De signis Fracturarum
Soranus
Soranus. Sorani Gynaeciorum Libri IV: De Signis Fracturarum De Fasciis Vita Hippocratis Secundum Soranum. Ilberg, Johannes, editor. Leipzig and Berlin: Teubner, 1927.
5. Ἐ γγείϲω aμα δἐ ὀϲτέου ῥαγέντοϲ ὑπὸ τὸ ἀντικείμενον ὑποδρομή, θλίψιν ἐπιφέρουϲα μηνίγγων, ποτὲ μὲν κατὰ πᾶν ἀπολελυ- μένηϲ τῆϲ κατὰ βάϲιν ϲυνεχείαϲ, ποτὲ δὲ κατά τι μενούϲηϲ·
6. Ἐμ πίεϲμα δὲ ῥῆξιϲ ὀϲτέου πολυμερὴϲ μετὰ τοῦ ὑφιζηκέναι τὸ καταγὲν ὡϲ καὶ θλίψιν ἀποτελεῖν. καταλαμβάνει δὲ ἑκάτερον ὄψιϲ καὶ μήλωϲιϲ, κοῖλον γὰρ ἑκάτερον μετὰ τῆϲ ἐν κύκλῳ τραχύτητοϲ ὑποπίπτει καὶ ϲυνεῖκον τὸ καταγὲν ὀϲτοῦν πάντωϲ.
7, Ἀποϲκεπαρνιϲμὸϲ δὲ ὁλοτελὴϲ ὸϲτοῦ ἀποκοπὴ παράλοξοϲ καθάπερ ἐπὶ τῶν ϲκεπάρνοιϲ ἀποπελεκωμένων ξύλων· καὶ ἀποϲύρματα λέγεται ϲυναφαιρουμένηϲ καὶ τῆϲ ἐπικειμένηϲ ϲαρκόϲ.
8. Ἄπη χημα δέ ἐϲτιν κατ’ ἐνίουϲ ἡ ἐκ τῶν ἀντικειμένων τοῖϲ πεπληγόϲι μέρεϲιν τοῦ κρανίου γενομένη ῥωγμὴ δίχα ηραύματοϲ τῶν ἐπικειμένων·