Fragmenta

Orphica

Orphica. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

17.Goldplättchen von Petelia c. 4.—3. Jahrh. v. Chr. [ I. G. XIV n. 638 Kaib., Harrison-Murray Prolegomena (Cambr. 1903) 661 ff., Comparetti Laminete Orfiche (Fir. 1910) 32].

εὑρήσσεις δ’ Ἀίδαο δόμων ἐπ’ ἀριστερὰ κρήνην, παρ’ δ’ αὐτῆι λευκὴν ἑστηκυῖαν κυπάρισσον· ταύτης τῆς κρήνης μηδὲ σχεδὸν ἐμπελάσειας. εὑρήσεις δ’ ἑτέραν, τῆς Μνημοσύνης ἀπὸ λίμνης 5 ψυχρὸν ὕδωρ προρέον· φύλακες δ’ ἐπίπροσθεν ἔασιν εἰπεῖν· Γῆς παῖς εἰμι καὶ Οὐρανοῦ ἀστερόεντος, αὐτὰρ ἐμοὶ γένος οὐράνιον· τόδε δ’ ἴστε καὶ αὐτοί· δίψηι δ’ εἰμ(ὶ) αὔη καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ αἶψα ψυχρὸν ὕδωρ προρέον τῆς Μνημοσύνης ἀπὸ λίμνης. 10 καὐ〈τοί σο〉ι δώσουσι πιεῖν θείης ἀπ〈ὸ κρήν〉ης, καὶ τότ’ ἔπειτ’ ἄλ〈λοισι μεθ’〉 ἡρώεσσι ἀνάξεις.

17ᵃ.Goldplättchen von Eleuthernai(Kreta) 2. Jahrh. v. Chr. [B. C. hell. XVII 121. Harr. -Murr. 662, Comp. 37]

δίψαι αὖος ἐγὼ καὶ ἀπόλλυμαι· ἀλλὰ πιέμ 〈μ〉οι κράνας αἰενάω ἐπὶ δεξιά, τῆ κυφάρισσος. τίς δ’ ἐσί; πῶ δ’ ἐσί; γᾶς υἱός ἠμι καὶ ὠρανῶ ἀστερόεντος.

18.— von Thurioi ders. Zeit wie n. 17 [I. G. 641, 1, Comp. 1]

ἔρχομαι ἐκ κοθαρῶ〈ν〉 κοθαρὰ χθονί〈ων〉 βασίλεια, Εὐκλῆς, Εὐβουλεύς τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι· καὶ γὰρ ἐγὼν ὑμῶν γένος ὄλβιον εὔχομαι εἶμεν, ἀλλά με Μοῖρ(α) ἐδάμασσε καὶ ἀθάνατοι θεοὶ ἄλλοι 5 〈* * * 〉 καὶ ἀστεροβλῆτα κεραυνόν. κύκλου δ’ ἐξέπταν βαρυπενθέος ἀργαλέοιο ἱμερτοῦ δ’ ἐπέβαν στεφάνου ποσὶ καρπαλίμοισι, Δεσποίνας δ(ὲ) ὑπὸ κόλπον ἔδυν χθονίας βασιλείας. (9 = 7) 10 ὄλβιε καὶ μακαριστέ, θεὸς δ’ ἔσηι ἀντὶ βροτοῖο. ἔριφος ἐς γάλ’ ἔπετον.

19.— I. G. XIV, 641, 2, Comp. 21

ἔρχομαι ἐκ καθαρῶν [χθονίων] καθαρά, χθονίων βασίλεια, Εὖκλε καὶ Εὐβουλεῦ καὶ 〈ὅσοι〉 θεοὶ δαίμονες ἄλλοι· καὶ γὰρ ἐγὼν ὑμῶν γένος εὔχομαι ὄλβιον εἶναι, ποινὰν δ’ ἀνταπέτεισ(α) ἔργων ἕνεκ(α) οὔτι δικαίων εἴτε με Μοῖρ(α) ἐδαμάσατο (?) 〈* * * *** 〉 στεροπῆτι κεραυνῶι. νῦν δ’ ἱκέτι〈ς ἥ〉κω παρ’ ἀγαυὴν Φερσεφόνειαν, ὥς με πρόφρων πέμψηι ἕδρας εἰς εὐαγε〈όν〉τω〈ν〉.

19ᵃ.— von Rom [Harr.-Murr. 672. * in Kleinerts Philotesia (Berl. 1907) 39. Comp. 43].

ἔρχεται ἐκ καθαρῶν καθαρά, χθονίων βασίλεια, Εὕκλεες Εὐβουλεῦ τε, Διὸς τέκος ἀγλά’, ἔχω δὲ Μνημοσύνης τόδε δῶρον ἀοίδιμον ἀνθρώποισιν. Καικιλία Σεκουνδεῖνα, νόμωι ἴθι δῖα γεγῶσα.

20. — Thurioi [I. G. XIV 642. Comp. 6]

ἀλλ’ ὁπόταμ ψυχὴ προλίπηι φάος ἀελίοιο, δεξιὸν ἔνθ’, ἇς δεῖ [τινα], πεφυλαγμένον εὖ μάλα πάντα. χαῖρε παθὼν τὸ πάθημα· τὸ δ’ οὔπω πρόσθ(ε) ἐπεπόνθεις· θεὸς ἐγένου ἐξ ἀνθρώπου· ἔριφος ἐς γάλα ἔπετες. χαῖρε, χαῖρε, δεξιὰν ὁδοιπορ〈ῶν〉 λειμῶνάς τ(ε) ἱεροὺς κατά τ’ ἄλσεα Φερσεφονείας.

21.Ebendaher [* Orphischer Demeterhymnus (Festschr. f. Gomperz) S. 1 ff. Comp. 10]. Vgl. II 173, 23 und lustin. coh. 17 (Orph. fr. 209 Abel).

πρατογόνωι Γῆι ματρὶ ἔφη Κυβελήια Κόρρα· . . . . Δήμητρος . . . πανόπτα Ζεῦ . . . . . . . .
Ἥλιε Πῦρ διὰ πάντ’ ἄστη νίσεαι, ὅτε Νίκαις ἠδὲ Τύχαις ἐφάνης 〈καὶ ὁμου〉 παμμήστορι. Μοίραι, 5 τῆι τοι γάννυα πιαίνεις τῆι σῆι, κλυτὲ δαῖμον, δεσποτείαι· τὶν πάντα δαμαστά, 〈τὰ〉 πάντα κρατυντά, ἐμβρόντητα δὲ πάντα· 〈τὰ〉 Μοίρης τλητέα πάντη. μητέρι Πῦρ μὲν μ’ ἀγ(ε), εἰ νῆστις οἶδ’ 〈ὑπομεῖναι〉, ἑπτά τε νῆστιν νυξὶν ἢ μεθ’ ἡμέραν(?) ἐλινύεν. 10 ἑπτῆμαρ τὶν νῆστις ἔην, Ζεῦ Ὀλύμπιε καὶ πανόπτα Ἅλιε . . .

22.CLEM. Strom. v 49 (II 360 St.) οὐχὶ καὶ Ἐπιγένης ἐν τῶι Περὶ τῆς Ὀρφέως ποιήσεως τὰ ἰδιάζοντα παρ’ Ὀρφεῖ ἐκτιθέμενός φησι κερκίσι καμπυλόχοισι τοῖς ἀρότροις μηνύεσθαι, στήμοσι δὲ τοῖς αὔλαξι, μίτον δὲ τὸ σπέρμα ἀλληγορεῖσθαι καὶ δάκρυα Διός τὸν ὄμβρον δηλοῦν Μοίρας τε αὖ τὰ μέρη τῆς Σελήνης, τριακάδα καὶ πεντεκαιδεκάτην καὶ νουμηνίαν· διὸ καὶ λευκοστόλους αὐτὰς καλεῖν τὸν Ὀρφέα φωτὸς οὔσας μέρη. πάλιν ἄνθιον μὲν τὸ ἔαρ διὰ τὴν φύσιν, ἀργίδα δὲ τὴν νύκτα διὰ τὴν ἀνάπαυσιν καὶ Γοργόνιον τὴν σελήνην διὰ τὸ ἐν αὐτῆι πρόσωπον, Ἀφροδίτην τε τὸν καιρὸν καθ’ ὃν δεῖ σπείρειν, λέγεσθαι παρὰ τῶι θεολόγωι. Vgl. 45 C 1. 2.