc 4 εἴτἐπʼAc 5 αἰτοίης Ac,m 2Vc. v IP πλάττξ Pa,(m 2supr.) Vc 6 εἶτα δὲ εἰ P: εἰ δὲ V: cf. Arist. Rhet. B 23 p 1397b 28: Ἰφι- κράτης ἐν τῇ πρὸς Ἁρμόδιον ὅτι εἰ πρὶν ποιῆσαι ἠξίουν τῆς εἰκόνος τυχεῖν ἐὰν ποιήσω, ἔδοτε ἄν· ποιήσαντι δʼ ἀρʼ οὐ δώσετε; μὴ τοί- νυν κτλ 6. 7 τὴν δωρεάν 8 ποιήσειν Pa (πείσειν coniec- tum propter Herm 59, 19) | δὲ om Ac 10 πεποιηκότι Pa 12 γε- νέσθαι P ποιῆσαι V 13 γενέσθαι P 15 χρώμενος Pa Ac, (ς m 2 ex ν) Vc Ba; om Pc 16 m.po. κατασκευάσαι supr. Ba 20 πράγματι Vδ; παραδείγματι P | τὸ om. V 22. 160,1 ἐκ παραδείγματος om V, v.l.P)

160
παραδείγματος ‘οὐδὲ γὰρ οἱ πατέρες ἡμῶν ἐπείσθησαν τῷ ᾶέρξῃ γῆν αἰτοῦντι καὶ ὕδωρ, ἀλλʼ ἐξελθόντις [*](134) πολλὰ καὶ καλὰ ἔπραξανʼ· εἶτα πλαστὸν φέρε ‘εἰ δὲ τότε συνεβούλευέ τις δοῦναι γῆν καὶ ὕδωρ, οὐκ ἂν κατελεύσθη; ἐγὼ μὲν οἶμαιʼ. ἐπὶ δὲ τῷ κακῶς οἷον ‘οὐ δεῖ πιστεύειν Θιλίππῳ χαριζομένῳ· ἀπατεὼν γάρ ἐστινʼ εἶτα ἐργασία ἐκ παραδείγματος οὐδὲ γὰρ τοῖς Ὀλυνθίοις συνήνεγκε πεισθεῖσιν αὐτῷ, ἀλλὰ Ποτίδαιαν λαβόντες ἅπαντα προσαπώλεσανʼ· εἶτα πλαστὸν φέρε ‘εἰ δὲ τότε, ὅτε τὴν Ποτίδαιαν ἐλάμβανον, εἶπέ τις αὐτοῖς θεόθεν, ὅτι προσαπολοῦσι καὶ τὴν λυνθον, ἆρα ἂν ἐδέξαντο; οὐκ ἔστιν εἰπεῖνʼ.

Ἔτι παραπειρᾶσθαι δεῖ τὰ πλαστὰ καὶ ἀπὸ τῶν ἐναντίων ζητεῖν πλάττειν, καὶ τοῦτο μυριάκις εὑρίσκεται· οἷον εἰ μὲν ἐπʼ ἀγαθῷ αἰτοίης γέρας, λέγε ‘εἰ δὲ [*](227) κακόν τι ἐπεποιήκειν, οὐκ ἂν τιμωρίαν ἔδωκα;ʼ ὡς ὁ Δημοσθένης ἐν τῷ Πρὸς Αεπτίνην· διεξελθὼν γὰρ τὰς πράξεις τοῦ Χαβρίου λέγει ἐκ τοῦ ἐναντίου πλάττων ‘ἀλλʼ εἰ μὲν μίαν ἀπώλεσε ναῦν, περὶ θανάτου ἂν ἐκινδύνευσεʼ· τοῦτο μέντοι καὶ διπλῆν ἔχει τὴν τῆς πλάσεως θεωρίαν, ἀπὸ γὰρ τοῦ ἐναντίου γενάμεεον τῷ μικροτέρῳ συμπλέκεται ἢ ἐάν τινα κελεύῃς δοῦναι τιμωρίαν ἐπʼ ἀδικήματι· ἔνεστι γὰρ λέγειν εἰ ἅ ἔβλαψεν εὐηργέτηκε, δωρεὰς ἂν ἔλαβε· δράσας δὲ κακῶς [*](2 γρ ἀπαιτοῦντι P 4 συνεβούλευσε (om. τις) Μr 5 ἐπὶ δὲ V ἢ ἐπὶ κακῶς πραχθέντι Ac; cf. schol. P: ἐπακουστέον τῶ (scr. τὸ) πραχθέντι 7 ἐργασία post παραδείγματος Vc Ba; om Ac 10 τὴν om Vc Ba Mr 11 θεόθεν om Vc Bs 15 καὶ αἰ- τοίης 16 καὶ κακόν Vc 19 cf. Dem 20, 79 θάνατον P 20 ἂν om. Pc ἐκινδύνευε Ac, (σ er.) c μὲν (om. τοι) 21 γι- νόμενον Vc Ba 22 κελεύοις P |ἢ respicit ad l. 15 εἰ μὲν 23 ἔεστι, ξ m 2, Vc 24 εὐεργέτησεν Vc)

161
οὐ κολασθήσεται;ʼ παντὸς δὲ τοῦ λεγομένου ζήτει τὸ ἐναντίον καὶ πολλάκις εὑρήσεις τοῦτο παρʼ ὅλον τοῦ πλαστοῦ τὸν λόγον, μεμνημένος ὅτι ὡς ἐπὶ τὸ πολὺ [*](135) ἢ ἀθρόον τὸ πραχθὲν ὡς οὐ γενόμενον πλάττεται ἢ τὸ ἐναντίον αὐτοῦ· οἷον ἐπὶ τυραννοκτόνου ‘εἰ δὲ πρὶν ἢ ἀποκτεῖναι ἐπηγγελλόμηνʼ, τοῦτο τοῦ ἀθρόου πλάσμα ὡς μὴ γενομένου, καὶ ἄλλο ἐκ τοῦ ἐναντίου εἰ δὲ μὴ κατώρθωσα ἀλλὰ ἐλήφθην, τί ἂν ἔπαθον;ʼ καὶ εἰ Δημοσθένην αἰτοίη Cίλιππος ἤ τι τοιοῦτον, διάπλασον ἐκ τοῦ ἐναντίου εἰ δὲ ὑμεῖς ἐβούλεσθε λαβεῖν τι τῶν Θιλίππου, πότε ἂν συνεχώρησεν ὑμῖν;ʼ

Εῖ δὲ καὶ εὐτελέστερόν τι συνεχώρει ἡ φύσις, οὐκ ἂν ὥκνησα διὰ τὸ σαφέστερον. σὺ δὲ παράπεμπε τῷ νῷ τὰς θεωρίας τῷ ῥητορικῷ σου κοσμῶν λόγῳ τὴν τέχνην. ἴσθι μέντοι, ὡς τοῖς ἀρχαίοις ἐντυγχάνοντες καὶ μάλιστα τῷ καθηγεμόνι μυρία καλὰ εὑρίσκομεν· ὅσα δὲ πρὸς τὸ κατεπεῖγον τῆς ὑπαγορεύσεως ἐπιτρέχει τῇ ψυχῇ, δίδωμι.

Δυσχερῆ λύσιν ἔχει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους τῆς 12 πραγματικῆς. εὕρηται οὖν καὶ μέθοδος πρὸς ταῦτα, [*](228) ὥστε τῷ λύοντι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους εὐπορίαν [*](136) εἶναι, καὶ τοῦτο τὸ μάθημα σαφέστατα ἐκθήσομαι. ἐὰν [*](8 τὸ om. VcBa 5 οἶον οἴ τυραννοκτόνοι V cf 159, 6 e ἢ om. ἐπηγγειλάμην Pc | πλάσις V 7 ἐχ P ἀπὸ V 8 cf 157, 1 9 δίπλασον Ac 10 ἐβουλεύεσθε Ac 11 συνεχώρησεν ἂν V ὑμῖν om. Vc Ba 12 τι om. 12. 13 non expedio; Sturm: quodsi natura rei argumentum aliquod leve Supμeditet, non ve- rerer illo uti, ut res ἐθuderet manfestior 14 λόγωι κοσμῶν v 16 μάλιστά γε | εὐρίdνομεν, m 2 supr., Vc 19 titulum add. P: περὶ τῶν ἀπαρχῆς ἄχρι τέλους τῆς πραγματικῆς; om nec no- rat Anon. IIl 111, 5 Sp | τὰ post τέλους add Ac. v.l.P 20 μέθ- οδος καὶ πρὸς ταῦτα Vc Ba; καὶ πρὸς ταῦτα μέθοδος Ac 21 τὸ λύον v.I.P)

162
μὲν τὸ πρᾶγμα παρʼ ἡμῶν γεγονὸς καὶ ὑπὸ τῶν ἐχθρῶν εἰς τὴν ἡμετέραν βλάβην εἰσαγόμενον, οὕτως αὐτὸ λύσομεν· ζητοῦντες τῶν ἀντιθετικῶν στάσεων τὰ λυσιτελοῦντα ἡμῖν θήσομεν, ὥσπερ ποιοῦμεν καὶ ἐν τῇ ἀντιλήψει, πολλάκις δὲ θήσομεν καὶ τῶν ἄλλων στάσεων τὰ συντελοῦντα εἰς τὴν ἡμετέραν ώφέλειαν. καὶ μεταληπτικὰ δὲ ἐἀν ἔχῃ τὸ κεφάλαιον τοῦ πλαττομένου, θήσομεν ἔσθʼ ὅτε καὶ οὕτω λύσομεν ὅτι οὐδὲν πρὸς ἡμᾶς τὸ γενόμενον. καὶ μάλιστα ἐὰν ἐκ φύσεως ὴ τι γενόμενον καὶ διὰ τοῦτο ἀξιῶμέν τι γενέσθαι, ὁ ἐνιστάμενος ἐρεῖ ὅτι οὐ διʼ ἡμᾶς γίγνεται ἀλλὰ διὰ τὴν αὐτοῦ φύσινʹ. οἷον ῥεῖ ἀπὸ τῆς Αἴτνης ἐπὶ τὴν Κατάνην συνεχῶς τὸ πῦρ, καὶ συμβουλεύει τις αὐτοῖς μετοικίζεσθαι· τοῦτο τοίνυν λέξει ὁ φεύγειν συμβουλεύων ὅτι κινδυνεύομεν ἐπιόντος ἡμῖν τοῦ πυρὸς καὶ ἀπαίρωμεν ἐνθένδεʼ ἀπαντήσομεν οὖν οὕτως οὐ δηʼ ἡμᾶς ῥεῖ τὸ πῦρ ἀλλὰ διὰ τὴν αὐτοῦ φύσινʼ.

13 Ἡ δὲ τάξις τῶν ἐπιχειρημάτων διπλῆ. εἰ γὰρ τύχοι τὰ μὲν αὐτῶν ἀποδεικτικὰ εἶναι πολιτικῆς ἑρμηνείας μόνης δεόμενα, τὰ δὲ πανηγυρικά, τηρήσεις τὰ πανηγυρικὰ τελευταῖα πρὸς τὸ δοκεῖν αὔξειν προχωοροῦντα [*](1 ἧ Ac, m 2Vc; εἴη PVc Ba 3 αὐτὰ Vc Ba 4 καὶ ποιοῦμεν Vc Bc 6 λυσιτελοῦντα Pc Ac 8 δὲ καὶ Ba, ?m.1 Vc 9 γινό- μενον Ac 10 τι PAc: τὸ oBa γιγνόμενον c, (γιν- Ac ἀξιοῦ- μεν PcBa, (ῶ m 2) Vc 11 οἷον ὅτι Ac 12 cf 110, 6 13 αὐ- τοὺς Pc 14 τοίνυν P; εἰ Ac; om Vc Ba φεύγων Ac 10 ἀπαί- ρομεν Vc Ba, (ο ex ω) Pa. (ω ex ο) Pc |οὖν om. V 18 cf. 164, 10 ann. 10 δὲ PAc Pπ; om Vc Ba |διάταξις Ac 20 δει- κτικὰ m. 1Ba 21 μόνης om. PAc Mr 22 δοκοῦν Pc |παραχω- ροῦντα Pc)

163
τὸν λόγον ἐπὶ τὸ ἀκμαιότερον, ἵνα τὰ τῆς τέχνης κατʼ οἰκείαν τάξιν προχωοροῦντα δόξαν ἀκμῆς τῷ λέγοντι παράσχῃ ὡς ὑπὸ τῆς ἐν τῷ λέγειν θερμότητος ἐπὶ τὸ ἀκμαιότερον προαγομένῳ· ἄλλως τε δὲ καὶ ἡδίων τοῖς ἀκούουσιν ὁ ἀπὸ τῶν ἀποδεικτικῶν ἐπὶ τὰ πανηγυρικώτερα χωρῶν, οὐχ ὁ ἀπὸ τῶν πανηγυρικῶν ἐπὶ τὰ ἀποδεικτικά.

[*](229)

Αὕτη μὲν ἰδέα πρώτη. δευτέρα δὲ ἐκείνης σοφωτέρα ἰδόντα τὰ ἐπιχειρήματα, ὁπόσα ἐστὶ καὶ οἷα, τὸ προκλητικώτερον τοῦ ἐξῆς κεφαλαίου τελευταῖον τιθέναι, ἵνα, ἐκ τῆς ἀνάγκης τοῦ ἐπιχειρήματος ἀνισταμένου τοῦ κεφαλαίου τοῦ ἐφεξῆς, ὕφος ἕν ὁ λόγος γένηται καὶ σῶμα, μὴ διασπώμενος ἐν ταῖς ὑποφοραῖς, ἀλλὰ αὐτὸς αὐτοῦ δοκῶν ἔχεσθαι καὶ ἀνίστασθαι διʼ αὐτοῦ· ὥσπερ οὖν ἴσμεν καὶ ἐν ταῖς ἀντιλήψεσι τὸ ἀντιπαραστατικὸν μετὰ τὴν ἔνστασιν τελευταῖον τιθέμενον, ἐπειδὴ ἐγερτικόν ἐστι τοῦ ὅρου, οἷον ‘ἐξῆν ἀποκτεῖναι τὸν υἱόν’, ἡ ἔνστασις οὐκ ἐξῆν· εἰ δὲ καὶ ἐξῆν, οὐκ ἐπὶ τῷ αἴτιον γενέσθαι σε τῇ μητρὶ θανάτουʼ, ἵνα εὐθέως ὁ ὄρος ἀπαντήσῃ, τί τὸ αἴτιόν ἐστι θανάτου γενέσθαι. εἰ γὰρ καὶ ἀντιπαράστασίς ἐστιν ἡ ἀπαντήσασα οὐκ ἐπιχείρημα, ὅμως εἰς παραδείγματος λόγον [*](4 προσαγομένωι Vc Ba | τε PAc Mr; om. VcBa, v. l.P 5. 6 πανηγυρικώτατα Vc Ba, (τερα m.1 supr.) Pa 8 πρώτη p; μία V, v.I.P 12 τοῦ v.l. Dox.; τὸ V κατὰ τὸ P ὕφος, ἕν P, m. 2Vc, m.po Ba; ὑφἕν Ac; ὑφʼ ἑνὸς Ba, (ut vid) Vc: cf. Dox. τριχῶς δὲ εὖρον τὴν γραφὴν ἐν τοῖς βιβλίοις· τὰ μὲν . . . ‘κεφαλαίου, τὸ ἐφεξῆς, ἕν ὕφος ὁ λόγος’ . . . τὰ δὲ . . . ‘κεφαλαίου κατὰ τὸ ἐφsξῆς, ὕφος ἕν λόγος’ . . . ἕτερα δὲ . . . ‘κεφαλαίου τοῦ ἐφεξῆς, ἓν ὕφος ὁ λόγος’ κτλ 13 καὶ V, cf. v.l.Dox.; om.P | διασπώ- μενον Ac, (σ m.1 supr.) Vc 15 cf. 136, 20 sq. 18 ἡ ἔνστασις P: ἢ (om. ἔνστασις) AcB a, (ut vid.) Vc; εἶτα Sc | ἐξῆν· εἶτα· εἰ Ac; fort. ἐξῆνʼ· 〈εἶτα ἡ ἀντιπαράστασις〉 ‘εἰ δὲ...’)

164
[*](138) θήκαμεν, ὅτι χρὴ καὶ ἐπὶ τῶν ἐπιχειρημάτων οὕτω τιθέναι τελευταῖον τὸ τοῦ μέλλοντος κεφαλαίου προκλητικόν· ἐπεὶ καὶ ἡ ἔνστασις καὶ ἡ ἀντιπαράστασις τὸν αὐτὸν ἔχουσι λόγον, οὐκ ἀεὶ τῆς ἐνστάσεως ἢ τῆς ἀντιπαραστάσεως πρώτης τιθεμένης, ἀλλʼ ἐναλλἀξ τοῦτο πασχούσης ἑκάστης, ὅν τρόπον φαμὲν δεῖν ἀνασκοπεῖν καὶ ἐπὶ τῶν ἐπιχειρημάτων· καὶ γὰρ τούτων ἑκάστη ἢ διὰ τὸ ἀκμαιότερον δευτέρα τεθήσεται ἢ διὰ τὴν τοῦ μέλλοντος κεφαλαίου προσδοκίαν.

14 Ὅρος καὶ ἀνθορισμὸς καὶ συλλογισμὸς καὶ λύσις τοῦ συλλογισμοῦ τέσσαρα μέν ἐστιν ὀνόματα, τῇ δὲ δυνάμει δύο· ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ τὸν συλλογισμὸν τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύναται, ὅ τε τὸν ἀνθορισμὸν καὶ τὴν λύσιν τοῦ συλλογισμοῦ τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα [*](4 alt. τῆς om. Vc Ba 8 ἢ om.VcBa cf 138,10 10 Dox :τινὲς πρὸ τοῦ περὶ τάξεως ἐπιχειρημάτων (p. 162, 18) ἀνέγνων τὸ περὶ ὅρου κτλ 13 ὁ post καὶ supr. m 2Ba |Dox.: διάφορον .. τὴν γραφὴν εὖρον . . τὰ μὲν . . . ‘ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ τὸν συλλογισμὸν τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύ- ναταιʼ· τὰ δὲ οὕτως ‘ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ τὸν ἀνθορι- σμὸν τοῖς αὐτοῖς ἐπιχειρήμιασι κατασκευάζειν ἑκάτερα δύναταιʼ . . . τὰ δὲ . . ‘ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ ὁ τὸν ἀνθορισμὸν τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύναται· ὅ τε τὸν συλλογισμὸν καὶ ὁ τὴν λύσιν τοῦ συλλογισμιοῦ τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύναταιʼ . . . ὁ μέντοι ἐξη- γητὴς οὕτως ἀνέγνω τὸ παρὸν ῥητὸν ‘ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ τὸν συλλογισμὸν τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκά- τερα δύναται ὅ τε τὸν ἀνθορισμὸν καὶ τὴν λύσιν τοῦ συλλογισμοὶ τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύναταιʼ. μήπω γοῦν ἄμεινον οὕτως ἔχειν τὴν γραφὴν ‘ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ τὴν λύσιν τοῦ συλλογισμοῦ τοῖς αὐτοῖς ἐπιχειρήμασιν ἑκάτερα κατασκευάζειν δύναταιʼ κτλ 14 κατασκευάσαι 15 ὁ post καὶ add. Ac, m .2Ba 16 κατασκευάζειν V, v.l.P; om. P)

165
[*](230) δύναται. τέχνη δὲ θαυμασία παρʼ ἡμῖν εὕρηται πρὸς τὸ μήτε πεφύρθαι τὸν λόγον μήτε ἄπορον εἶναι διῃρημένης τῆς διανοίας, ὥσπερ καὶ ἐπὶ τῶν ἐπιχειρημάτων, ἕνα ὅ τε τὸν ὅρον μελετῶν καὶ ὁ τὸν ἀνθορισμὸν ἀντιτιθεὶς τούτῳ τὰ πρὸ τοῦ πράγματος εἰωθότα συμβαίνειν [*](139) λέγωσι, καὶ ὁ μὲν τὸν ὅρον κατασκευάζων οὕτω ζητῇ τόδε πρὸ τοῦ πράγματος ἔδει γενέσθαι, οὐ γέγονενʼ, ὁ δὲ τὸν ἀνθορισμὸν κατασκευάζων ἵνα οὕτω λέγῃ ἔδει τόδε γενέσθαι πρὸ τοῦ πράγματος, γέγονεʼ. ταῦτα μὲν ἀπὸ τῶν πρὸ τοῦ πράγματος· οἶον μαινόμενος ἀπέκτεινε τύραννον, σωφρονήσας αἰτεῖ τὸ γέρας, ἐνίσταταί τις αὐτῷ ‘οὐ τοῦτό ἐστι τυραννοκτονίαʼ. ὅ δέ φησι τοῦτό ἔστι τυραννοκτονία· ἔδει ἀνελθεῖν εἰς τὴν ἀκρόπολιν, ἀνῆλθον· ἔδει ἀποκτεῖναι, πεφόνευκαʼ, ταῦτα πρὸ τοῦ πράγματος. ὁ δὲ τὸν ἀνθορισμὸν κατασκευάζων ἐρεῖ οὕτως ἔδει βουλεύσασθαι πρῶτον τὸν μέλλοντα τυραννοκτονεῖν, σὺ μαινόμενος οὐκ ἐβουλεύσω· σωφρονούντων γὰρ ἔργον ἐστίνʼ, ὥστε τῶν ὀφειλόντων τι πρὸ τοῦ πράγματος γενέσθαι παρὰ τοῦ τυραννοκτόνου λείπει· ‘ἔδόει εἰδέναι τὸν τυραννοκτόνον, τί ποιεῖ, σὺ δὲ οὐκ ᾐόεις᾿. ὁ δὲ συλλογισμὸς ἀπὸ τῶν ἐπισυμβαινόντων τῷ πράγματι ἐπικατασκευασθήσεται, οἷον οὐδὲν διαφέρει, εἴτε ἐμαινόμην εἴτε ἐσωφρόνουν· [*](1 δύνανται Ac | a nobis Laurentius, apud nos Sturm (at cf. Sturmii commentarium) 3 τῆς om. καὶ om. | τῶν P; om. V, v .I.P ὁ om. Po 7 ζητεῖ V, (ῆ supr) Pa |οὐ PAc; oω. Vc Ba; καὶ Sc; Doxr.: ἔπταισται . . . ἡ γραφή· προσθετέον γὰρ τῷ γέγονεʼ τὴν οὔʼ ἄρνησιν κτλ ; cf 59, 16 sq. 9 οὐ γέγονε Pac, (οὐ in ras.; m po Ba; οὐ om. Pc Ac; Doz.: ἀφαιρετέον τοῦ γέγονεʼ τὴν ‘οὔʼ ἄρνησιν κτλ. 10 ἀπὸ τῶν om Vc Ba πρὸ om. Pc 14 τὴν om V 15 ἀνθορισμὸν ; ὅρον P; Dox.: ἔπταισται ἡ γραφή ἀντὶ τοῦ ἔχειν γὰρ ‘ὁ δὲ τὸν ὅρον κατα- σκευάζων ἐρεῖ οὕτωςʼ ἔχει ὁ δὲ τὸν ἀνθορισμὸν κατασκευάζωνʼ κτλ 16 δεῖ VcAc, m .1Ba |βουλεύεσθαι Ac)
166
ἂ γὰρ ὡς σωφρονοῦντος ἀποκτείναντος ἐμοῦ ἐπισυνέβη ἂν ἀγαθά, ταῦτα καὶ νῦν γέγονεν· ἔδει τὸν τύραννον ἀνῃρῆσθαι, ἀνήρηται· ἔδει ἐλευθερίαν γενέσθαι, γέγονεν· ἔδει μηδένα εἶναι ἐπὶ τῆς ἀκροπόλεως, οὐδεὶς ἔστινʼ. ὁμοίως καὶ ὁ τὴν λύσιν τοῦ συλλογισμοῦ ἔχων ἐκ τῶν μετὰ ταῦτα συμβαινόντων, εἴ τι μὴ ἐπιγέγονε, [*](140) λαμβάνων ὡς ἐπιχείρημα φήσει ὅτι πολὑ διαφέρει· ἂ γὰρ ἂν ἐπισυνέβη σωφρονοῦντός σου κτείναντος, ταῦτα οὐ γέγονε νῦν μαινομένου ἀποκτείναντος· οἶον ὁ σωφρονῶν ἀποκτείνας εὐθέως τιμᾶται, σὺ δὲ μετὰ τὸν [*](231) φόνον ἐθεραπεύου ἰατροῖς ὑποκείμενος καὶ μάγοιςʼ ὥστε τῇ μὲν δυνάμει τὰ αὐτὰ εἶναι κἀκεῖνα, οἷα τὰ ἐνθάδε, μόνῃ δὲ τῇ διαστάσει τῶν χρόνων διαφέρειν. ἐξ οὗ συμβαίνει μὴ διαμαρτεῖν τὰς δριμύτητας πρός τε εὐπορίαν τοῦ ἐπιχειροῦντος καὶ πρὸς διάκρισιν τῶν τε ἄνω κεφαλαίων καὶ τῶν ἐφεξῆς, ὡς ἂν μὴ τοῖς αὐτοῖς περιπίπτωμεν τῷ τὰς αὐτὰς δυνάμεις ἔχειν ἑκάτερα.