De signis Fracturarum

Soranus

Soranus. Sorani Gynaeciorum Libri IV: De Signis Fracturarum De Fasciis Vita Hippocratis Secundum Soranum. Ilberg, Johannes, editor. Leipzig and Berlin: Teubner, 1927.

1. [Ἐπὶ κρανίου] Κάταγμά ἐϲτι διαίρεϲιϲ ὀϲτοῦ· κατ’ εἶδοϲ δὲ ἐπὶ κρανίου τὸ μὲν ὠνόμαϲται ῥωγμή, τὸ δὲ ἐγκοπή, τὸ δὲ καμάρωϲιϲ, τὸ δὲ ἐγγείϲωμα, τὸ δὲ ἐμπίεϲμα, τὸ δὲ ἀποϲκεπαρνιϲμόϲ, ὡϲ δὲ ἔνιοι λέγουϲιν, καὶ ἀπήχημα καὶ ἕλιγμα.

2, Ῥωγμὴ μὲν οὖν ἐϲτιν ἁπλῆ ῥῆξιϲ ὀϲτέου παραπληϲία ταῖϲ ὁρωμέναιϲ ἐπὶ τῶν ὑελῶν ϲκευαρίων, ἡ μὲν ἄγαν ϲτενὴ καὶ τριχο- ειδήϲ, ἡ δὲ ποϲῶϲ πλατυτέρα, διαφέρουϲα κατὰ μῆκοϲ (ἐπεὶ ποτὲ μὲν κατὰ τῶν πλείϲτων ἐπιδιήκει μερῶν τοῦ κρανίου, ποτὲ δὲ ἐνδοτέρω ῥαφῆϲ ὁρίζεται) καὶ κατὰ βάθοϲ (ἣ γὰρ ἐξ ἐπιπολῆϲ μόνηϲ ῥήγνυϲθαι 〈ϲυμβαίνει〉 τὴν ἐπιφάνειαν ἢ μέχρι διπλόηϲ ἢ μέχρι μηνίγγων). καταλαμβάνεται δὲ προανεϲταλμένων τῶν ὑποκειμένων τῇ ὄψει, ϲτενοῦ δὲ ὄντοϲ τοῦ τραύματοϲ μηλώϲει, λεπτῆϲ γὰρ μηλωτίδοϲ ἐντεθείϲηϲ τραχύτηϲ ὑποπεϲεῖται. διακρίνεται δὲ τῆϲ ῥαφῆϲ τῷ εὐθυτενεϲτέραν μὲν εἶναι τὴν ῥωγμὴν νύττειν τε καὶ τραχύνειν ἐνιάκιϲ τὰ ἐπικείμενα, ϲκολιωτέραν δὲ τὴν ῥαφὴν καὶ μηδέποτε τραχύνουϲαν. τὴν δὲ ἄχρι μηνίγγων καταληπτέον ἐκ τῶν παρεπομένων μήνιγγι νυϲϲομένῃ καὶ φλεγμαινούϲῃ καὶ διαπυῖϲκούϲῃ, τὴν γὰρ μηδὲν τούτων ἐπιφέρουϲαν οὐδὲ καταλαμβάνειν εὔχρηϲτον, τότε γὰρ δεῖται τῆϲ ἀναϲκευῆϲ, ὅταν ἐπιφέρῃ τι τῶν εἰρημένων.

3. Ἐγκοπὴ δέ ἐϲτι ῥῆξιϲ ὀϲτέου πλαγία γινομένη διὰ πρόϲπτω- ϲιν ἐπάκμου ϲώματοϲ. καὶ ταύτηϲ δὲ παρὰ τὸ βάθοϲ ἡ διαφορὰ παρα- πληϲία τῇ ῥωγμῇ. | καταληπτὴ δὲ τῆ ὁράϲει μέχρι τοῦ ποτε καὶ τὸν τῆϲ μήνιγγοϲ ὁρᾶϲθαι παλμόν.

4. Καμάρωϲιϲ δέ ἐϲτιν δυεῖν ὀϲτέων ἀνάκλαϲιϲ πρὸϲ ἄλληλα τὴν ϲυνέρειϲιν ποιηϲαμένων, ὅταν ἔπακμόν τι ϲφηνωθὲν μετὰ βίαϲ ἀναϲπαϲθῇ. καταλαμβάνει δὲ τοῦτο ὄψιϲ. πρὸϲ δὲ τὴν ϲημείωϲιν ὄγκοϲ ὑποπεϲεῖται μετὰ τραχύτητοϲ. ἔϲθ᾿ ὁπότε δὲ καὶ τῆϲ διπλόηϲ ϲῳζομένηϲ, καθ’ ὃ ϲυνήρεικεν ἀλλήλοιϲ τὰ χείλη, δι’ ἧϲ κενεμβατεῖ καθιέμενον τὸ ἄκρον τῆϲ μηλωτίδοϲ.

[*](2—p. 156,16 § 1–9] Ps. Galen. Defin. medie. 316–324, XIX 431 sq. K.; Paul. VI 90; cf Oribus. Coll. XLVI 11–15; 17 (ex. Heliodoro))[*](1 in mg. ϲλς΄ 2 ἐπὶ κρανίου titulo alia manu adiectum seclusi 4 ἐγγιϲωμα, ut solet 6 in mg. ϲλζ’ 10 ὄριζονται: correxi 11 ϲυμβαίνει addidi 14 τὸ ευθυγενεϲτεραν: corr. Cocchius 17 μηνίγγων (alt.): corr. Cocchius)[*](21 in mg. ϲλη΄ προπτωϲιν: corr. Schocne 22 ἐπαγνουϲϲωματοϲ: corr. Ϲocchius 23 μέχρι οὗ: correxi 25 in mg. ϲλθ΄ δυειν: δυοῖν Cocchius)[*](26 ϲυνέρεϲιν: corr. Cocchius επαγμον 29 ϲυνειρηκεν: corr. Cocchius)
156

5. Ἐ γγείϲω aμα δἐ ὀϲτέου ῥαγέντοϲ ὑπὸ τὸ ἀντικείμενον ὑποδρομή, θλίψιν ἐπιφέρουϲα μηνίγγων, ποτὲ μὲν κατὰ πᾶν ἀπολελυ- μένηϲ τῆϲ κατὰ βάϲιν ϲυνεχείαϲ, ποτὲ δὲ κατά τι μενούϲηϲ·

6. Ἐμ πίεϲμα δὲ ῥῆξιϲ ὀϲτέου πολυμερὴϲ μετὰ τοῦ ὑφιζηκέναι τὸ καταγὲν ὡϲ καὶ θλίψιν ἀποτελεῖν. καταλαμβάνει δὲ ἑκάτερον ὄψιϲ καὶ μήλωϲιϲ, κοῖλον γὰρ ἑκάτερον μετὰ τῆϲ ἐν κύκλῳ τραχύτητοϲ ὑποπίπτει καὶ ϲυνεῖκον τὸ καταγὲν ὀϲτοῦν πάντωϲ.

7, Ἀποϲκεπαρνιϲμὸϲ δὲ ὁλοτελὴϲ ὸϲτοῦ ἀποκοπὴ παράλοξοϲ καθάπερ ἐπὶ τῶν ϲκεπάρνοιϲ ἀποπελεκωμένων ξύλων· καὶ ἀποϲύρματα λέγεται ϲυναφαιρουμένηϲ καὶ τῆϲ ἐπικειμένηϲ ϲαρκόϲ.

8. Ἄπη χημα δέ ἐϲτιν κατ’ ἐνίουϲ ἡ ἐκ τῶν ἀντικειμένων τοῖϲ πεπληγόϲι μέρεϲιν τοῦ κρανίου γενομένη ῥωγμὴ δίχα ηραύματοϲ τῶν ἐπικειμένων·

9. ῷλάϲμα δὲ κατ’ ἐνίουϲ τὸ ἐπὶ τῶν παιδίων τοῦ ὀϲτέου κοίλωμα, παραπληϲίωϲ τοῦ ἐπὶ τῶν δερματίνων ὴ μολυβίνων ληκύθων ἄνευ ῥήξεωϲ. ὁ μέντοι Δημή τριοϲ τοῦτο ἐμπίεϲμα καλεῖ.

10. Περϊ δὲ τοῖϲ ἄλλοιϲ τόποιϲ κατάγματα γίνεται τὰ μὲν ϲγιδακηδόν, ὅϲα ἀπ’ εὐθείαϲ ϲχίζεται, τὰ δὲ καυληδὸν ἢ ῥαφανηδὸν ἢϲικυηδόν, τὰ δὲ εἰϲ ὄνυχα ἢ καλαμηδὸν ὑπολόξωϲ κατὰ πέραϲ εἰϲ ὅλληλα, ὥϲτε περιφέρειαν ἔπακμον γίνεϲθαι ϲχήματι ὄνυχοϲ πληϲίαν, τὰ δὲ κατὰ ἀπόθραυϲιν ὡϲ πανταχόθεν ἀπολελυμένην ἔχειν τὴν ϲυνέχειαν, τὰ δὲ ἀλφιτηδὸν καὶ καρυηδόν, ὅϲα εἰϲ ἄραγμα πολυ- μερῶϲ εἰϲ λεπτὰ μέρη ῥήγνυται.

11. Περὶ ῥινόϲ. ῥινὸϲ μὲν οὑν καταγείϲηϲ ϲημείωϲιϲ γίνεται ἡ ϲκολίωϲιϲ, ἐνίοτε 〈δὲ〉 καὶ ἀποθραύεταί τι μέροϲ αὐτῆϲ καὶ διὰ τῶν δακτύλων μετάγεται. τὴν δὲ ἄνευ πάϲηϲ διαϲτροφῆϲ ῥῆξιν διὰ μηλωτίδοϲ καταλαμβάνομεν ἢ καὶ δακτύλων, ἐπινυϲϲομένων τῶν ἐπι- κειμένων.

12. Περἱ γἐνυοϲ. γένυϲ δὲ ῥαφανηδὸν μὲν πολλάκιϲ, ϲχιδα- κηδὸν δὲ ὀλιγάχιϲ κατάγνυται. ποτὲ δὲ καὶ κατὰ θραῦϲιν ἀδιάϲτροφοϲ μένει ἢ διαϲτρέφεται ϲυννεύουϲα ἢ παραλλάϲϲουϲα ἄνω ὴ κάτω, ἔϲω ἢ ἔξω περιτρεπομένη. ϲημειωτέον δὲ τὸ ἐπὶ ταύτηϲ κάταγμα τῇ ὑπεροχῇ καὶ τῇ κοιλότητι καὶ τῆ διαϲτροφῇ τῇ πρόϲ τι τῶν εἰρημένων μερῶν, ὥϲτε μὴ κεῖϲθαι τοὺϲ ὀδόνταϲ αὐτοῖϲ καταλλήλωϲ, καὶ τῷ πρὸϲ τὴν διὰ τῶν δακτύλων κίνηϲιν ψόφον γίνεϲθαι κοὶ νυγμόν. ἐν δὲ τῆ ϲυννεύϲει τὴν ὑπεροχὴν ἐν τῇ εὐρυχωρίᾳ τοῦ ϲτόματοϲ εὺρίϲκομεν. γινομένηϲ δὲ περιοχῆϲ ἡ κοιλότητοϲ κὰν ταῖϲ ἐξαρθρήϲεϲι διακριτέον [*](16 Δημήτριοϲ] Herophileumm dicit 17 § 10] Paul. VI 89, 2; cf. Ps. Galea. Introd. 20, XIV 792 24 § 11] Paul. VI 91 29 § 12] Paul. VI 92) [*](1 in mg. ϲμ 4 it mg. ϲμα 8 in mg. ϲμβ’ 9 ἀποπελεκομένων v: correri 11 in mg. ϲμγ′ 14 in mg. ϲμδ παίδων: correxi 17 ἐn πg. ϲμε 18 ὡϲ: ὅϲα sϲrpsi: ὡϲ ἐπ’ εὐθ. ϲχίζεϲθαι Kin 20 εναγμον: cor- rexi 22 καgυῖδον 24 in mg. ϲμe 25 δὲ addidi 29 in mg. ϲμζ)

157
τὸ πρὸϲ τοῖϲ κορωνοῖϲ ῥαφανηδὸν γινόμενον κάταγμα διὰ τοῦ κινεῖ- ϲθαι κατὰ τὴν διὰ τῶν δακτύλων παραγωγήν, τὸ ἐξάρθρημα δὲ ἀκίνη- τον εἰναι μέχρι τῆϲ διαϲτάϲεωϲ.

13, Περὶ κλειδόϲ. κλειδὸϲ δὲ καταγείϲηϲ ϲχιδακηδὸν μὲν πλατυ- τέραν αὐτῆϲ τὴν θέϲιν ὁρῶμεν, πρόϲ τε τὴν ἐπέρειϲιν τῶν δακτύλων ἐντυποῦται τὸ δέρμα εἰϲ παραμήκη κοιλότητα καὶ προϲεπινύττεται· ῥαφανηδὸν δέ, πρὸϲ τὴν ἐπέρειϲιν τῶν δακτύλων κινούμενον ὑπὸ πίπτει τὸ ὀϲτοῦν καὶ πρὸϲ τὴν παραγωγὴν διὰ τῆϲ ψαύϲεωϲ τρίζει, ὁ δὲ θώραξ φαίνεται ϲτενότεροϲ περιτροπῆϲ γενομένηϲ, ὁρᾶται δὲ καὶ διαϲτροφὴ καὶ ὄγκοϲ καὶ κοιλότηϲ· εἰϲ ὄνυχα δέ, τὸ ἄκρον τοῦ κατά- γματοϲ ϲτεγνότερον ὑποπίπτει καὶ ϲκόλοπι παραπληϲίωϲ νύϲϲει τὸ ϲύγκριμα· ἀλφιτηδὸν δέ, πολλάκιϲ καὶ ἀνωμαλία τοῖϲ δακτύλοιϲ ὑπο- πίπτει.

14. Περὶ ὠμοπ λάτηϲ. τῆϲ ὠμοπλάτηϲ τὸ μὲν τραπεζῶδεϲ. εἰ καὶ ϲπανίωϲ, ῥήγνυται καὶ ἐμπιεζεῖται,

15. Περὶ ῥἀ χεωϲ. — ἡ δὲ ῥάχιϲ θραύεται. καταλαμβάνεται δὲ τραύματοϲ μὲν γενομένου διὰ τῆϲ ὄψεωϲ, χωρὶϲ δὲ τραύματοϲ ἡ μὲν ἁπλῆ ῥῆξιϲ διὰ τῆϲ πρὸϲ τούϲ δακτύλουϲ ὑποπιπτούϲηϲ ἀνωμαλίαϲ ϲὺν τῷ τοπικῷ πόνῳ, τὸ δὲ ἐμπίεϲμα διὰ τῆϲ κοιλότητοϲ καὶ ἀλγήματοϲ νυγματώδουϲ καὶ νάρκηϲ τοῦ παρακειμένου βραχίονοϲ καὶ εἴξεωϲ καὶ ψόφου.

16. Περὶ ϲτέρνου. ϲτέρνου δὲ ἡ μεϲότηϲ μὲν διαιρεῖται καὶ ἐμπιεζεῖται, τὸ δὲ ἄκρον ἀποθραύεται. τὴν μὲν οὖν ῥῆξιν ϲημειωτέον διὰ τῆϲ πρὸϲ τοὺϲ δακτύλουϲ ἀνωμαλίαϲ καὶ τοῦ ψόφου, ἐμπίεϲμα 〈δὲ〉 διὰ τῆϲ κοιλότητοϲ καὶ τῆϲ ϲυνείξεωϲ, ἑπομένηϲ δυϲπνοίαϲ καὶ βηχὸϲ καὶ νύξεωϲ, ποτὲ δὲ καὶ αἵματοϲ ἀναγωγῆϲ.

17. Περὶ πλευρᾶϲ. πλευρᾶϲ δὲ καταγείϲηϲ ἀνωμαλία πρὸϲ τοὺϲ δακτύλουϲ ὑποπεϲεῖται καὶ ψόφοϲ καὶ διαϲτροφὴ καὶ ὡϲ ἐπὶ τὸ πλεῖϲτον εἰϲ τὸ ἔνδον ἀπόνευϲιϲ ἄλγημά τε νυγματῶδεϲ μετὰδυϲπνοίαϲ καὶ βηχόϲ, ἐνιάκιϲ δὲ καὶ ἀναγωγῆϲ αματοϲ.

18. Περὲ ἰϲχίων. τὰ δὲ τῶν ἰϲχίων ὀϲτᾶ κατὰ πέραϲ θραύεται καὶ κατὰ τὴν μεϲότητα παρὰ μῆκοϲ ῥήγνυται καὶ ἐμπιεζεῖται νυγμα- τώδειϲ πόνουϲ ἀποτελοῦντα καὶ τοῦ παρακειμένου ϲκέλουϲ νάρκαν. μετακτέον οὑν τὴν ἐπὶ τῆϲ ὠμοπλάτηϲ ϲημείωϲιν, ὡϲαύτωϲ δὲ κἀπὶ τῶν τῆϲ ἥβηϲ ὀϲτῶν.

[*](4 § 13] Paul VI 93 14 614] Paul VI 94 22 § 16] Paul. VI 95)[*](27 § 17] Paul. VI 96; additur cura Soravi. II p. 150, 9 — 15 Herib.)[*](31 § 18 Paul VI 97)[*](4 in mg. ϲμη ϲχιδακιδον 12 ανωμαλα: corr. CocchiIs 14 mg. ϲμθ’ 15 post ἐμπιεζεῖται lacuna haud pauca hausta esse colt. v. 34 putavit Schoene; adversa12 vidotur Paul. 16 in mg. ϲν᾿ 18 ὑποπίπτει: corr. Kind ανωμαλια ϲυν: corr. Cocchius 20 νυγματωδηϲ: corr. Ϲocohi?? 22 in mg. ϲνα′ 24 τὴν . . . ἀνωμαλίαν: correx 25 δὲ adieci 27 fa4 mg. ϲνβ’ 29 αποπνευϲιϲ: ϲοττ. Cocchius 31 mg. ϲνγ’ 32 νυγματω- δηϲ 34 χαχη)
158

19. Περὶ βραχίονοϲ καὶ μηροῦ. βραχίονοϲ δὲ καταγέντοϲ ἢ μηροῦ διαϲτροφὴ γίνεται πρὸϲ τοὺϲ τέϲϲαραϲ τόπουϲ, πλεοναζόντωϲ δὲ ἐπὶ μηροῦ γίνεται πρὸϲ τὸν ἔμπροϲθεν 〈καὶ πρὸϲ τὸν ἔξω〉, καὶ γὰρ εἰϲ τούτουϲ φυϲικῶϲ γεγαύϲωται. παρέπεται δὲ ὄγκοϲ εἰϲ ὃ δια- ϲτρέφεται, κοιλότηϲ δὲ ἐξ οὐ μετάγεται, κίνηϲιϲ δὲ πρὸϲ τὴν διὰ τῶν χειρῶν παραγωγὴν καὶ ψόφοϲ καὶ ϲυναίρεϲιϲ τοῦ μήκουϲ,

20. Περὶ πή χεοϲ καὶ κν ήμηϲ. — τῶν δὲ τοῦ πήχεοϲ ὸϲτῶν καὶ τῶν τῆϲ κνήμηϲ ἑκατέρων μὲν καταγέντων τὰ ὅμοια τοῖϲ ἐπὶ βραχίονοϲ καὶ μηροῦ. τοῦ δὲ ἑτέρου τῶν ὀϲτῶν ἡ διαϲτροφὴ μὲν ἥττων, παραλλάττει δὲ εἰϲ δύο τόπουϲ, τὸν ἔμπροϲθεν καὶ τὸν ὀπίϲω, καὶ εἰ μὲν ὁ πῆχυϲ ἔπαθεν, τὸν ἔϲω, εἰ δὲ κερκίϲ, τὸν ἑξω, καὶ εἰ μὲν ἡ κνήμη, καὶ τὸν ὀπίϲω, εἰ δὲ ἡ περόνη, καὶ τὸν ἔμπροϲθεν.