Gynaeciorum Libri IV

Soranus

Soranus. Sorani Gynaeciorum Libri IV: De Signis Fracturarum De Fasciis Vita Hippocratis Secundum Soranum. Ilberg, Johannes, editor. Leipzig and Berlin: Teubner, 1927.

21 [90]. Δεῖ δὲ καὶ αὐτὸ προϲεχέϲτερον τὸ γάλα κρίνειν, ὅπωϲ ἄριϲτον ᾖ. δοκιμάζεται δὲ πρῶτον μὲν ἐκ τοῦ τὴν τιτθὴν τοιαύτην ὑπάρχειν, οἵαν τὴν ἀρίϲτην ὑπεδείξαμεν. δεύτερον ἐκ τοῦ τὸ ὑπὸ ταύτηϲ τρεφόμενον παιδίον εὐεκτικὸν ὑπάρχειν. οὐ μὴν ἐπεὶ ϲημεῖόν ἐϲτιν τοῦ ἐπιτηδείου γάλακτοϲ τὸ εὐεκτικὸν ἐξ αὐτοῦ τρεφόμενον παιδίον, διὰ τοῦτο καὶ τοὐναντίον τοῦ φαύλου ϲημεῖον ἂν γένοιτο, καθάπερ ὑπολάβοι τιϲ, τὸ ἀτρόφητον παιδίον· ἐνδέχεται γὰρ τὸ γάλα μὲν ἐπιτήδειον εἶναι, τὸ δὲ παιδίον ὑπό τινοϲ νοϲήματοϲ ἐμποδίζεϲθαι πρὸϲ τὴν εὐεκτικὴν θρέψιν. καὶ γὰρ τῶν τελείων οἱ νοϲοῦντεϲ ἀτρο- φοῦϲιν καὶ τῆϲ ἀρίϲτηϲ τροφῆϲ μεταλαμβάνοντεϲ, τοῦ ϲώματοϲ φθεί- ροντοϲ τὸ θρέψαι δυνάμενον, καθάπερ καὶ τὰ ὀξηρὰ τῶν ἀγγείων ἀφανίζει [καὶ] τὸν ἐγχεόμενον οἶνον εἰϲ οὐτά, κὰν ἄριϲτοϲ ᾖ.

22 [91]. τρίτον ἐκ τῶν ϲυμβεβηκότων τῷ γάλακτι· χρόαϲ, ὀϲμῆϲ, ϲυϲτάϲεωϲ, πήξεωϲ, τῆϲ πρὸϲ γεῦϲιν ποιότητοϲ, τῆϲ ἐν χρόνῳ δυϲμετα- βληϲίαϲ. χρόαϲ μέν· εἰ λευκόν ἐϲτι ϲυμμέτρωϲ. τὸ μὲν γὰρ πελιδνὸν ἢ ὑπόχλωρον ἔφθαρται, τὸ δὲ γυψῶδεϲ παχύ καὶ δυϲοικονόμητον, τὸ δὲ ξανθὸν ἄπεπτον καὶ ἀκατέργαϲτον, καὶ διὰ τοῦτο τὴν αἱματώδη χρόαν ἐμφαίνει. ὀϲμῆϲ δέ· 〈εἰ〉 χαρίεν. οὐ γὰρ δεῖ δυϲῶδεϲ ἢ βρωμῶδεϲ ἢ τρυγῶδεϲ ἢ 〈ὑπάρχειν〉, πᾶν γὰρ τὸ τοιοῦτον κακόχυμον. ϲυϲτάϲεωϲ δέ· 〈εἰ〉 λεῖον καὶ ὁμαλὸν καὶ ϲυνεχὲϲ ἑαυτῷ. τὸ γὰρ ἰνῶδεϲ καὶ διαφύϲειϲ ἔχον ἐρυθρὰϲ ἢ ϲαρκοειδεῖϲ ἄπεπτον. πήξεωϲ δὲ καὶ παχύτητοϲ· εἰ μετριοπαγέϲ. τὸ μὲν γὰρ ὑγρὸν καὶ λεπτότερον καὶ ὑδαρὲϲ ἄτροφον καὶ κοιλίαϲ ἐκταρακτικόν, τὸ δὲ παχὺ καὶ τυρῶδεϲ δυϲκατέργαϲτον, καὶ ὅμοιον τοῖϲ ἁδρότερον μεμαϲημένοιϲ ϲιτίοιϲ ἀποφράττει τούϲ πόρουϲ καὶ τὰϲ κυριωτάταϲ τοῦ ϲώματοϲ κατέχον διαπνοὰϲ τὸν περὶ τοῦ ζῆν κίνδυνον ἐπάγει· τὸ δὲ ἀνώμαλον [*](17 καὶ τὰ ὁξηρὰ τῶν ἀγγείων] cf. Lucret. VI 17 sqq.; Hor. Ep. I 2, 54; Epiet. ap. Gell. XVII 19 19 § 22] cf. Aet. IV 5; Must. I 87) [*](1 παραϲκευᾶϲθαι P: corr. Dietz 2 μιᾶϲ Ermerins ϲυνηθεῖϲθαι P: corr. Dietz 6 in mg. οδ΄ rubr. P 8 ᾖ Dietz. εἰ P 9 post δεύτερον add. δὲ Rose 10 παιδίον del. Ermerins (item 12 et 13) ἐπεὶ Gomperz: ἔτι P: εῖ τι sive ὅτι Ermerins 11 τὸ εὐέτι⌊τ⌉ον (τ in ras., erat κ) P: τό εὐεκτεῖν Gomperz: εὐεκτικὸν τὸ Ermerins: εὐεκτικὸν 〈ὃν〉 τὸ Rose: fort. τὸ εὐεκτεῖν τὸ 13 ante vel post τιϲ add. ἄν Ermerins γὸρ Rose δὲ P 16 sq. μεταλαμβάνοντοϲ et φθείροντεϲ P: corr. Schoene 18 καὶ ante τὸν del. Gomperz 19 γάλατι P 24 〈εἰ〉 χαρίεν scripsi: χάριν P. del. Ermerins 25 ὑπάρχειν add. Ermerins 26 εἰ add. Rose 30 τυρῶδεϲ Aet. (cf. Mnesith. apud Orib. III 132; GaI. VI 47. 687): ταγῶσεϲ P: τυρῶδεϲ ἄγαν Kind coll. p 64, 24 ἀδρότερον P: ἀδρα- τὸτερον Rose: ἀργότερον speciose Kalbleisch)

70
καὶ τὴν ὡϲ λεπτοῦ καὶ τὴν ὡϲ παχέοϲ καταϲκευάζει βλάβην. γνωρι- ϲθήϲεται 〈δὲ〉 τὸ μετριοπαγὲϲ διὰ τοῦ ἐπιϲταγὲν αὐτὸ ὄνυχι ἢ φύλλῳ δάφνηϲ ἢ ἄλλῳ τινὶ παραπληϲίωϲ λείῳ πράωϲ πλατυνθῆναι καὶ ὥϲπερ ἐν τῷ αὐτῷ ϲαλευόμενον μεῖναι ϲχήματι· τὸ μὲν 〈γὰρ〉 εὐθέωϲ ἀπορ- ρέον ὑδαρέϲ, τὸ δὲ μελιτοειδῶϲ ϲυϲτραφὲν καὶ μένον ἀκίνητον παχύ. τὸ αὐτὸ δὲ καταλαμβάνεται καὶ ἐκ τοῦ κατὰ διπλαϲίονοϲ ὕδατοϲ ἐπι- ϲτόξαι τὸ γάλα καὶ πρὸϲ ὀλίγον αὐτὸ διαμεῖναν ὕϲτερον διαλυθῆναι, λευκὸν δ᾿ ἕωϲ ἐϲχάτου διαφυλαχθῆναι. τὸ μὲν γὰρ εὐθέωϲ διαλυό- μενον ὑδαρέϲ, φαῦλον δὲ μᾶλλον, εἰ καὶ εἰϲ ἰνώδειϲ ἀναλύοιτο κτη- δόναϲ οἷον εἰϲ ἀπόπλυμα κρεῶν, τοῦτο δὲ καὶ ἄπεπτον· τὸ δὲ μέχρι πλείονοϲ χρόνου μὴ ϲκορπιζόμενον καὶ ὑφιζόμενον, ὥϲτε τοῦ ὕδατοϲ ἀποχυθέντοϲ εὑρεθῆναι περὶ τῷ πυθμένι τυρῶδεϲ, παχὺ καὶ δυϲδιάλυ- τον. διὰ δὲ τῆϲ πρὸϲ τὴν γεῦϲιν ποιότητοϲ· εἰ γλυκὺ καὶ ϲτομῶδεϲ. τὸ γὰρ ὑπόδριμυ ἢ ὀξίζον ἢ πικρὸν ἢ ἁλμυρίζον | ἢ ϲτρυφνὸν καὶ ἐν τῷ ἐπιϲτάζεϲθαι τοῖϲ ὀφθαλμοῖϲ δριμύτητόϲ τινοϲ παρέχον ἔμφαϲιν μοχθηρόν. διὰ δὲ τῆϲ ἐν χρόνῳ δυϲμεταβληϲίαϲ· ἄριϲτον τὸ μὴ ἀπ- οξυνόμενον ἐν τῷ τίθέϲθαι ταχέωϲ μηδὲ ποιοῦν ὀρρὸν ἢ παντελῶϲ ὀλίγον. νόϲτιμον γὰρ τὸ τοιοῦτον· τὸ δὲ ἀποξυνόμενον ἐν τῷ τίθεϲθαι εὐχερῶϲ καὶ πολὺν ἐργαζόμενον ὀρρὸν ἄνοϲτον. φαῦλον δὲ καὶ τὸ ἀφρῶδεϲ, πνευματοῖ γάρ· καὶ 〈γὰρ〉 τὸ ἔπαφρον τοῦ ὑγροῦ καὶ εἰϲ πομφόλυγαϲ διογκούμενον κατὰ παράθεϲιν γίνεται πνεύματοϲ πλείονοϲ. ἔϲθ᾿ ὅτε δὲ καὶ παχύτητοϲ τοῦτο τεκμήριον, διοριϲθήϲεται δὲ ἐκ τοῦ τὰϲ ἐπιγινομέναϲ πομφόλυγαϲ ἐπιμένειν ἄχρι πλείονοϲ, ὡϲ ἂν τοῦ πνεύματοϲ κωλυομένου ϲυντόμωϲ διαπνεῖϲθαι διὰ τὴν παχύτητα τοῦ γάλακτοϲ.

23 [92]. ζητεῖται δὲ καί, πότε δεῖ τὸ γάλα δοκιμάζειν. οἱ πλείουϲ μέν φαϲιν, ὅτι εἰ μηδὲν τὰ περὶ τὴν δίαιταν ἡμάρτηται τῆϲ τιτθῆϲ, εὐπέπτηκεν δὲ καὶ ῦπνωκεν αὐτάρκωϲ καὶ ἀποτέτριπται τὸ περίϲϲευμα. νῆϲτιϲ δὲ ἀκμήν ἐϲτιν μηδὲ φαρμάκου δόϲιν εἰληφυῖα· τὸ γὰρ φύϲει καλὸν γάλα διὰ τὴν προάγουϲαν κακοδιαιτηϲίαν δόξει φαῦλον εἶναι μεταβαλὸν πρὸϲ ὀλίγον, ὡϲ καὶ τὸ πνεῦμα τῶν ἀπέπτων δυϲῶδεϲ γίνεται προϲκαίρωϲ, οὐκ ἐνδιαθέτωϲ. τινὲϲ δὲ τοὐναντίον μετὰ κακο- διαιτηϲίαν, τὸ γὰρ μηδενὶ πρὸϲ τὸ φαῦλον αὐτὸ τρέπειν δυναμένῳ διαφθειρόμενον ἄριϲτον. ἡμεῖϲ δὲ ἀμφοτέραιϲ ταῖϲ διαίταιϲ τὸ γάλα [*](2 δὲ add. Ermerins 4 γὰρ add. Ermerins 5 κείμενον P: corr. Ermerins παχὺν P: corr. Dietz 8 δ᾿ ἕωϲ ἐϲχάτου scripsi: δὲ ὦϲ ἐϲχάτου P: δὲ εἰϲ ἔϲχατον Dietz: εἰϲ τὸ ἔϲχατον Ermerins διαφυλαχθῆναι Rose: διαφυλαχθὲν P 9 κτηδόναϲ Ermerins: κοτυληδόνοϲ (sic) P 10 οἶον εἰϲ scripsi: οἰονεὶ P 11 ὑφιζόμενον Dietz: ὑφιζάμενον P: ὑφιϲτά- μένον Ermerins 16 γὰρ ante τὸ add. Ermerins 17 ὀρὸν Herscerden ubique 18 sq. transponendum fortasse εὐχερῶϲ ἐν τῷ τίθεϲθαι 19 ἀνόϲτι- μον Rose 20 πνεύματι P: corr. Dietz γὰρ add. Reinhold 21 διογκου- μένου (om. καὶ) Rose 22 παχύτατοϲ P: corr. Dietz 29 μηδὲν P: corr. Kind φαρμάκω P: correxi: φαρμάκων Kind δὲ ϲυνηλειφυῖα P: corr. Kind μηδὲν δὲ φαρμακῶδεϲ εἰληφυῖα Ermerins 30 προϲάγουϲαν P: corr. Ermerins δόξει φαῦλον Ermerins: λοξίφαυλον P: δοξόφαυλον Rose 33 μὴδὲν πρὸϲ τὰ φαῦλα P: corr. Reinhold αὐτὰ P: corr. Diet δυνάμενα P: corr Reinhold)

71
κρίνομεν· τὸ γὰρ ἐπὶ μηδεμιᾷ διαίτῃ φθειρόμενον ἄριϲτον, τὸ δὲ μηδ᾿ ἐν τῇ ὑγιεινῇ τὰϲ κακίαϲ ἀποβάλλον φαυλότατον, τὸ δὲ καταλ- λήλωϲ τῇ διαίτῃ τρεπόμενον μέϲον. ὅθεν καὶ πρὸϲ τὸ ἄριϲτον αὐτὸ παραμένειν 〈ζητεῖται〉.|

24 [93]. Οὐ παρέργωϲ δὲ δεῖ προνενοηκέναι τῆϲ τιτθῆϲ, ἵνα μήτε φθειρομένου τοῦ γάλακτοϲ νοϲηλεύηται τὸ βρέφοϲ μήτ᾿ ἐνδεοῦϲ γενο- μένου ἀτροφήϲη τὸ νήπιον καὶ κακωθῇ τὴν κατάποϲιν, ἕλκον μὲν τὴν θηλὴν ἐπὶ πλείονα χρόνον, οὐχ εὑρίϲκον 〈δὲ〉 ἐκπληρῶϲαι τὴν ὄρεξιν. ἁρμόζει τοίνυν τὴν μὲν ἀργίαν καὶ τὴν ἀκινηϲίαν τοῦ ϲώματοϲ φεύγειν (παχὺ γὰρ ὑπ᾿ αὐτῆϲ καὶ δυϲδιοίκητον τὸ γάλα γίνεται), χρῆϲθαι δὲ καὶ γυμναϲίοιϲ, οὔ γε τοῖϲ βαρυτέροιϲ καὶ ἀθλητικοῖϲ (ἐπιπονώτερα γὰρ ἢ κατὰ γυναῖκάϲ ἐϲτιν ταῦτα, καὶ τῆϲ ὕληϲ περιελκομένηϲ εἰϲ τὴν εὐεκτικὴν τοῦ ϲώματοϲ θρέψιν ἔλαττον ἀεὶ τὸ γάλα γίνεται], τοῖϲ δὲ μετρίοιϲ τε καὶ κούφοιϲ. διόπερ τὸ μὲν πρῶτον ἀπὸ τῶν ὕπνων ἐγειρομένη τῆϲ κοίτηϲ μὴ παραυτίκα ἐξανιϲτάϲθω, πρὶν τῆϲ τροφῆϲ αἴϲθηται διοικουμένηϲ καὶ τοῦ μὲν ὑποχονδρίου κούφου, τῆϲ γαϲτρὸϲ δὲ λαγαρᾶϲ καὶ τῶν ἐρυγῶν διακένων καὶ μήτε καπνωδῶν μήτε ὀξω- δῶν, εἶτα περὶ τὴν διάτριψιν ἀϲχοληθεῖϲα τῶν περιϲϲευμάτων ἐπὶ περίπατον ἐξίτω, μετὰ δὲ ταῦτα καὶ τὴν δι᾿ ὑποζυγίων αἰώραν ἐπι- τηδευέτω. 〈δεῖ〉 δὲ καὶ τοῖϲ γυμναϲίοιϲ ἐκείνοιϲ διαπονεῖν τὸν ὄγκον, οἷϲ δύναται μὲν ϲαλευθῆναι πάντα τὰ μέρη, ἐπὶ πλεῖον δὲ τὰ περὶ τὰϲ χεῖραϲ καὶ τοὺϲ ὤμουϲ ἕνεκα τοῦ τὴν τροφὴν ἐκεῖ φέρεϲθαι μᾶλλον. ἐκ δὲ τού〈των〉 ἐϲτὶν ἥ τε διὰ ϲφαίραϲ παιγνία, καὶ μάλιϲτα τῆϲ διακένου, καὶ 〈ἡ〉 διὰ τῶν κούφων ἁλτήρων βολή, ταῖϲ δὲ πενι- χροτεραιϲ τὸ ἐρέϲϲειν ἢ καὶ ἀνιμᾶν κάδον καὶ | τὸ πτίϲϲειν καὶ ἀλή- θειν καὶ ϲιτοποιεῖν καὶ ϲτρωννύναι κοίτην καὶ ὅϲα κατ᾿ ἐπίκυψιν ποϲὴν ἐπιτελεῖται τοῦ ϲώματοϲ. τά τε γὰρ ἄνω μέρη γυμνάζεται μᾶλλον, καὶ ἀπαιωρούμενοι μέχρι πλείονοϲ οἱ μαϲτοὶ τῷ μηδὲ αὐτοὺϲ μένειν ἀργοὺϲ νοϲτιμώτερόν τε καὶ πλεῖον ἀποτελοῦϲιν τὸ γάλα τῆϲ ὕληϲ ἐπ᾿ αὐτοὺϲ ἀφθόνωϲ φερομένηϲ. διὸ καὶ λελυμένουϲ αὐτοὺϲ ἀεὶ μὲν ἔχειν ϲυμφέρει πρὸϲ τὸ μὴ διὰ τῆϲ περιειλήϲεωϲ ἀνακοπὴν γενέ- [*](6 § 24 sq.] cf. Aet. IV 6 21, § 24, 4] Must. I 90. 92) [*](2 ἀποβά|||λον (ras.) P 4 παραμένει Ermerins: ξητείται add. Kind) [*](5 titulum Πῶϲ διαιτητέον τὴν τροφήν (sic) ante p. 70, 26 P, ubi in mg. οε΄: transp. Ermerins 7 μήτε ἐνδεοῦϲ Ermerins: μὴδὲν δέουϲ P 8 transp. fortasse τὸ νήπιον ἀτροφὴϲη ἕλκωμεν P: corr. Dietz 9 δὲ suppl. Ermerins: δὲ ὅθεν add. Rose 12 οὖ γε Rose. οὔτε P: μὴ Ermerins) [*](13 γὰρ Ermerins: δὲ P 16 ἐξαναϲτάϲθω P: cor:. Dietz 20 ἐώρα P: corr. Ermerins 21 δεῖ add. Rose 22 πλείονα P: corr. Ermerins 24 τού〈των 〉 Dietz: του P 25 ἡ add. Ermerins 26 καὶ τὸ πτίϲϲειν Er- merins: καταπεϲεῖν P 29 τῷ Rose: τοῦ P μήτε P: corr. Reinhold 29 sq. μήτε αὐτοὺϲ μένειν ἀργοὺϲ post τοῦ〈τε〉 ϲυγκ. ὅλ. τ. ϲώμαϲιν (p. 72, 2) transposuit Gomperz 30 τε Rose: γὰρ P: del. Gomperz)

72
ϲθαι τοῦ γάλακτοϲ, μάλιϲτα δὲ περὶ τὸν καιρὸν τῶν γυμναϲίων, ἕνεκα τοῦ ϲυγκινηθῆναι ὅλοιϲ τοῖϲ ϲώμαϲιν. μετὰ δὲ τὰ γυμνάϲια ταῖϲ μὲν πλείοϲιν ἡμέραιϲ ἐπὶ μόνου μένειν τοῦ ἀλείμματοϲ (τὰ λουτρὰ γὰρ ἐξυδατοῖ τὸ γάλα), ἐκ διαϲτήματοϲ δὲ καὶ λουϲάϲθω μὴ τῷ θερμῷ μόνον, ἀλλὰ καὶ τῷ ψυχρῷ μετὰ τοῦ θερμοῦ.

25 [94]. ἐν δὲ τῇ τροφῇ τὰϲ μὲν κακοχύμουϲ καὶ ἀτρόφουϲ καὶ δυϲπέπτουϲ παραιτεῖϲθαι, τὰϲ εὐχύμουϲ δὲ καὶ τροφίμουϲ καὶ εὐοικονο- μήτουϲ παραλαμβάνειν. κατ᾿ εἶδοϲ δὲ παραιτεῖϲθαι πράϲα καὶ τὰ κρόμυα, ϲκόροδα, ταρίχουϲ, ῥαφάνουϲ, ὄϲπρια καὶ πάντα τὰ ταρι- χευτά (δριμὺ γὰρ ποιεῖ τὸ γάλα) καὶ τὰ πλείονα τῶν λαχάνων (ἄτροφα γάρ ἐϲτι καὶ ὑδαρῆ) κρέα τε προβάτεια καὶ βόεια, μάλιϲτα δὲ τούτων ὀπτά, κακοϲτόμαχα καὶ δυϲδιοίκητα καὶ κακόχυλα ταῦτα πρὸϲ γάλακτοϲ ἀπόδοϲιν ἐκτενοῦϲ. λαμβάνειν δὲ καθαρὸν ἄρτον πεπονημένον τε καὶ ζυμίτην ἀπὸ ϲητανίων γεγονότα πυρῶν, ψῶν λεκίθουϲ, ἐγκέφαλον, κίχλαϲ, νεοϲϲούϲ περιϲτερῶν καὶ τῶν κατοικιδίων ὀρνίθων, ἰχθῦϲ τε πετραίουϲ, λάβρακαϲ, τρίγλαϲ καὶ κοινῶϲ τοὺϲ εὐϲτόμουϲ τε καὶ εὐϲτο- μάχουϲ καὶ εὐχύμουϲ καὶ τὰ τῶν νεωτέρων χοίρων κρέα. φεύγειν δὲ πᾶν τὸ πολυάρτυτον καὶ κεκαρυκευμένον· κολακεῦον γὰρ ἐπὶ πολὺ τὴν γεῦϲιν ἀπεψίαϲ παραϲκευάζει, δι’ ἃϲ φαρμάϲϲεται τὸ γάλα τοῖϲ ἄλλοιϲ τοῖϲ ἐν τῷ ϲώματι παραπληϲίωϲ. διὸ καὶ τῆϲ ϲυμμετρίαϲ τῶν λαμβανομένων ϲτοχάζεϲθαι χρή, ἵνα μὴ διὰ τὸ πλῆθοϲ ἀπεψία γένηται, ληφθῇ δὲ ὅϲα ῥᾳδίωϲ πεφθήϲεται, καὶ μάλιϲτα εἰ διὰ τὴν τοῦ βρέφουϲ ἐπιμέλειαν καὶ ἀγρυπνίαι παρεμπίπτουϲιν.

26 [95]. ὡριϲμένωϲ δὲ δεῖ καὶ ταῖϲ εἰρημέναιϲ τροφαῖϲ χρῆϲθαι τὴν γαλουχοῦϲαν. λαμβανέτω δὲ ταῖϲ πρώταιϲ ἡμέραιϲ ἑπτὰ καὶ κατὰ τὸ πλεῖϲτον δέκα τὴν ἁπλῆν καὶ εὐοικονόμητον τροφήν, οἶον ῥόφημα, πόλτον 〈μὴ〉 λιπαρώτερον καὶ ψὰ καὶ ἄρτον καὶ ποτὸν ὕδωρ. εἰ δυνατὸν δέ, καὶ πρὸ μιᾶϲ τοῦτο διδόναι, λεπτότερον γὰρ ἐκ τούτου καὶ εὐκατεργαϲτότερον τὸ γάλα γίνεται· τοιούτου γὰρ τὸ βρέφοϲ χρῄζει βρυῶδεϲ ἔτι τυγχάνον καὶ ϲτενόπορον, ὥϲτε δυϲδιόδευτον εἶναι πρὸϲ τὸ παχύτερον ἀκμὴν γάλα. μετὰ δὲ τὴν πρώτην ἑβδομάδα καὶ ἰχθύδιον τρυφερὸν ϲὺν τοῖϲ εἰρημένοιϲ ἢ νέων χοίρων ϲάρκαϲ ἢ [*](6 § 25, 1] Must. I 97 24 § 26, 1] Must. I 90) [*](3 μενέτω Rose 4 fort. λούϲαϲθαι 5 τὸ θερμὸν Ermerin 6 in. mg. περὶ τροφὴϲ τιτθὴϲ: P 8 κα|τ|εῖδοϲ (τ in ras.) P τὰ del. Ermerins) [*](9 ταρίχουϲ seclus. Ermerins, sed cf. e. gr. Gal. XV 739 ταρίχων καὶ ταριχηρῶν κρεῶν 12 〈τὰ〉 ὀπτά Ermerins κακοϲτόμαχα 〈γὰρ〉 Ermerins) [*](13 ante λαμβάνειν in mg. rubr. εὔχημα P (i. e. εῦχυμα) 14 ῴων λεκίθουϲ. Ermerins: ὦλιθάτουϲρ P ἐγκεφάλουϲ (κιχλῶν) Ermerins 15 κιχλῶν P: corr. Rose νοϲϲοὺϲ P: corr. Dietz 17 ante φεύγειν in mg. ἄπεπτα: P 19 φαρμάϲεϲθαι P: corr. Dietz 22 πεμφθήϲεται P: corr. Ermerins εἰ Dietz: εἶν P 24 ὡριϲμένωϲ Dietz: ὡριϲμένοιϲ P: ὡριϲμέναιϲ Ermerins καὶ del. Rose post τροφαῖϲ cruce oppieta in mg. ὁπότ(αν) γεννηθ(ὴ) ἕωϲ ζ΄ ϲϲ (i. e. ἡμερῶν) P 25 δὲ P: γὰρ Rose 26 δέκα Rose: δὲ ἀεὶ P 27 πόλτον 〈μὴ〉 Rose coll. Cael. Aurel. Cel. II 108: πολὺ τὸν P 29 τοιοῦτον P: corr. Ermerins 31 ad μετὰ in mg. μετὰ τὰϲ ζ΄ P)

73
ἐγκεφάλουϲ ἕωϲ δευτέραϲ καὶ τρίτηϲ ἑβδομάδοϲ, ὥϲτε τροφιμώτερον τὸ γάλα γίνεϲθαι. μετὰ δὲ τὴν δευτέραν ἢ τρίτην ἑβδομάδα, τοῦτ᾿ ἔϲτιν πηγνυμένου τοῦ νηπίου καὶ δεκτικοῦ γινομένου τροφιμωτέραϲ ὕληϲ, κἀκ τῶν μέϲων λαμβανέτω τι πτηνῶν, εἶθ᾿ οὕτωϲ πρὸϲ λόγον τῆϲ τοῦ βρέφουϲ τονώϲεωϲ καὶ αὐξήϲεωϲ καὶ τῶν μειζόνων, εἶτα καὶ κρέαϲ λάγειον ἢ δορκάδειον ἢ ἐρίφειον, μετὰ δὲ ταῦτα καὶ χοίρειον· τὸ γὰρ ἐκ τῆϲ εὐτροφωτέραϲ ὕληϲ γάλα τροφιμώτερον. ὕϲτερον δὲ ποικίλοιϲ χρήϲθω ϲιτίοιϲ, ἵνα καὶ τὸ βρέφοϲ ἐθίζῃ πρὸϲ τὴν ποικιλίαν τῶν δυ- νάμεων. ϲυν|αναφέρονται γὰρ αἱ ποιότητεϲ τῶν λαμβανομένων ϲιτίων τῷ γάλακτι, διὸ καὶ τὸ μὲν τῶν αἰγῶν ἀϲτομώτερόν ἐϲτι καὶ παρα- ϲτῦφον, ἐπεὶ τοιαύταιϲ πόαιϲ χαίρουϲιν αἱ αἶγεϲ τρεφόμεναι, τὸ δὲ τῶν προβάτων εὐϲτομώτερον καὶ γλύκιον, ὅτι τοιαύτη καὶ ἡ τροφὴ τῶν προβάτων. τὸ δὲ ποτὸν ὕδωρ ἄχρι μὲν τεϲϲαράκοντα ἡμερῶν λαμβανέτω τὸ ἐλάχιϲτον, τὸ δ᾿ ἐντεῦθεν οἰνομέλιτοϲ 〈παρὰ〉 μίαν καὶ δευτέραν ἡμέραν ποϲόν. διευτονώϲαντοϲ δὲ τοῦ βρέφουϲ καὶ παγέν- τοϲ καὶ μετὰ εὐτροφίαϲ εὐχροήϲαντοϲ οἰνάριον πινέτω λευκόν, διαυγέϲ, ἀθάλαϲϲον, μετρίωϲ ὑπαύϲτηρον, μέϲον δὲ κατὰ τούϲ χρόνουϲ, ἀλλ᾿ ἅπαξ [δὲ κατὰ] τὸ πρῶτον καὶ διά τινων ἡμερῶν. εἶτα καὶ παρὰ δύο καὶ παρὰ μίαν, μετὰ δὲ ταῦτα καὶ καθ᾿ ἡμέραν καὶ οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δίϲ, εἶτα καὶ ὅϲον ἱκανὸν παρηγορῆϲαι τὸ δίψοϲ. οὕτω γὰρ ἀβλαβῶϲ τὸ βρέφοϲ ὑπὸ τοῦ πεποιωμένου τῷ οἴνῳ τραφήϲεται γά- λακτοϲ, ἐν τοῖϲ ἔμπροϲθεν χρόνοιϲ ἀβλαβῶϲ τὴν δύναμιν ταύτην φέρειν οὐ πεφυκόϲ.

27 [96]. μὴ δὲ ἀπορήϲῃ τιϲ, πῶϲ οὖν ἁπάϲαϲ 〈ἐντὸϲ〉 ὑϲτεραϲ ὑπάρχον πρὸ τῆϲ ἀποτέξεωϲ ἔφερεν τὰϲ εἰρημέναϲ ποιότηταϲ τῆϲ μητρὸϲ αὐτοῦ καὶ οἶνον καὶ ποικίλην τροφὴν προϲφερομένηϲ. πρὸϲ ὅν λεκτέον, ὅτι ταῖϲ τῆϲ μητρὸϲ δυνάμεϲι τότε διοικούμενον ὡϲπερεὶ μέροϲ οὐκ ἔκαμνεν, μετὰ δὲ τὴν ἀπότεξιν ἰδίᾳ χρηϲάμενον ὑποϲτάϲει καὶ ἀϲθενεῖϲ ἔτι τὰϲ ἐνεργείαϲ ἔχον εὐμαρῶϲ ὑπὸ τῶν πληκτικωτέρων πάϲχει, καθ᾿ ὃν τρόπον καὶ τὰ φυτὰ προϲηνωμένα μὲν ἔτι τοῖϲ μεγά- λοιϲ δένδρεϲι καὶ τῇ τούτων ϲυνδιοικούμενα ϲτερεότητι καρπο|φορεῖ [*](24 § 27] Must. I 91) [*](1 κεφάλουϲ P: corr. Ermerins 2 sq. τοῦτ᾿ ἔϲτιν . . . γινομένου seclus. Ermerins 8 δυναμένων P: corr. Dietz 9 ϲιτίων Rose: τί ϲύν P 10 εὐϲτομώτερον P: corr. Rose ἔϲη P: corr. Dietz 12 ἀϲτομώτερον P: corr. Rose γλυκὺ ὂν P: corr. Ermerins 13 μὲν om. Rose τεϲϲαρά- κοντα Ermarins: ϲαράντα ex usu sermonis vulgaris P 14 ad τὸ ἐλάχιϲτον in mg. τὸ ποτὸν ἔωϲ ῦ ὕδωρ παρὰ add Ermerins (cf. Cael. Aur. Tard. V 74 ‘intercallis dierum’) 15 ἡμέρα P: corr. Dietz πόϲιν P: corr. Ermerins) [*](διευτονήϲαντοϲ editt. 16 εὺχρόϲαντοϲ P: corr. Dietz 17 μετρίωϲ del. Rose 18 δὲ κατὰ del. Ermerins (ut repetit. ex praeced.) 22 φέρει P: corr. Dietz 24 μὴ δὲ ἀπορήϲῃ scripsi: μὴ διαφορήϲει P: μὴ διαπορήϲει Dietz: μὴ ἀπορὴϲη δὲ Ermerins: μή〈ποτε〉 δὲ ἀπορήϲει Rose ἅπαϲαι P: corr. Er- merins: ἐντὸϲ τῆϲ Rose ἐντὸϲ ut omissum supplevi ὕϲτερον P: corr. Rose 28 ὑποτάϲει P: corr. Dietz 29 ἐπὶ τὸ πληκτικώτερον P: corr. Reinhold)

74
τε καὶ ἀνέμων ἐμβολὰϲ ὑποφέρει, χωριϲθέντα δὲ καὶ πρὸϲ ἰδίαν ὑπό- ϲταϲιν φυτευθέντα ῥᾳδίωϲ ἐξ ὀλίγηϲ βλάπτεται. οὐ τοίνυν ἐκ τοῦ μὴ ἀδικεῖϲθαι τὴν γαλοῦχον ἐξ οἵνου νῦν νομιϲτέον μηδὲ τὸ βρέφοϲ κακωθήϲεϲθαι, διαλογιϲτέον δέ, ὅτι τῆϲ κατὰ τοῦτο ϲυϲτάϲεωϲ εὐτονώ- τερον ὁ οἶνοϲ, ἔνθεν τὰ πολλὰ τῶν ἀμελῶϲ τρεφομένων ἐπιληπτικοῖϲ ἁλίϲκεται ϲπαϲμοῖϲ.

28 [97], Ἐλαττουμένου δὲ τοῦ γάλακτοϲ καὶ ϲβεννυμένου ἢ φθειρομένου ἢ λεπτυνομένου [παραδοτέον] ἢ παχυνομένου καλὸν μὲν [γὰρ] ἑτέραϲ τιτθῆϲ γάλα διδόναι [τὸ βρέφοϲ], μὴ ἐπιτρεπούϲηϲ δὲ τῆϲ περιϲτάϲεωϲ τὴν παροῦϲαν διαιτᾶν, ὡϲ μὴ νόϲῳ περιπεϲεῖν τὸ βρέφοϲ. ἀποϲβεννυμένου τοίνυν τοῦ γάλακτοϲ ἐπιθεωρητέον, πότερον διὰ νόϲον γίνεται τοῦτο μερικὴν ὑϲτέραϲ ἢ καὶ ἄλλων τινῶν τόπων, ἢ καὶ 〈δι᾿〉 ὅλου τοῦ ϲώματοϲ ἀτροφίαν κοινῶϲ ἢ φυϲικῶϲ ἐλαττοῦται τὸ γάλα μηκέτι τῆϲ φύϲεωϲ τοϲοῦτον ἀπογεννᾶν δυναμένηϲ, ὅϲον ἱκανόν ἐϲτιν τῷ τρεφομένῳ. κἇν μέν τιϲ νοϲώδηϲ ὑποπίπτη διάθεϲιϲ, ταύτην δεῖ ἀκολούθωϲ ἀναϲκευάζειν, τοῦ γὰρ πάθουϲ λυθέντοϲ καὶ ὁ παραποδιϲμὸϲ λύεται τῆϲ ἐνεργείαϲ· ἐὰν δὲ μὴ διὰ πάθοϲ, γυμναϲίοιϲ δεῖ χρῆϲθαι τοῖϲ ἀνειμένοιϲ καὶ περιπάτοιϲ καὶ τρίψεϲιν ταῖϲ δι᾿ αὐτῆϲ καὶ ταῖϲ δι᾿ ἄλλων μετὰ κατοχῆϲ πνεύματοϲ, ἐπὶ τέλει δὲ καὶ τούϲ μαϲτοὺϲ τρίβειν ἠρέμα. χρῆϲθαι δὲ καὶ ἀναφωνήϲει καὶ λουτρῷ καὶ τροφαῖϲ εὐχύλοιϲ καὶ τῇ διαχύϲει τῆϲ ψυχῆϲ καὶ τοῖϲ δυναμένοιϲ μάλιϲτα γυμνάζειν τὰ ὑπερκείμενα μέρη· διὰ τούτων γὰρ εἰϲ εὐτρο- φίαν ἀγομένου τοῦ ὅλου ϲώματοϲ ϲυνευτροφεῖ καὶ τὰ περὶ τοὺϲ μαϲτούϲ. ϲυνεχεϲτέρα δὲ ἔϲτω καὶ ἡ ἐκμύζηϲιϲ, πρὸϲ γὰρ τὴν τοι- αύτην αἴϲθηϲιν ὕληϲ ἐπιφορὰ γίνεται πλείονοϲ. Μνηϲίθεοϲ δὲ δὶϲ [*](7 sq. cap. XV] cf. Orib. Ϲoll. lib. inc. 13; Synops. ad Eustath. V 4 Aet. IV 6; Paul. I 4 13 sqq. § 28, 2—5] Must. I 94. 95 27 Μνηϲίθεοϲ] scil. in epistula ad Lyciscum (Νηπιοτροφικόϲ) Schol. Orib. III 682; cf. infra p. 87, 10) [*](2 ὀλίγηϲ scil. ἐμβολῆϲ (‘modico vento flante’ Must.): αἰτίαϲ suppleb. Dietz οὐκ ἐκ τοῦ τοίνυν P: transp. Eimerins 4 τῆϲ κατὰ τοῦ〈το 〉 ϲυϲτάϲεωϲ Dietz: κατὰ τὴν αὐτοῦ (τούτου Rose) ϲύϲταϲιν Ermerins εὐτονὼ- τεροϲ Ermerins 7 sq. in mg. ος΄ 9 ἐλαττομένου P: corr. Dietz 9 sq. ἢ φθειρομένου καὶ ϲβεννυμένου P 10 παραδοτέον et 11 τὸ βρέφοϲ del. Eercerden.. videtur in mg. fuisse adnctatum τὸ βρέφοϲ, παραδοτέον unde in fine versuum duorum peperam verba in textum recepta sunt (cf. p. 76, 21): παραδοτέον 〈ἄλλη〉 τὸ βρέφοϲ ante καλὸν pos. Rose 11 γὰρ del. Hercerden (om. Aet) 13 ἐπι- θεωρητέον Ermerins ex Aet.: spatium litt. quattuor vel quinque ante θεωρητέον P) [*](14 μερικῆϲ P: corr. Dietz τόνων P: corr. Dietz 15 δι᾿ add. Ermerins) [*](18 δεῖ post ἀναϲκευάζειν posito tollitur hiatus ἀναϲκευάζει P: corr. Dietz) [*](19 παρεμποδιϲμὸϲ Ermerins 24 ἀτροφίαν P: ϲorr. Ermerins 25 ϲυν- ευτρέφει P: corr. Ermerins)

75
τῆϲ ἡμέραϲ ἐμέτῳ χρῆϲθαι παραινεῖ μὴ ἐφιϲτάϲ, ὅτι διὰ τῶν ἐμέτων διαφθορὰ γίνεται μᾶλλον, χωρὶϲ εἰ μὴ χρόνιον νόϲημά τιϲ θέλοι διορ- θώϲαϲθαι. τινὲϲ δὲ τοῖϲ ἀρωματικοῖϲ ποτήμαϲιν ἐχρήϲαντο καὶ τοῖϲ καταποτίοιϲ 〈τοῖϲ διὰ〉 τοῦ γάλακτοϲ λεγομένοιϲ· ἔδοϲαν δὲ καὶ τοὺϲ μαϲτοὺϲ ἐϲθίειν τῶν πολυγαλακτούντων τῇ φύϲει ζῴων. οἱ δὲ γλαῦ- κάϲ τε καὶ νυκτερίδαϲ ἔκαυϲαν καὶ τὴν ϲποδιὰν αὐτῶν τοῖϲ πινομένοιϲ ἐπέπαϲϲον ἢ μεθ᾿ ὑγροῦ τινοϲ τοῖϲ μαϲτοῖϲ ἐπέχριον. ἅπερ ἀποδοκι- μαϲτέον ἕκαϲτα, τὸν γὰρ ϲτόμαχον ἀνατρέποντα καὶ φθορὰν ἐργαζό- μενα διπλαϲιάϲει τὴν ἀτροφίαν.

29 [98]. πλείονοϲ δὲ γενομένου γάλακτοϲ τοῖϲ εὐτονωτέροιϲ γυμναϲίοιϲ τὰ ϲώματα δεῖ καταπυκνοῦν, παχυτέρου δὲ ὄντοϲ λουτροῖϲ τε χρῆϲθαι καὶ τροφαῖϲ ῥοφηματώδεϲιν καὶ τοῖϲ ὀλιγοτρόφοιϲ τῶν προϲφερομένων καὶ ὑδροποϲίᾳ. τινὲϲ δέ, ὧν εἰϲιν οἱ περὶ Μοϲχίωνα, κάππαριν ἔδοϲαν καὶ ῥαφανῖδαϲ καὶ ταρίχουϲ· οῖϲ οὐ ϲυγκαταθετέον, διὰ γὰρ τῆϲ δριμυφαγίαϲ εἰ καὶ τὸ πάχοϲ τέμνοιτο τοῦ γάλακτοϲ, 〈ἡ〉 ποιότηϲ αὐτοῦ φθαρεῖϲα καὶ δηκτικὴ γενομένη μᾶλλον 〈βλάπτει〉. | λεπτοτέρου δὲ τοῦ γάλακτοϲ γενομένου τὰ μὲν λουτρὰ ἀποδοκιμαϲτέον ἐξυδατωτικὴν φύϲιν ἔχοντα. χρηϲτέον δὲ τροφῇ πόλτοιϲ ϲκευαζομένοιϲ ἐκ φαρόϲ τε καὶ χόνδρου καὶ ῴοῖϲ ῥοφητοῖϲ καὶ ϲτροβίλοιϲ καὶ ποϲὶ χοιρείοιϲ καὶ τοῖϲ ἀκροκωλίοιϲ (γλίϲχρον γάρ τι καὶ κολλῶδεϲ [ὃν] ἐν τούτοιϲ) καὶ ἐριφείοιϲ κρέαϲι ποτὲ μὲν ὀπτοῖϲ, ποτὲ δὲ ἑφθοῖϲ καὶ οἰναρίῳ τῆϲ γε τοῦ βρέφουϲ προκοπῆϲ ἐπιτρεπούϲηϲ. διαφθειρομένου δὲ τοῦ γάλακτοϲ, ὅπερ ἐπὶ τὸ πλεῖϲτον ἐξ ἀπεψιῶν γίνεται καὶ ϲυνου- ϲιῶν καὶ τῆϲ κακοχυμοτέραϲ τροφῆϲ, ὑφαιρετέον μὲν τούτων ἕκαϲτον, εἰϲ δὲ τὴν εὔχυλον καὶ ὑγιεινὴν ἐπιϲτρεπτέον δίαιταν. καὶ τὰ μὲν περὶ τῶν γαλούχων ταῦτα, ἀνακαμπτέον δὲ ἐπὶ τὰ λοιπὰ 〈τῶν〉 εἰϲ τὴν τοῦ βρέφουϲ ἐπιμέλειαν.

[*](10 § 29, 1] Must. I 96 13] plin. Nat. hist. XIX 87 ‘scripsit et Moschion Grascus unum de raphanc columen’ 17 § 20, 2] Mose. I 99 22 § 29, 3] Must. I 98)[*](2 τι〈ϲ〉 Schoene 3 ἔχρηϲαν P: corr. Dietz 4 τοῖϲ διὰ add. Er- merins 7 τούϲ μαϲτούϲ P: corr. Ermerins ὦνπερ Ermerins 8 ἕκαϲτα Reinhold: ἕκαϲτον P διαφθορὰν Ermerins post ἐργαδόμενα addend. fort. ϲιτίων 9 ἀποτροφίαν P: corr. Ermerins 11 δεῖ Ermerins: δὲ P παχύτε- ρον P: corr. Dietz 12 χρῆϲθαι Rose: χρῆ ὡϲ P: χρήϲθω Ermerins 14 καὶ ππάριν P: corr. Rose 15 καὶ Ermerins: κατὰ P 16 ἡ add. Ermerins)[*](φθαρεῖϲα καὶ P: φθαρήϲεται Rose γεναμένη P: corr. Dietz βλάπτει addidi: βλάψει add. Ermerins 18 τροφὴν P: corr. Dietz 20 post τοῖϲ add. ἅλλοιϲ Ermerins (sed om. Aet.) [δν] ἐν Schoene et Kalbfleisch: ὁν· ἐν P: ἐνι Rose 21 post τούτοιϲ add. παχύνει τὸ γάλα Ermerins ἑφθοῖϲ Dietz: ὁφθϲῖϲ P 22 οἰναρίου P: corr. Dietz τε P: corr. Dietz παρακοπῆϲ P: corr. Dietz 25 ἐπιϲτρεπτέον Rose: ἐπιτρεπτέον P: ὑποϲτρεπτέον Ermerins 26 τῶν addidi coll. p. 83, 25: τὰ λοιπὰ εἰϲ seclus. Ermerins: εἰϲ vocabulo secluso τῆϲ τοῦ βρέφουϲ ἐπιμελείαϲ Rose)
76

30 [99]. Προϲεκτέον τοίνυν ἀκριβέϲτερον τοῖϲ λουτροῖϲ, ἵνα μήτε ϲυνεχῶϲ λούηται τὸ βρέφοϲ μήτε ἐπὶ πολὺ καθέψηται διὰ τῆϲ ἐξαντλή- ϲεωϲ, ὅπερ αἱ πλεῖϲται πράττουϲιν γυναῖκεϲ· τρὶϲ γὰρ αὐτὸ λούουϲι δι᾿ ἡμέραϲ καὶ νυκτὸϲ καὶ μέχρι τῆϲ ἐκλύϲεωϲ καταντλοῦϲιν ἡδόμεναι τῷ μετὰ τὸ λουτρὸν αὐτὸ κεκοπωμένον ἡϲυχάζειν τε καὶ κοιμᾶϲθαι. τοῦτο δ᾿ ἐϲτὶ βλαβερώτερον· ἄτονον γὰρ γίνεται τὸ ϲῶμα καὶ εὐπαθὲϲ καὶ εὐπερίψυκτον καὶ πρὸϲ πᾶϲαν βλάβην εὐάλωτον, ἐξοχώτερον δὲ κεφαλὴν πέφυκεν ἀδικεῖϲθαι καὶ τὰ περὶ τὰϲ αἰϲθήϲειϲ. ὅθεν καὶ καθ᾿ ἡμέραν μὲν αὐτὸ δεῖ λούειν, οὐδέποτε δὲ νυκτόϲ, ἀλλ᾿ οὐδὲ δὶϲ οὐδὲ τρίϲ, μόνον δὲ ὅταν ἐπείγῃ τι, μολυνόμενον ἐπὶ πλεῖον ἢ ἐξανθήμαϲιν τραχυνόμενον. |

31 [100]. ὁ δὲ τρόποϲ ὁ τοῦ λουτροῦ καὶ τῆϲ τρίψεωϲ τοιοῦτόϲ ἐϲτιν. δεῖ πρῶτον οἰκημάτιον ἐκλέγειν ϲυμμέτρωϲ θερμὸν καὶ τὴν αὐγὴν ἀποκλίνειν. καθίϲαϲαν δὲ τὴν μαῖαν καὶ ἐπὶ τῶν μηρῶν καὶ ἐπὶ τῶν γονάτων ἁπλώϲαϲαν ὠμόλινον 〈ἢ〉 ῥάκοϲ, ἔπειτα κατακλίνειν τὸ βρέφοϲ καὶ ἀποϲπαργανώϲαϲαν ἀλείφειν ἐλαίῳ χλιαρῷ· εἶτα κατέ- χουϲαν τῇ εὐωνύμῳ χειρὶ τὸν δεξιὸν βραχίονα ὑπὸ τὴν μαϲχάλην, ὥϲτε τὸ ϲτῆθοϲ αὐτοῦ τῷ πήχει προϲαναπαύεϲθαι παρεγκεκλιμένου ποϲῶϲ ἐπὶ τὸ δεξιὸν πλευρόν, καταντλεῖν διὰ τῆϲ δεξιᾶϲ χειρὸϲ ὕδωρ θερμόν τε καὶ εὔκρατον ὡϲ πρὸϲ τὴν τοῦ βρέφουϲ εὐαρέϲτηϲιν· τὸ γὰρ ὡϲ πρὸϲ ἡμᾶϲ εὔκρατον ζεϲτότερον ἀκμὴν τῷ νηπίῳ διὰ τὴν ὑπερβάλλουϲαν τρυφερίαν τοῦ ϲώματοϲ. παρεπιχέειν δέ τινα κατὰ λόγον ἁρμόϲει ὕδωρ θερμόν, ἐπεὶ ψύχεται τὸ πρῶτον, καὶ καταντλεῖν μέχριϲ ἂν εὐανθὲϲ γένηται τὸ ϲῶμα καὶ ὁμαλῶϲ θερμόν. εἶτα ϲτρέφειν τὸ βρέφοϲ καὶ ὑπτιωθέντοϲ αὐτοῦ προϲαπολούειν καὶ ἀποκαθαίρειν τὰ μηρία καὶ τὴν ἕδραν καὶ τὰ περὶ τὸν τράχηλον καὶ τὰ περὶ τὰϲ μαϲχά- λαϲ (ῥύποϲ γὰρ αὐτοῖϲ περιφύεται) κἄπειτα λοιπὸν εἰϲ καθαρὸν ὕδωρ ὴ ἔλαιον ἀποβαπτομένῳ τῷ λιχανῷ τὰ ἐγκείμενα τῷ ϲτόματι ϲίελα κομίζεϲθαι καὶ ἡϲυχῆ γλῶττάν τε καὶ οὖλα καὶ χαλινὰ διαψηλαφᾶν, κούφωϲ δὲ θλίβειν τὸ ἦτρον εἰϲ ὑπόμνηϲιν ἀπουρήϲεωϲ. μετὰ δέ τιναϲ ἡμέραϲ καὶ διὰ γαλακτώδουϲ ὕδατοϲ μετὰ τὸ θερμὸν ἐθίζειν αὐτὸ [*](2 § 30, 1 sq.] Must. I 100 4 τρίϲ γὰρ αὐτὸ λούουϲι] quod praecipit Mnesitheus ap. 0rib. Coll. lib ine. 19 12 § 31] Must. I 101. 102) [*](1 in mg. οζ΄ 3 ἐπαντλήϲεωϲ Ermerins 7 βλαβερώτατον Rose (sed cf. Kȗhner-Gerth II 305) 10 αὐτὸ Ermerins: τὸ P 11 ἐπείγη Ermerins: ἐπὶ τὴν τί P 15 αὐτὴν P: corr. Dietz ἀποκλῖνον Rose 16 ἢ add. Reinhold ἔπειτα P: ἐπ᾿ αὐτοῦ Ermerins 20 καταντλεῖν Rose: καταντλὰν τὲ P: τε del. Er- merins 21 τε καὶ coniuneta inserui post θερμόν. erant, nisi fallor, in archetypi margine suppleta hoc modo καὶ, ut uno versu (διὰ . . . εῦκρατον) facile potuerint diseindi (cf. supra p. 74, 10 sq.) καὶ ὡϲ P: καὶ ante εὔκρατον pos. Ermerins, del. Rose 23 παρεπιχέει P: corr. Dietz 24 post ὕδωρ transponend. fort. ἁρμόϲει propter hiatum (sive θερμὸν ante ὕδωρ) ἐπιψύχεται P: corr. Ermerins) [*](29 ἐκκείμενα P: corr. Ermerins 30 χαλινοὺϲ Rose)

77
λοῦϲθαι, χάριν τῆϲ πρὸϲ τὴν ψυχρολουϲίαν ϲυνηθείαϲ, ὑφ᾿ ἧϲ δυϲπερί- ψυκτον φυλαχθήϲεται.

[101]. μετὰ δὲ τὸ λουτρὸν ἐκ τῶν ϲφυρῶν ἀποκρατούμενον ἐπὶ κεφαλὴν αὐτὸ δεῖ κρεμνᾶν χάριν τοῦ διάϲταϲιν λαμβάνειν τούϲ ϲπονδύλουϲ καὶ εὐκαμπῆ τὴν ῥάχιν ἀποτελεῖϲθαι καὶ τὰ νεῦρα καθά- περ ἐκ ϲυϲτροφῆϲ τινοϲ ἁπλοῦϲθαι, κἄπειτα προϲηνῶϲ αὐτὸ ϲχηματί- ζειν κατὰ τῶν τῆϲ λελουκυίαϲ μηρῶν καὶ τῷ προυποκειμένῳ ῥάκει ἢ ὠμολίνῳ περιβληθὲν ἐκμάϲϲειν. εἶτα ϲυναλείφειν ἐκτενῶϲ καὶ τρίβειν μετὰ διαπλαϲμοῦ μέροϲ ἕκαϲτον, ὥϲτε λεληθότωϲ [ἕκαϲτον] τὸ ἀκμὴν ἀδιαμόρφωτον εἰϲ τοὺϲ κατὰ φύϲιν διατυπωθῆναι χαρακτῆραϲ. δια- κρατήϲαϲα γὰρ οὖν ἡ τιτθὴ ποτὲ μὲν τὸν καρπὸν μετὰ ἀποτάϲεωϲ τῆϲ δεξιᾶϲ χειρὸϲ λοξὴν κατὰ ῥάχεωϲ ἀπὸ εὐωνύμου γλουτοῦ τὴν τρίψιν ἀγέτω, ποτὲ δὲ καὶ τὸ δεξιὸν ϲφυρὸν καταϲχοῦϲα πάλιν ἀπὸ τῆϲ εὐωνύμου ὠμοπλάτηϲ ἐπὶ τὸ δεξιὸν ἀγέτω ϲκέλοϲ. εἶτ’ ἐπὶ ῥάχιν ἀνακλάτω τὰ κῶλα, δεξιὸν μὲν ἀκροπόδιον ἀριϲτερῷ προϲάγουϲα χειρὸϲ ἄκρῳ, εὐώνυμον δὲ δεξιῷ. μαλάϲϲεται γὰρ οὕτω τὰ νεῦρα τῶν ἄρθρων, 〈ὧν〉 ἕκαϲτον εὐκινητότερον ταῖϲ ποικίλαιϲ περιαγωγαῖϲ ἀποτελεῖται, καὶ εἴ τι γλιϲχρῶδεϲ ϲυνιϲταμένου τοῦ ζῴου παρειϲεδύετο τοῖϲ ἄρθροιϲ, ἐκθλίβεται. μετὰ δὲ τὴν καθ᾿ ἓν μάλαξιν ἀμφότερα τὰ ϲκέλη πρὸϲ ἄλληλα ϲυνάγουϲα διὰ μὲν τῆϲ ἑτέραϲ χειρὸϲ μετ᾿ ἀποτάϲεωϲ ϲυνεχέτω, διὰ δὲ τῆϲ ἑτέραϲ ὅλον κατὰ μῆκοϲ τριβέτω.

[102]. καὶ τοπικῶϲ ἰγνύαϲ μὲν ἐκπλατυνέτω τῇ τοῦ θέναροϲ ἐπαγωγῇ. ϲφυρὰ δὲ ἀλλήλοιϲ προϲηγμένα ζυγούτω καὶ ῥυθμιζέτω 〈καὶ〉 κατὰ τὴν ἀνάτριψιν τὴν ἀπὸ τῶν πτερνῶν τὰϲ προτέραϲ ὑπεροχὰϲ καταϲτελλέτω διορθουμένη τὸ ἐκτρεπόμενον· εἶτα προϲανακλάτω τὰ κῶλα τοῖϲ πυγαίοιϲ προϲάγουϲα τὰϲ πτέρναϲ. ἐντεῦθεν δὲ καὶ πλα- τείαιϲ ταῖϲ χερϲὶν ἐπ᾿ εὐθείαϲ τε καὶ κατὰ περιϲπαϲμὸν ἐξομαλιζέτω τὴν ῥάχιν, εἶτα τῷ μεγάλῳ δακτύλῳ κάτωθεν ἀπὸ μεϲοπυγίου ἕωϲ ἰνίου κατ᾿ ἀπόταϲιν θλίβουϲα ἐπικοιλαινέτω 〈καὶ πά〉λιν ἀπὸ τραχήλου ἕωϲ ἱεροῦ ὀϲτέου κατ᾿ εὐθεῖαν, ἵνα ἡ μετὰ τοῦ εὐπρεποῦϲ καὶ ἡ μετ᾿ [*](3 § 32] Must. I 103. 104 22 § 33] Must. I 104) [*](3 ἀποκρατούμενον Rose: αὐτὸ κρατούμενον P 4 κρημνᾶν Rose (cf. p. 161, 9. 11) διάϲταϲιν] ‘accepto Spatio’ Must.: διάταϲιν Ermerins 5 ϲφονδύλουϲ Rose 7 λουκυίαϲ P: corr. Dietz ἢ del. Ermerins, restit. Reinhold 9 ἕκαϲτον del. Ermerins; τὸ ante ἀκμὴν pos. Hercerden: τὸ λελη- θότωϲ ἕκαϲτον P 11 γὰρ del. Ermerins ἀποϲτάϲεωϲ P: corr. Ermerins) [*](14 ὠμοπλάτεωϲ P: corr. Ermerins 15 ἀριϲτερὸν et ἄκρον P: corr. Diets) [*](16 ἄρθρων, ὦν Dietz: ἀρὸρῶν (sic) P 18 ϲυνιϲταμένω τῶ ζώω P: corr. Ermerins 19 ἐνθλίβεται P: corr. Ermerins 19 sq. προϲάλληλα P: πρὸϲ ἕν errore Rose 20 μετὰποϲτάϲεωϲ P: corr. Ermerins 23 προϲηγμένα ζυγούτω Dietz: προϲηγμένουϲ ζυγῶν τε P καὶ suppl. Reinhold 24 πτερνῶν Er- merins: ϲτέρνων P προ〈φανεϲ〉τέραϲ Reinhold 23 ἐκτρεπόμενον Rein- hold: ἐκπτέρνων P 27 καὶ κατὰ Dietz: καὶ τὸ P 28 μεϲοπυγέου P: corr. Rose 29 κατ᾿ ἀπόταϲιν Ermerins: καταπόϲὴν P θλίβειν, ἐπικοιλενίτω τὴν P: θλίβουϲα ἐπικοιλαινέτω αὐτὴν 〈καὶ πάλιν〉 Ermerins, sine αὐτὴν Kalb- fleisch 30 ἡ del. Ermerins ἀπρεποὺϲ P: corr. Ermerins)

78
εὐκινηϲίαϲ τῶν ϲπονδύλων ϲύνθεϲιϲ ἀποτελεϲθῇ. μετὰ δὲ ταῦτα διὰ τοῦ μεγάλου καὶ λιχανοῦ δακτύλου τὰ περὶ τὰ πυγαῖα ταῖϲ ἐμπιέϲεϲιν εὐπρεπείαϲ ἕνεκα κοιλαινέτω, ϲυνεϲτραμμένηϲ δὲ τῆϲ χειρὸϲ ἐπαγωγῇ τὰ ὑπὲρ τὸν ἔϲχατον τῆϲ ῥάχεωϲ ϲπόνδυλον λεληθότωϲ ἀπωθείϲθω πρὸϲ τὸ μὴ γενέϲθαι λόρδωϲιν, οὕτω δὲ καὶ κατὰ νώτου καὶ μετα- φρένου χάριν τοῦ δυϲεξύβωτα καὶ 〈μὴ〉 ἀνώμαλα εἶναι. μετὰ δὲ ταῦτα τὸ κεφάλιον πρῶτον μὲν 〈κατὰ〉 περιαγωγὴν ἑκατέρᾳ χειρὶ τριβέτω ϲτρογγύλωϲ, δεύτερον δέ πωϲ ὑποτυπούτω ποτὲ μὲν ἐξ ἀντιθέτων τῶν χειρῶν ἦ μὲν κατ᾿ ἰνίου, ἢ δὲ κατὰ μετώπου ταϲϲομένη, ποτὲ δὲ ἦ μὲν κατὰ κορυφῆϲ, ᾖ δὲ ὑπ᾿ ἀνθερεῶνα. εὐρυθμιζέτω δὲ δεξιῶϲ τὸ κρανίον, ὥϲτε μὴ προμηκέϲτερον ἢ φοξὸν ἀποτελεϲθῆναι. ποτὲ δὲ καὶ κινείτω προϲεπαίρουϲα τὸ κεφάλιον καὶ ἀποτεινέτω, γυμναϲίαϲ ἕνεκα τῶν τενόντων καὶ κινήϲεωϲ τῶν ϲπονδύλων, ἐπεὶ δι᾿ αὑτοῦ ταῦτα τὰ μέρη κινεῖν ἀδυνατεῖ τὸ νήπιον.

34 [103]. τούτων δὲ ἐπιμεληθεῖϲα ϲτρεφέτω τὸ βρέφοϲ καὶ | τὰ ἔμπροϲθεν ϲυναλειφέτω. καὶ διά τινων ἡμερῶν τούϲ ὀφθαλμούϲ ἐγχυματιζέτω, καὶ μὴ καθ᾿ ἡμέραν, ὀφθαλμίαι γὰρ ἐντεῦθεν ἐνίοιϲ ἐπακολουθοῦϲιν ἑλκουμένων ποτὲ καὶ τῶν ὑμένων. τριβέτω δὲ πάλιν ἀπὸ ἀκρωμίου κατὰ μίαν ἀποτεταμένην χεῖρα, κἆπειτα λοιπὸν αὐτὰϲ ἀντιπαραλλαϲϲέτω περὶ ϲτέρνον ὡϲ ἐπὶ πλευρὰϲ ἄγουϲα καὶ περιπτύϲ- ϲουϲα, καθάπερ ἐπὶ τῶν περιλαμβανόντων εἴωθε γίνεϲθαι, μετὰ ποϲῆϲ ἐκτάϲεωϲ. προϲανατριβέτω δὲ κοιλίαν καὶ θώρακα καὶ καθ᾿ ἓν πάλιν ϲκέλοϲ ἀποτεταμένον. εἰθ᾿ ὑφ᾿ ἕν ἐζυγωμένα τὰ δύο. διαϲαλευέτω δὲ καὶ τὰϲ ἐπιγονατίδαϲ, ἵνα μὴ δυϲκίνητοι τῇ ϲυμβολῇ τῶν κώλων καθι- ϲτῶνται, καὶ προϲεκπλατυνέτω χάριν εὐμορφίαϲ ἁπλῇ τῇ χειρὶ κατὰ μῆκοϲ ἀντιπαραγομένῃ, ϲυνηγμένων πρὸϲ ἄλληλα τῶν ϲκελῶν. τριβέτω δὲ τοῖϲ ἀντίχερϲιν ἑκατέροιϲ καὶ τοὺϲ ὀφθαλμοὺϲ 〈καὶ〉 περιπλαϲϲέτω καὶ τὸν μυκτῆρα διεγείρουϲα μὲν αὐτὸν ἐπὶ ϲιμῶν, θλίβουϲα δὲ ἐπὶ γρυπῶν, προϲαναϲτέλλουϲα 〈μέν〉, ἐφ᾿ ὧν τὸ γρυπόν, οὐ κατὰ μετε- ωριϲμὸν ἐπὶ τοῦ ὑψώματοϲ, κατὰ προπέτειαν δὲ τῶν περὶ τὸ ϲφαι- ρίον ἄκρων, ἐπιϲπωμένη δὲ ἀνεϲταλμένα τὰ πτερυγώματα τῶν ῥινῶν. [*](15 § 34, 1] Must. I 104 105 22 § 34, 2] Must. I 104) [*](1 εὐκινὴϲεωϲ P: corr. Ermerins ϲφονδύλων Rose (ut solet) ϲύνδεϲιϲ Rienhold ἀποτελεϲθῆναι P: corr. Dietz 3 εὐτρϲπίαϲ P: corr. Ermerins 5 γενέϲθω P: corr. Dietz 6 δυϲεξώβωτα P. corr. Ermerins μὴ add. Er- merins 7 κατὰ add. Dietz 8 ὑποτυπούτω (adiecto αὐτὸ) Ermerins: ὑπὸ τὸ αὐτὸ P ἐξαντιθέντων P: corr. Ermerins 9 sq. ἢ Ermerins: ὴ P (guater) 10 ἀνθεριων (sic) P: corr. Dietz 13 τενώτων P: corr. Dietz 15 τούτων Dietz: τούτου· τῶν P 17 ὀφθαλμιὰ P: corr. Distz 20 περὶ ϲτέρνον Ermerins: περιϲτερὸν ὃν P ἄγουϲ P: corr. Dietz 21 περιλαμβα- νόντων Rose: παραμβανόντων P |†|ίνεϲθαι (γ in ras.) P 22 ἐκϲτάϲεωϲ P: corr. Ermerins 23 εἶτ᾿ P 24 ϲυμβουλῆ P: corr. Dietz καθιϲτῶνται scripsi: κοθιοῦνται P: καθῶνται Rose 26 ἀντιπαραγομένηϲ P: corr. Dietz) [*](27 καὶ add. Ermerins (quod sequitur καὶ ante τὸν μ. omisso Rose) περι- πλακέτω P: corr. Rose (—ττ— Dietz) 22 μὲν addidi 30 ἐπὶ P: ἐϲτι Rose ϲφερὸν corr. Ermerins 31 δὲ om. Ermerins)

79
εἰ δὲ ἄρρεν τὸ νήπιον ὑπάρχον φαίνοιτο λειπόδερμον, τρυφερῶϲ ἐπι- ϲπάϲθω τὴν ἀκροποϲθίαν ἢ καὶ διὰ κροκύδοϲ ϲυνεχέτω πρὸϲ διακρά- τηϲιν· ἑλκομένη γὰρ ἐκ τοῦ πρὸϲ ὀλίγον καὶ ϲυνεχῶϲ ἐπιϲπωμένη ῥᾳδίωϲ ἐπιδίδωϲι καὶ τὸ κατὰ φύϲιν ἀπολαμβάνει μῆκοϲ καλύπτουϲα τὴν βάλανον καὶ ϲυνεθιζομένη τὴν φυϲικὴν εὐμορφίαν τηρεῖν. προϲ- αναπλαϲϲέτω δὲ καὶ τὸν ὄϲχεον ἐκ τῶν ϲυμμηριῶν, 〈καὶ〉 ἵνα μὴ θλίβηται, προῦποβάλλουϲα ἔριον κατὰ τῶν μηρῶν οὕτωϲ αὐτὸν ἀπο- τιθέτω. |

35 [104]. μετὰ δὲ τὸν διαπλαϲμὸν ϲπαργανούϲθω τὸ βρέφοϲ ὀλίγῳ λελιπαϲμένον ἐλαίῳ· τὸ γὰρ πλεῖον ψύχει τε καὶ οὐκ ἐᾷ μένειν τὰ ϲπάργανα δι᾿ ὑγραϲίαν, καὶ ὀλιϲθανόντων καὶ περιτρεπομένων δια- ϲτρέφεται τὰ κῶλα. ϲυμφέρει δέ ποτε καὶ κηρῷ Τυρρηνικῷ τακέντι 〈ϲὺν〉 ἐλαίῳ πρὸ τῆϲ ϲπαργανώϲεωϲ ἀλείφειν τὰ ϲώματα· μαλάϲϲει γὰρ οὖτοϲ καὶ θάλπει τὸν ὄγκον, ἔτι δέ πωϲ τρέφει καὶ λευκαίνει τὸ ϲῶμα. μετὰ δὲ τὸ λουτρὸν ἐκμυζάτω τὰ ὦτα καὶ τοὺϲ μυκτῆραϲ τοῦ βρέφουϲ, ὅπωϲ μὴ ὑπομεῖναν ὑγρὸν τρυφεροὺϲ ἔτι τυγχάνονταϲ τοὺϲ φυϲικοὺϲ πόρουϲ βλάψῃ.

36 [105]. Διαϲτήϲαϲα δὲ ὀλίγον, ὥϲτε 〈τὸ βρέφοϲ ἀπηρεμῆϲαι μετὰ〉 τὴν ἐκ τοῦ λουτροῦ ταραχήν, αὐτὸ παρατιθέτω· τὸ γὰρ εὐθέωϲ παρέχειν τὴν τροφὴν ἐπιβλαβὲϲ οὐ μόνον νηπίῳ, ἀλλὰ καὶ τελείῳ, πεπυρωμένη γὰρ ἡ ϲύγκριϲιϲ ἀθρόωϲ ἐπιϲπᾶται τὴν τροφὴν καὶ δια- φθείρει. καὶ αὐτὴ ἡ γαλουχοῦϲα, εἴπερ ἀπὸ βαλανείου τυγχάνει, διαϲτηϲάτω τὸ αὔταρκεϲ καὶ προλαμβανέτω πρότερον ὑδάτιον· οὐ γὰρ τεταραγμένῳ τῷ ϲώματι μόνον ἐπιβλαβὲϲ λαμβάνειν τὴν τροφήν, ἀλλὰ καὶ ἀπὸ τεταραγμένου ϲώματοϲ τροφὴ βλάπτει. καὶ τὸ νήπιον οὖν ἀπὸ τοῦ λουτροῦ διαϲτηϲάτω καὶ ἡ τροφόϲ, 〈καὶ〉 ἀπαμελξάτω [*](15 § 35, 2] Must. I 106 20 § 26] Must. I 107) [*](3 ἐκ τοῦ] comparat ἐκ τοῦ παραχρῆμα, ἐκ τοῦ παραυτίκα Ermerins: ἐκτὸϲ Rose 5 βάλανον Dietz: λαμβάνον P ϲυνηθιζομένη P: corr. Dietz 6 τὸν P: τὸ Rose καὶ add. Ermerins 7 καὶ ὑποβάλλουϲα P: corr. Kind αὐτὸν Ermerins: αὐτὸ P 10 δὲλιποϲμὲνον P: corr. Dietz ψύχει τε Rose: ψύχηται P 11 δι᾿ ὑγραϲίαν scripsi: ἰδραϲμένα (puncto apposito) P: ἐδραϲμένα Dietz ὑδροϲμένα Rose 12 sq. τακέντι 〈ϲὺν〉 scripsi: ἀνιέντι P: ἀνιέντα Dietz 13 μαλάϲϲειν P: corr. Dietz 14 προϲτρέφει P: corr. Rose) [*](16 post ὑγρόν addam τι ἐπιτυγχάνονταϲ P: corr. Ermerins 18 sq. in mg. οη΄ rudr. 20 verba supplevi secundum p. 53, 10: λήγειν suppl. Rose) [*](21 αὐτῷ P: corr. Ermerins παρατιθέντων P: corr. Dietz 22 νηπίων et τελείων P: corr. Ermerins 24 αὐτὴν γαλουχοῦϲαν P: corr. Dietz et Ermerins 25 διαϲτήϲαϲα τῷ τὸ P: corr. Rose 26 τεταραγμένον P: corr. Dietz ἐπιβλαβῶϲ P: corr. Ermerins 27 ὴ ante ἀπὸ add. Ermerins, ante τροφὴ Rose τοῦ ante ϲώματοϲ add. Ermerins 28 καὶ ἡ· τροφὸϲ 〈καὶ〉 scripsi: ἡ τρ. καὶ Rose: 〈καὶ ἡ τροφὸϲ〉 repet. Rienhold)

80
τὸ παρεγκείμενον τοῖϲ μαϲτοῖϲ καὶ ἀποθλίψαϲα τὸ ἀπὸ τῆϲ τα|ραχῆϲ διεφθαρμένον γάλα, τότε διδότω καθαρὰν τροφὴν εὐϲταθοῦντοϲ τοῦ ϲώματοϲ.

37 [106]. ἀεὶ μέντοι παρέχουϲα τὸν μαϲτὸν καθεζέϲθω καὶ προϲ- ϲτερνιϲαμένη ταῖϲ ἀγκάλαιϲ τὸ βρέφοϲ ποϲῶϲ ἀνάρροπον ἐπὶ πλευρὸν ἐϲχηματιϲμένον, ποτὲ μὲν δεξιόν, ποτὲ δὲ εὐώνυμον, ἐντιθέτω τοῖϲ χείλεϲιν αὐτοῦ τὴν θηλήν. καθεζέϲθω μὲν οὖν οἶον ἐπινενευκυῖα, ἐπειδήπερ ὑπτιωμένηϲ αὐτῆϲ ἢ καταρρόπου ἐϲχηματιϲμένηϲ δυϲκολω- τέρα γίνεται ἡ κατάποϲιϲ, ὥϲτε ποτὲ μὲν ἀνταποδίδοϲθαι τὸ πινό- μενον, ποτὲ δὲ καὶ πνιγμοῦ γίνεϲθαι παραίτιον. τοῦ αὐτοῦ δὲ χάριν καὶ τὸ βρέφοϲ ποϲῶϲ ἀνάρροπον ἐϲχηματίϲθω, μὴ διηνεκῶϲ δὲ ἐπὶ τὸ- δεξιὸν πλευρόν, πρῶτον μὲν εἰϲ τὸ ἐναλλάξαι ἐφ᾿ ἑκατέρου τε μαϲτοῦ τρέφεϲθαι, δεύτερον δὲ πρὸϲ τὸ μὴ μετὰ τὴν λύϲιν τῶν ϲπαργάνων μὴ πάντοτε κατεχομένην τὴν δεξιὰν μελέτην ὑπομεῖναι τῆϲ ἀνενεργη- ϲίαϲ. ἐνθεῖϲα μέντοι τὸν μαϲτόν, ὡϲ εἴρηται, πρὸ τοῦ τὸ νήπιον ἐπι- ϲπᾶϲθαι τὴν θηλὴν πρᾴωϲ ἐνθλιβέτω τὸ γάλα πρὸϲ ὑπόμνηϲιν τῆϲ ὀρέξεωϲ καὶ εἰϲ τὸ μὴ κακοπαθεῖν ἐπὶ πολὺ τὸ νήπιον τὴν πρώτην βιαζόμενον ὁλκήν. ἀφ᾿ ὕπνου δὲ ἡ τροφὸϲ ὑπάρχουϲα πάντοτε περι- πατείτω διατριψαμένη καὶ ϲαλεύουϲα τούϲ μαϲτούϲ 〈καὶ〉 οὕτω τὸ γάλα τῷ τρεφομένῳ παρεχέτω· διατμίζεται γὰρ τὸ περιϲϲὸν καὶ λύεται τὸ παχυμερὲϲ ἐκ τῆϲ τοιαύτηϲ προδιακινήϲεωϲ. μικρὸν δ᾿ ἐν ταῖϲ ἀγκά- λαιϲ αὐτὸ προδιακατέχουϲα μετὰ τὸ ϲυμμέτρου μεταϲχεῖν γάλακτοϲ κοιμιζέτω καθ᾿ οἴαϲ ὑπεδείξαμεν κοίτηϲ, προκύπτον δὲ καὶ ἐγκλῖνον καθεδρίῳ. πάντοτε δὲ ἄνωθέν τι περιβαλλέϲθω ϲκέπηϲ ἕνεκεν ἢ τοὺϲ ὁφθαλμοὺϲ αὐτοὺϲ ἐπικαλυπτέτω διά τινοϲ, οὐ μόνον τῇ τρυφερίᾳ πρὸϲ πᾶν τὸ παρεμπεϲεῖν δυνάμενον εὐαδικήτουϲ ὑπάρχονταϲ, ἀλλὰ καὶ ὑπὸ τοῦ πλείονοϲ φωτὸϲ καὶ τῆϲ ἀηδεϲτέραϲ αὐγῆϲ εἰωθόταϲ ἀπο- ϲτραβοῦϲθαι. μὴ ϲυγκοιμάϲθω δὲ τὸ βρέφοϲ αὐτῇ, καὶ μάλιϲτα ἐν ἀρχαῖϲ, ἵνα μὴ ἀπροόπτωϲ ἐπικυλιϲθεῖϲα περιθλάϲεωϲ ἢ πνιγμοῦ γένηται παραιτία. διὸ καὶ παρακείϲθωϲαν αἱ βαυκάλαι τῇ κλίνῃ, κἂν ἔγγιον ἔτι ϲπουδάζῃ τὸ βρέφοϲ ἔχειν, ἡ ϲκάφη κατὰ τῆϲ κλίνηϲ ἐπιτιθέϲθω.

[*](4—18 § 37, 1—3] Must. I 108 18 § 37, 4] Must. I 109 21 § 37, 5] Must. I 116 23 ὑπεδείξαμεν] seil. cap. X)[*](1 παρακείμενον P: corr. Ermerins 2 τὴν ante τροφὴν add. Er- merins 4 πρὸϲ ϲθερνιϲαμένη P: corr. Dietz 5 πο ϲῶϲ P πλευρᾶν P: corr. Ermerins 11 ἐϲχηματίϲθω Dietz (qui et ἐϲχημάτιϲται): ἐϲχημάτιϲθαι P: ἐϲχηματίϲθη Rose 12 post μὲν add. γὰρ Ermerins τε Rose: δὲ P: δεῖ Ermerins 13 sq. post ϲπαργάνων del. μὴ Ermerins 14 ἀνεργιϲίαϲ P: corr. Rose 15 μαϲθὸν P: corr. Rose ἐπιϲπὰϲθαι Rose: ἐπιϲπαϲθῆ P: ἐπιϲπάϲαϲθαι Ermerins 16 ἐκθλιβέτω Ermerins 11 μὴ εἰϲ τὸ P: corr. Ermerins 19 καὶ ante διατριψαμένη add. Rose, ante οὕτω Ermerins cf. p. 71, 19; 70, 28 21 πρὸϲδιακινήϲεωϲ P: corr. Dietz μικρὰ P: corr. Ermerins 22 αὐτὸ P: corr. Ermerins μετὰ τοῦ P: corr. Ermerins 23 προκόπτον P: corr. Rose δὲ] τε Ermerins 25 αὐτῶν P: corr. Kind: αὐτοῦ Ermerins 27 ἀηδεϲτέραϲ scripsi: ἀναδεϲτέραϲ P: ἀναιδεϲτέραϲ editt.. αὐγῆϲ P: αὔραϲ videtur legisse Must. εἰωθότωϲ P: corr. Dietz 30 παραίτιοϲ Rose 30 sq. ἔγγιον ἔτι Schoene: ἔνιόν τι P: ἐναντίον 〈αὐτῆϲ〉 Reinhold (debebat αὐτῆϲ))
81

38 [107]. παραινετέον δὲ τῇ τροφῷ καὶ ὥϲτε μὴ δι᾿ ὅληϲ τῆϲ ἡμέραϲ ἢ νυκτὸϲ διδόναι τὸ γάλα· διὰ γὰρ τὴν ἀμετρίαν νόϲοιϲ ἁλί- ϲκεται, πρὶν ἐξοικονομῆϲαι τὸ πρῶτον ἕτερον λαμβάνον καὶ οὕτωϲ διαφθεῖρον τὸ πρῶτον, καὶ μάλιϲτα νυκτόϲ. πλεονάκιϲ μὲν οὖν παρ- ἔχειν τὸν μαϲτὸν παρ᾿ ὅϲον τὴν αὐτάρκη τροφὴν οὐ δύναται λαμβά- νειν· καὶ γὰρ τὸ γάλα φύϲει πλήϲμιον, ὥϲτε κόρον ἐμποιῆϲαι τῷ νηπίῳ, πρὶν ἢ αὔταρκεϲ αὐτῷ πρὸϲ τὴν διάθρεψιν παρατεθῆναι, καὶ αὐτὸ δὲ τὸ βρέφοϲ, κάμνον διὰ τὴν ἀτονίαν τοῦ ἐπιϲπᾶϲθαι ἄχρι πλείονοϲ τὴν θηλήν, ἀφίϲταται πρὸ τοῦ λαβεῖν τὸ αὔταρκεϲ. παρ᾿ δ πλεονάκιϲ μὲν αὐτῷ δεῖ τὸ γάλα δίδοϲθαι, πλὴν οὐκ ἀδιαλείπτωϲ οὐδὲ πρὸ τοῦ λουτροῦ, πολὺ δὲ μᾶλλον οὐδ᾿ ἐν αὐτοῖϲ τοῖϲ βαλανείοιϲ, ὅπερ ἀπαραιτήτωϲ ποιοῦϲιν αἱ γυναῖκεϲ ῥᾳδίωϲ κλαῖον αὐτὸ ϲιγῆϲαι θέλουϲαι· διαφθειρομένου γὰρ καὶ ἀποξυνομένου τοῦ γάλακτοϲ κακοῦ- ται τὸ νευρῶδεϲ ἐπιληψίαι τε καὶ ἀποπληξίαι γίνονται. πάντων δὲ χαλεπώτατον καὶ εἰϲ προφυλακὴν τοῦ μηδ᾿ ὅλωϲ αὐτὸ κλαῦϲαι τὴν θηλὴν διὰ τοῦ ϲτὸματοϲ καταλιπεῖν αὐτοῦ κοιμωμένου· θλιβομένων γὰρ τῶν μυξωτήρων καὶ ἀποφραϲϲομένου τοῦ ϲτόματοϲ καὶ βαρυνο- μένου τοῦ φάρυγγοϲ ἔϲθ᾿ ὁπότε τοῦ γάλακτοϲ χωρὶϲ ἐκμυζήϲεωϲ ἐπιρρέοντοϲ τὸ νήπιον πνίγεται.

39 [108]. ἄλλωϲ τε καὶ οὐ 〈δεῖ〉 διὰ τὸ κλαίειν πάντοτε 〈τὸν〉 μαϲτὸν αὐτῷ παρέχειν. πρῶτον μὲν γὰρ αὐτῷ ϲυμφέρει ποτὲ καὶ ὁ κλαυθμόϲ· γυμνάϲιον γὰρ φυϲικὸν τοῦτο εἰϲ τόνωϲιν τοῦ πνεύματοϲ καὶ τῶν ἀναπνευϲτικῶν ὀργάνων πρόϲ τε τὴν διάταϲιν διευρυνομένων τῶν πόρων ἡ ἀνάδοϲιϲ τῆϲ τροφῆϲ εὐχερεϲτέρα παραϲκευάζεται· πλὴν οὐχ ἕωϲ πλείονοϲ κλαίειν ἀνετέον αὐτό, καὶ γὰρ τοὺϲ ὀφθαλμούϲ ἀδικεῖ καὶ τῆϲ εὶϲ ὄϲχεον ἐντέρων κατολιϲθήϲεωϲ αἴτιον γίνεται. δεύ- τερον οὐ διὰ μόνην ἔνδειαν κλαυθμυρίζει τὸ βρέφοϲ, ἀλλὰ καὶ διὰ ϲφίγξιν ἢ θλίψιν κακῶϲ ἐϲχηματιϲμένον, ἢ διὰ δῆξιν περιϲϲωμάτων καὶ ζῴου τινὸϲ ἢ νυγμόν, ἢ πλῆθοϲ τροφῆϲ ἐπιβαρούϲηϲ τὸν ὄγκον, ἢ ῥῖγοϲ, ἢ κα〈ῦμα, ἢ〉 τὸ μὴ δύναϲθαι διαχωρῆϲαι ϲκληροτέρου [*](4 § 38, 2 sq.] Must. Ι 110 sq. 20 § 39, 1] Μust. Ι 115 26—p. 82, 20 § 39, 2—9] Μust. Ι 113) [*](1 τροφῆ P: corr. Dietz 2 ἁλίϲκονται P: corr. Dietz 6 πληϲμόνωϲ τὲ P: corr. Rose 8 ἄχρι hiat: malim μέχρι 12 δαδίωϲ ‘temere’ ϲιγῆϲαι Roso: ϲιτῆϲαι P: ϲιγάϲαι Reinhold 13 θέλουϲαι scripsi (cf. ποιῆϲαι θέλοντεϲ p. 83, 5 sq.): εἰθέλουϲαι P γὰρ Ermerins: δὲ P 14 〈καὶ〉 ἐπιληψίαι Ermerins) [*](15 καὶ P: τὸ Rose αὐτὸ κλαῦαι (erat αὐτοῦ λοῦϲα) P 16 δεῖ, τὸ ϲτόματι P: corr. Rose 17 ἀποφ ραϲϲαμένου (sic) P: corr. Dietz 18 φάρυγοϲ Her- werden 20 ἄλλωϲ τε καὶ Rose: ἄλλοϲ τε μὴ P: ἄλλωϲ δὲ μὴ Dietz οὐ 〈δεῖ〉 supplevi: οὐ del. Dietz τὸν add. Ermerins 22 τοῦτο Schoene: τούτοιϲ P: οὐτοϲ Beinhold 23 διάϲταϲιν P: corr. Ermerins 25 οὐκ ἕωϲ P) [*](κλαίειν Ermerins: πλὴν (iterum) P αὐτοὺϲ P: corr. Ermerins 26 ὀϲχέων P: corr. Deitz αἰτίου P: corr. (Dietz) Ermerins 27 εὐδίαν P: corr. Ermerins 28 ϲφίξιν P ἢ καὶ ζ. τ. ν. Kind περ|ϲϲωμάτων P: περὶ ϲωμάτιον Rose 29 καὶ del. Ermerins 30 ἢ καῦμα ἢ Rose: ἢ καὶ P κληροτέρου P: corr. Dietz)

82
παρεγκειμένου τοῖϲ ἐντέροιϲ περιϲϲεύματοϲ, ἢ διὰ δυϲαρέϲτηϲιν ἄλλην ἢ νόϲον· ὧν ἕκαϲτον, ἐφ᾿ ὅϲον ἐνδέχεϲθαι, ϲημειοῦϲθαι δὴ πέφυκεν, ὥϲτε κατάλληλα πρᾶξαι τοῖϲ ὀχλοῦϲιν καὶ οὐ πάντωϲ ἐπὶ τὸ δοῦναι τὸν μαϲτὸν τῷ βρέφει παρελθεῖν. ὅτι μὲν οὖν θλίβεται, γνωρίϲομεν τῷ δακτύλῳ τὴν θλίψιν τῶν τελαμώνων καταλαμβάνοντεϲ καὶ πελιού- μενον ἄκρον ἰδόντεϲ ἢ μὴ κατὰ φύϲιν ἐϲχηματιϲμένον· ὅτι δὲ δάκνε- ται ἢ νύϲϲεται ὑπό τινοϲ, διὰ τοῦ αἰφνίδιον κραυγάϲαι μήτε μεταϲχη- ματιϲθὲν μήτε ἐϲφιγμένον ὑπὸ τῶν ϲπαργάνων· ὅτι | δὲ βαρεῖται διὰ πλείονοϲ τροφῆϲ παράθεϲιν, διὰ τοῦ ἀϲᾶϲθαι καὶ ἐρυγάζεϲθαι, πολλάκιϲ δὲ καὶ μετέωρον ἔχειν τὸ ὑποχόνδριον (κἀκ τούτου μαθεῖν πρόϲεϲτιν, ποϲάκιϲ πέπωκεν γάλα)· ὅτι δὲ ῥιγοῖ, διὰ τοῦ πυκνοῦϲθαι καὶ ϲυϲτρέ- φεϲθαι καὶ ἀπεψῦχθαι, ποτὲ δὲ καὶ πεπελιῶϲθαι τὰ γυμνὰ καὶ τὸν οῖκον, ἐν ᾧ τρέφεται, φαίνεϲθαι ψυχρόν· ὅτι δὲ καυματίζεται, διὰ τοῦ θερμοτέρου μὲν ἡμᾶϲ ἀντιλαμβάνεϲθαι τοῦ ἀέροϲ, ἐρυθραίνεϲθαι δὲ καὶ πνευϲτιᾶν τὸ νήπιον ἢ πολλάκιϲ παρὰ τὸ δέον ϲκεπάϲμαϲιν περί βεβλῆϲθαι· ὅτι δὲ παρὰ τὸ ϲκληρὸν εἶναι τὸ ϲκόβαλον καὶ δυϲδιαχώ- ρητον, ἐκ τοῦ μετὰ διατάϲεωϲ καὶ ϲυνολκῆϲ τοῦ ϲώματοϲ κλαίειν ἔνεϲτι γνῶναι· ὅτι δὲ 〈δι᾿ ἄλλην〉 δυϲαρέϲτηϲιν καὶ ὁποιανδήποτε νόϲον, διὰ τοῦ ϲυνάγεϲθαι τοῖϲ χαρακτῆρϲιν καὶ ἀποϲτρέφεϲθαι τὸν μαϲτὸν ἐπὶ μηδεμιᾶ τῶν ἔμπροϲθεν αἰτιῶν εἰρημένων. τὸ δὲ τῆϲ τροφῆϲ ὀρεγόμενον διὰ τοῦ μηδενὸϲ τῶν εἰρημένων παρόντοϲ τὰ χείλη μὲν ϲαλεύειν, τὸ δὲ ϲτομάτιον ἀνοίγειν (καὶ μάλιϲτα εἴ τιϲ αὐτοῦ δακτύλῳ παράψαιτο διὰ τῆϲ ἁφῆϲ εἰϲ ὑπόμνηϲιν ἄγων τῆϲ θηλῆϲ), ἔτι δὲ διὰ τοῦ προϲεπι- θεωρῆϲαι, πόϲῳ μὲν εἴωθεν ἀρκεῖϲθαι γάλακτι, πόϲον δὲ ἔλαβεν νῦν, καὶ εἰ, ἐπεὶ πολὺϲ ὁ μεταξὺ γεγένηται χρόνοϲ, καὶ 〈τὸ〉 ὑποχόνδριον καθεῖται· τότε γὰρ παρέχουϲα τῷ βρέφει τὸν μαϲτὸν ἡ γαλοῦχοϲ εἰϲ διόρθωϲιν τοῦ διὰ τὴν ἔνδειαν τῆϲ τροφῆϲ κλαυθμυρίζοντοϲ οὐ δι- αμαρτήϲεται.

40 [109]. φυλάττεϲθαι δὲ καὶ μετὰ τὸ πληρωθῆναι τοῦ γάλακτοϲ εὐθέωϲ αὐτὸ κινεῖν. καὶ γὰρ οἱ τέλειοι μετὰ τροφὴν αἰωρούμενοι βλάπτονται φθειρομένηϲ τῆϲ τροφῆϲ, πολλῷ δὲ μάλλον τὸ ἀκμὴν νή- πιὸν διά τε τὴν τρυφερίαν τοῦ | ϲώματοϲ καὶ διὰ τὸ φύϲει πωϲ εὐεπιπόλαϲτον εἰναι τὸ γάλα· δι᾿ ἣν αἰτίαν, ὡϲ εἰκόϲ, καὶ τὰ βρέφη [*](20 § 39, 10] Must. Ι 112 29 § 40, 1] Must. Ι 117) [*](1 παρακειμένου: corr. Ermerins ἄλλην scripsi ἄλλωϲ P 2 νόϲον Rose: ποϲὸν P ἐνδέχεται Rose: inf. absol. tollere dubitavi δὴ scripsi: δὲ P: ἀϲὶ Rose 3 τὸ Dietz: τι P 7 τοῦ Rose: τὸ P 9 ἐρυγάζεϲθαι Rose: ῥυτιάζεϲθαι P: ἐρυγιάζεϲθαι Ermerins 10 post τούτου add. δὲ Ermerins 13 ὄγκον P corr. Herwerden et Reinhold 14 δέροϲ P: corr. Dietz 16 ϲκηρὸν P: corr. Dietz 17 |μ|ετὰ (μ in ras.) P 18 〈δι᾿ ἀλλην〉 Kalbfleisϲh: 〈διὰ〉 Dietz 19 ϲυνάγεϲθαι τ. χ. ‘macrior efficitur’ Must. p. 39, 23 contulie Kind μηδεμίαν P: corr. Reinhold 22 αὐτοῦ scripsi: ἐαυτοῦ P: 〈τῷ〉 ἐαυτοῦ Ermerins δάκτυλαν P: corr. Ermerins 24 πόϲῳ Ermerins: πόϲον P 25 εὶ Rose: ἔτι P ἐπεὶ πολὺϲ Kind: ἐπιτολὺ P 〈τὸ〉 Ermerins 26 καθεῖται Reinhold: κάθειντο P 27 τοῦ scripsi. τῶν P κλαυθμυριζότων P: correxi: (τῶν . . . ) κλαυθμυριϲμῶν maluit Schoene 32 φεὸϲει P: corr. Dietz )

83
ϲυνεχέϲτερον ἐξερᾷ, πρὸϲ τὴν ἄτακτον καὶ ἀδιάλειπτον κίνηϲιν ναυ- τιῶντα καὶ ἀνατρεπόμενα 〈τὸν〉 ϲτόμαχον τοῖϲ δυϲθαλάϲϲοιϲ τῶν πλοιζο- μένων ἐμφερῶϲ. διὰ τοῦτο καὶ τὰ οὕτω τρεφόμενα πλαδαρὸν ποιεῖ τὸ ϲῶμα καὶ πρὸϲ τὰϲ νόϲουϲ εὐεπηρέαϲτον, ὅμοιόν τι πάϲχοντα τοῖϲ ϲιτευομένοιϲ ἐρίφοιϲ, οὓϲ οἱ κατ᾿ ἐπιτήδευϲιν λιπαρούϲ ποιῆϲαι θέλον- τεϲ, ὅταν πληρωθῶϲιν τοῦ γάλακτοϲ, ἐν ϲπυρίδι κρεμάϲαντεϲ κινοῦϲιν δι᾿ ὅληϲ ἡμέραϲ τε καὶ νυκτόϲ, οὕτω γάρ, διὰ τὸν ϲάλον τῆϲ τροφῆϲ εἰϲ ὅλα τὰ ϲώματα φερομένηϲ, διογκοῦται καὶ ἐμπιπλᾶται μέροϲ ἕκα- ϲτον. εἰ δὲ ἐπιμόνωϲ κλάοι τὸ βρέφοϲ ἀπὸ τῆϲ γαλακτοποϲίαϲ, ἐν ταῖϲ ἀγκάλαιϲ αὐτὸ διακρατείτω ἐρεθιϲμοῖϲ τιϲιν καὶ ψελλίϲμαϲιν καὶ φωναῖϲ προϲηνέϲιν παρηγοροῦϲα τὸν κλαυθμόν, μήτε δὲ ἐκφοβοῦϲα μήτ᾿ ἐπιταράττουϲα ψόφοιϲ τιϲὶν ἢ ἄλλαιϲ ἀπειλαῖϲ· ἡ γὰρ ἀπὸ τιῶν τοιούτων ἔκπληξιϲ αἰτία παθῶν γίνεται ποτὲ μὲν ϲωματικῶν, ποτὲ δὲ ψυχικῶν. οὐκ εὐθέωϲ οὖν μετὰ τὴν τροφὴν αἰωρητέον, ἀλλὰ ἢ μετ〈ὰ τὸ〉 αὐτὴν ἀναδοθῆναι ἢ πρὸ τροφῆϲ. πρὸϲ ἀναλογίαν δὲ τῆϲ ἕξεωϲ καὶ 〈ἡ〉 διὰ τῆϲ αἰώραϲ κίνηϲιϲ ἐπιτηδευέϲθω, τὸ 〈μὲν〉 πρῶτον μικρὸν ϲαλευομένηϲ τῆϲ ϲκάφηϲ ἢ τῆϲ βαυκάληϲ κρεμαμένηϲ ἢ ἐπὶ διαγωνίων λίθων ἐπηρειϲμένηϲ, εἰϲ ὔϲτερον δὲ καὶ διὰ φορείου, μετὰ δὲ τέϲϲαραϲ μῆναϲ καὶ τῆϲ τροφοῦ διακρατούϲηϲ ἐν ταῖϲ ἀγκάλαιϲ αὐτὸ καὶ περιπατούϲηϲ ἢ διὰ ζεύγουϲ αἰωρουμένηϲ. τὸ γὰρ βαϲτάζειν ἐπὶ τῶν ῶμων αὐτὸ καὶ κινεῖν ἀποδοκιμάζομεν· θλιβόμενοι τὰρ οἱ δίδυμοι ποτὲ μὲν ἀνατρέχουϲιν εἰϲ τὰ ὑπερκείμενα, ποτὲ δὲ διαλύον- ται, καὶ οὕτωϲ οἱ μὲν γίνονται κρυψόρχαι, οἱ δὲ εὐνοῦχοι.|

41 [110]. Δεῖ δὲ καὶ τὰ λοιπὰ τῶν κατὰ πρόβαϲιν τῶν χρόνων παραγγελμάτων ἐπιθεωρεῖν.

καὶ πρῶτον μὲν μετὰ τρεῖϲ ἢ τέϲϲαραϲ ἡμέραϲ ἢ ὁποϲοϲοῦν τοῦ ὀμφαλοῦ κατὰ μαραϲμὸν ἀποπεϲόντοϲ τὸ ὑπολειφθὲν [καὶ] κατὰ τὴν βάϲιν ἑλκύδριον ἀποθεραπεύειν. αἱ πολλαὶ μὲν οὖν γυναῖκεϲ καύϲαϲαι χοίρειον ἀϲτράγαλον καὶ λειοτριβήϲαϲαι 〈ἠ〉 κοχλίαϲ ἡ βολβοὺϲ ἐπί- [*](9 § 40. 3] Must. Ι 114 14 § 40, 4] Must. Ι 117 sq. 24 § 41, 1] Must. Ι 119) [*](1 ἐξερᾶν P: corr. Ermerins 2 τὸν ϲτόμαχον Ermerins: ὅμοια P. del. Rose 3 ποιοῦ P: corr. Dietz 4 εὐεπηρέαϲτα P: corr. Ermerins ὅμοια P. corr. Dietz 5 οὒϲ οἵ Ermeris: ὅϲοι P θέλονταϲ P: corr. Dietz 8 διογκοῦται scripsi: διοικεῖ P1 διοικεῖται Ermerins ἐμπίπλαται Rose 10 ἐρεθιϲμοῖϲ] offendit hiatus. fortasse ψιθυριϲμοῖϲ 14 ἐωπίπλαται P corr. Dietz 15 μετὰ τὸ Ermerins: μετ᾿ P 16 ἡ add. Rose μὲν addidi 11 μικρὰϲ P: corr. Dietz 18 ἐπιρϲιμμένηϲ P. corr. Ermerins διάφοροϲ P corr:. Dietz 20 ζεὐγου P: corr. Dietz 23 κρυψόρχαιοι· οι P: corr. Rein- hold 21 in mg. οθ titulum ante Δεῖ 23 ἐπιθεωρεῖν pos. Rose: ante καὶ πρῶτον P 25 δεῖ Dietz: αἰ P πρὸϲ βάϲιν P: corr. Ermerins 26 παραγ- γέλματα Rose 27 ὁποϲοῦν P: corr. Ermerins 28 καταμεραϲμὸν P. corr. Ermerins καὶ del. Ermerins 30 ἢ add. Ermerins )

84
πάϲϲουϲιν, αἱ δὲ μόλυβδον κεκαυμένον καὶ πεπλυμένον· ἄμεινον δὲ τοῦτον καὶ ϲφονδύλῳ τῷ ἐριουργικῷ παραπληϲίωϲ ϲχηματίϲαϲαι κατὰ τῆϲ τοῦ ὀμφαλοῦ χώραϲ ἐρείδουϲιν, διὰ τὸ ἐμψυκτικὴν 〈μὲν〉 εἰναι τὴν ὕλην ἐπουλωθηϲομένηϲ τὴϲ ἑλκώϲεωϲ, διὰ δὲ τὸ βαρεῖαν εὐπρε- πῶϲ εὶϲ κοιλότητα τυπωθηϲομένου τοῦ ὀμφαλοῦ.

42 |111]. Προϊόντοϲ δὲ τοῦ χρόνου καὶ ἀπὸ τῶν ϲπαργάνων αὐτὸ δεῖ λύειν. ἔνιοι μὲν οὖν περὶ τεϲϲαρακοϲτὴν ἡμέραν τοῦτο ποι- οῦϲιν, οἱ πολλοὶ δὲ περὶ τὴν ἑξηκοϲτήν, οἱ δὲ καὶ μακροτέραν ταύτηϲ προθεϲμίαν ὁρίζουϲιν. ἡμεῖϲ δ᾿ ἐπεὶ πήξεωϲ ἕνεκα πρὸϲ ἀδιάϲτροφον ϲχηματιϲμὸν εὐχρηϲτεῖν φαμεν τὰ ϲπάργανα, τότε παραλύειν αὐτὰ δοκι- μάζομεν, ὅτε ἤδη μετρίωϲ πεπηγότοϲ τοῦ ϲώματοϲ οὐκέτι φόβοϲ ἐϲτὶν τοῦ διαϲτραφῆναί τι μέροϲ αὐτοῦ· τοῦτο 〈δ᾿ 〉 ἐφ᾿ ὧν μὲν διὰ βελτίονα ϲώματοϲ ϲύϲταϲιν τάχιον, ἐφ᾿ ὧν δὲ δι᾿ ἀϲθενεϲτέραν ϲύγκριϲιν βράδιον παραγίνεται. δεῖ δὲ μηδὲ ἀθρόωϲ μηδὲ ὑφ᾿ ἓν πάντα λύειν τὰ ϲπάρ- γανα, πᾶϲα γὰρ αἰφνίδιοϲ εἰϲ τὸ ἐναντίον μεταβολὴ ξενοπαθείαϲ ἀπο- τελεϲτική. πρῶτον μὲν 〈οὖν〉 μίαν ἐλευθερῶϲαι χεῖρα καὶ μετά τιναϲ ἡμέραϲ τὴν ἑτέραν, εἶτα καὶ τοὺϲ πόδαϲ· προεκλύειν δὲ τὴν δεξιάν, ἐπικρατηθεῖϲα γὰρ κατὰ τοὺϲ τὴν εὐώνυμον πρῶτον λῦϲαι φθάϲανταϲ ἀτονωτέρα γίνεται τῷ βράδιον τῆϲ ἑτέραϲ ἐπὶ τὴν γυμναϲίαν ἐλθεῖν, ὥϲτε καὶ διὰ τοῦτο ἀριϲτερόχειραϲ ἐνίουϲ γίγνεϲθαι. πηγνυμένου δὲ τοῦ βρέφουϲ μᾶλλον καὶ τὸ ἐν οἴκῳ δεῖ λουτρὸν παραιτεῖϲθαι, χρῆϲθαι δὲ βαλανείῳ, μήτε ἐπὶ πολὺν χρόνον μήτε πεπυρωμένῳ· τὸν γὰρ κατ᾿ οἰκον ἀέρα προϲηνῶϲ καὶ ὁμαλῶϲ εὔκρατον οὕτωϲ οὐκ ἐνδέχεται παρα- ϲκευάζειν. ἐὰν δὲ ἀκμὴν ϲπαργανούμενον τὸ βρέφοϲ ἑλκωθῇ διὰ τὴν τῶν τελαμώνων παράτριψιν ἢ δι᾿ ἄλλην τινὰ ποιητικὴν ἑλκώϲεωϲ αἰτίαν, παραιτεῖϲθαι δεῖ τὰ ϲπάργανα καὶ ἁπλοῦν αὐτῷ περιτιθέντα. χιτωνάριον ἀποθεραπεύειν τὰ ἕλκη.

[*](1 § 41, 2] Must. Ι 120 7 § 42, 1] Must. Ι 121 15 § 42, 2] Must. Ι 122 sq. 21 § 42, 3] Must. Ι 124)[*](1 sq. ἄμεινον . . . καὶ secl. Ermerins 2 τοῦτον scripsi: τοῦτο P: τού- του Rose ϲφόνδυλον Rose ϲχηματίϲαϲαι Dietz: ϲχηματῖϲαι P 3 ώϲ ἂν ante διὰ add Kind μὲν addidi 6 in mg. π᾿ παραλυτέον] τὰ ϲπάργανα λυτέον Reinhold 10 δ ἐπεὶ Rose: δὲ περὶ P ἀδιάϲτροφον Reinhold: διαϲτροφὴν P 11 ϲχηματιϲμὸν Ermerins: χρηματιϲμὸν P εὐχρηϲτεῖν Schoene: εὔχρηϲτον P. εὔχρηϲτα Ermerins: παραλύειν Rose παραγκέλειν P: παραγγέλλειν 〈λύειν〉 Reinholdd 13 αὐτῶν P: correxi 〈δ᾿〉 ἐφ᾿ ὧν μέν Schoene et Kolbfleisch: μὲν ἐφ᾿ ὧν P: μὲν 〈οῦν〉 ἐφ᾿ ὧν 〈μὲν〉 Ermerins: μὲν 〈γὰρ〉 ἐφ᾿ ὧν Rose βελτιώνοϲ P: corr. Dietz 15 περιγίνεται P: corr. Ermerins 16 ἀποτελεϲτικῆϲ P. corr. Dietz 17 οὐν add. Ermerins 18 ε|ῖ|τα (εὶ in ras.) P προϲεκλύειν P. corr. Ermerins: δεξιὴν P. corr. Dietz 19 φθάϲαντεϲ P. corr. Dietz 20 τῷ Ermerins : τοῦ P τὸ γύμναϲιον P. corr . Rose 23 πεπυρωμένον P: corr. Dietz )
85

43 [112]. Καθίζειν δὲ καὶ ἀνίϲταϲθαι τοῦ βρέφουϲ πειράζοντοϲ βοηθεῖν αὐτοῦ τοῖϲ κινήμαϲιν δεῖ. τάχιον μὲν γὰρ προθυμούμενον καθίζειν καὶ μέχρι πλείονοϲ εἴωθε κυρτοῦϲθαι (καμπτομένηϲ τῆϲ ῥάχεωϲ διὰ τὸ μήπω τὸ ϲωμάτιον τόνον ἔχειν], προπετέϲτερον δὲ ἀνιϲτά- μενον καὶ περιπατεῖν θέλον διαϲτρέφεϲθαι κατὰ τούϲ μηρούϲ τὰ ϲκέλη.

44[113]. τοῦτο δὲ καὶ μᾶλλον ἐπὶ Ῥώμηϲ γινόμενον θεωρεῖται, καθὼϲ μέν τινεϲ ὑπολαμβάνουϲιν, ὅτι ψυχροῖϲ ὕδαϲιν ἡ πόλιϲ κάτω- θεν διαρρεῖται καὶ τὰ ϲώματα περιψύχεται ῥᾳδίωϲ, καθὼϲ δέ τινεϲ λέγουϲι, καὶ διὰ τὰϲ ϲυχνὰϲ τῶν γυναικῶν ϲυνουϲίαϲ ἢ διὰ τὸ μετὰ μέθην ταῖϲ ϲυμπλοκαῖϲ χρῆϲθαι, τὸ δ᾿ ἀληθὲϲ διὰ παιδοτροφίαϲ ἀπει- ρίαν. οὐ γὰρ ἔγκειται τοϲαύτη ϲτοργὴ ταῖϲ ἐν τῇ πόλει γυναιξίν, ὡϲ τὸ καθ᾿ ἕκαϲτον ἐπιβλέπειν, ὃν τρόπον πράττουϲιν αἱ καθαρῶϲ Ἑλ- ληνίδεϲ. μηδενὸϲ 〈οὖν〉 ἐπιθεωροῦντοϲ τὰ κινήματα τῶν βρεφῶν δία- ϲτρέφεται τὰ κῶλα τῶν πλείϲτων· ὅλον γὰρ τὸ βάροϲ τοῦ ϲώματοϲ ἐπίκειται τοῖϲ ϲκέλεϲι, ϲτερεὸν δὲ καὶ ἀπόκροτον τὸ ἔδαφοϲ, ὡϲ ἂν κατὰ τὸ πλεῖϲτον λίθοιϲ ἐϲτρωμένον. ὅταν οὖν ἀντίτυπον μὲν ἦ, καθ᾿ οὐ βαίνει, βαρὺ δὲ τὸ ἐπικείμενον, τρυφερὸν δὲ τὸ βαϲτάζον, κατ᾿ ἀνάγκην τὰ κῶλα ὑπενδίδωϲιν μήπω τῶν ὀϲτέων τετονωμένων.

45 [114]. ἔνθεν, ὅταν καθίζειν πρῶτον ἄρξηται. περιβολαῖϲ ἵμα- τίων αὐτὸ ϲτεκτέον ἢ παραθέϲει τῶν ἀνακρατεῖν αὐτὸ δυναμένων διερει- ϲτέον, καὶ οὐ μέχρι πολλοῦ τὸ πρῶτον· προκόπτον δὲ μᾶλλον ἕωϲ τοῦ ἕρπειν καὶ πρὸϲ μικρὸν ἐξανίϲταϲθαι παρὰ τοῖχον αὐτὸ διαϲτήϲαντα καταλιπεῖν, κατὰ πρόβαϲιν δὲ καὶ πρὸϲ δίφρον ὑπότροχον. οὕτωϲ ἐκ τῆϲ κατὰ βραχὺ ϲυναυξήϲεωϲ μελετήϲει τὴν ἐπίβαϲιν. καὶ ταῦτα μὲν περὶ κινήϲεωϲ, ἑξῆϲ δὲ καὶ περὶ τροφῆϲ ὑποδεικτέον.

46 [115]. Μέχριϲ ἂν οὖν παγῇ τὸ νήπιον, μόνῳ διατρεφέϲθω γάλακτι· ϲτενῶν γὰρ ἔτι τῶν ἀραιωμάτων ὑπαρ χόντων ἐπιϲφαλὲϲ ἐπὶ τὴν ϲτερεωτέραν προέρχεϲθαι τροφήν, βραδυποροῦϲαν μὲν πρὸϲ τὰϲ ἀναδόϲειϲ διὰ τὴν ϲτενότητα τῶν πόρων, θλίβουϲαν δὲ πᾶν τὸ δοκοῦν [*](2 § 43. 1] Must. Ι 125 20 § 45] Must. Ι 125. 126. 127 27 c. XXI] cf. Aet. IV 28) [*](1 in mg. πα᾿ περιπατιωϲιν P. corr. Dietz 4 καμπτουμένηϲ P 5 τὸ ϲωμάτιον conieci: τὰ ϲώματα P. τὰ ὀϲτέα Rose ἀνιϲταμένου Ermerins) [*](6 θέλον διαϲτρέφεϲθαι scripsi: θέλοντα, ϲτρέφεϲθαι P. θέλοντοϲ διαϲτρέφεται Ermerins 7 21 mg. τβ΄, deinde titulus Διὰ τί τὰ πλεῖϲτα τῶν ἐν ῥώμη παίδων διαϲτρέφεται P: seclus. Ermerins 2 διαιρεῖται P: corr. Hereeden et Reinhold 13 κατέκαϲτον P 14 οῦν add. Ermerins 18 βλίνει P: corr. Rose: κλίνει Dietz 20 καθίζη P. corr. Dietz 21 ϲτεκτέον ἢ Kalbfleisch. coll. Must.p. 42, 4: ο??ονεῖ P 24 πρὸϲβάϲιν P: corr. Ermerins 27 in mg. πγ᾿) [*](28 ἂν οῦν παγῇ Aet.: οῦν ϲυνδιαπαγῆ P 29 ἐπὶ P: corr. Dietz 30 προϲέρχεϲθαι P: corr. Ermerins βαρυποροῦϲαν P. corr. Dietz)

86
αὐτὴν ὑποδέχεϲθαι. διὸ καὶ [αἱ] προπετεῖϲ μὲν αἱ μετὰ τὴν τεϲϲαρα- κοϲτὴν ἡμέραν ἤδη πειρώμεναι διδόναι τὴν ϲιτώδη τροφήν (ὅπερ μά- λιϲτα πϲιοῦϲιν 〈αἱ τῷ〉 ἐξαντλεῖν τὸ γάλα βαρυνόμεναι], φαῦλον δὲ καὶ τὸ ἐκ τῶν ἐναντίων ἤδη τοῦ ϲώματοϲ ἐϲτερεωμένου μὴ μεταβαίνειν ἐπὶ τροφὴν ἄλλην, οὐ μόνον ὅτι πλαδαρὸν γίνεται τὸ ϲῶμα καὶ διὰ τοῦτο εὐπαθὲϲ τὸ ἐκ τοῦ γάλακτοϲ τρεφόμενον ἐπὶ πλέον, ἀλλὰ καὶ ὅτι νόϲου γινομένηϲ εὐχερῶϲ ἀποξύνεται τὸ γάλα. παρ᾿ ἢν αἰτίαν πεπηγότοϲ ἤδη τοῦ ϲώματοϲ καὶ δεκτικοῦ ϲτερεωτέραϲ γινομένου τρο- φῆϲ, ὅπερ οὐκ ἂν ἔμπροϲθεν εὐτυχηθείη τῶν ἓξ μηνῶν, καὶ τῇ ϲιτώ- δει τροφῇ ψωμίζειν τὸ νήπιον ἁρμόζει, ψιχίοιϲ τρυφεροῖϲ ἐξ ὑδρο μέλιτοϲ ἢ γάλακτοϲ ἢ γλυκέοϲ ἢ οἰνομέλιτοϲ. μετὰ ταῦτα δὲ δοτέον καὶ ῥόφημα τὸ ἀπὸ τοῦ χόνδρου καὶ πόλτον δίυγρον καὶ ψὸν ῥοφη- τόν. μετάξὺ δὲ τῆϲ τροφῆϲ φυλακτέον διδόναι τὸ γάλα πιεῖγ· δυϲ- διοίκητοϲ γὰρ ἡ τροφὴ γίνεται τῷ ἐπινήχεϲθαι τῇ ὑγρότητι τοῦ γά- λακτοϲ, καὶ τὸ δίψοϲ οὺ παρηγορεῖται. διὸ κἂν ἔκδιψόν ποτε γένηται μετὰ τὴν τροφὴν τὸ βρέφοϲ, ὕδωρ ἢ ὑδαρὲϲ οἰνάριον δοτέον αὐτῷ διὰ τῶν πεφιλοτεχνημένων θηλῶν, ἀβλαβῶϲ γὰρ ἐκ τούτων κατ᾿ ὀλί. τον ὡϲ ἐκ τῶν μαϲτῶν τὸ ὑγρὸν ἕλκει. ποτὲ μέντοι καὶ ἀρτίδιον ἁπαλὸν ἐκ κραματίου προϲφέρειν ἔϲτιν, οἱ γὰρ διὰ τῆϲ μαϲήϲεωϲ τῆϲ τροφοῦ ψωμιϲμοὶ διὰ τὴν ϲυμπλοκὴν τοῦ φλέγματοϲ βλαβεροί. τῶν ἄρτων δὲ καὶ τὸν μηκωνίαν καὶ τὸν ϲηϲαμοῦν καὶ πᾶν τὸ ἀρτυμα- τῶδεϲ ἀποδοκιμαϲτέον, ἕκαϲτον γὰρ τούτων καὶ ἐπὶ τελείων δυϲ- κατέργαϲτον.

47 [116]. εὐχερῶϲ δὲ ἤδη τοῦ βρέφουϲ λαμβάνοντοϲ τὴν ϲιτώδη τροφὴν καὶ τῆϲ τῶν ὀδόντων ἀναφυήϲεωϲ ὑπιϲχνουμένηϲ καὶ τὴν τῶν ϲτερεμνιωτέρων διαίρεϲίν τε καὶ λείωϲιν ίὅπερ ὡϲ ἐπὶ τὸ πλεῖϲτον περὶ τὴν τρίτην ἢ τετάρτην ἑξάμηνον γίνεται) λεληθότωϲ καὶ κατ᾿ ὀλίγον ἀποϲυνεθίζειν αὐτὸ τοῦ μαϲτοῦ καὶ ἀπογαλακτίζειν τῷ προϲτι- θέναι μὲν ἀεὶ τῷ πλήθει τῆϲ ἄλληϲ τροφῆϲ, ὑποϲπᾶν δὲ τῆϲ ποϲότη- τοϲ τοῦ γάλακτοϲ. οὕτω γὰρ ἂν μᾶλλον τὸ βρέφοϲ ἀποϲυνεθιϲθή. ϲεται ἀλύπωϲ κατὰ βραχὺ τῆϲ πρώτηϲ ἀποχωροῦν ϲυνηθείαϲ, ἅμα δὲ ἀπεριέργωϲ ϲβεϲθήϲεται τὸ γάλα τῆϲ τιτθευούϲηϲ τὸ νήπιον τῇ κατὰ [*](7 § 46. 3] Must. Ι 130 13 § 46, 4] Must. Ι 131 24 § 47, 1] Must. I 128 30 § 47, 2] Must. Ι 129) [*](1 [αι] προπετεῖϲ μὲν αἱ Gompers: αἰ προπετιϲμέναι P 2 so ὅπερ . . . βαρυνόμεναι addito 〈θέλουϲαι〉 post ἐξαντλεῖν transposuit post ἄλλην (5) Gom- per2 3 αἰ τῷ addidi 7 ὅτι Gomperz: αἰτιον P: an διότι ? 9 ἑξαμήνων P corr. Ermerins 10 ἁρμόζοι P: corr. Ermerins 14 γὰρ Ermerins: δὲ P 18 ναϲτῶν P: corr. Ermerins 12 τῆϲ μαϲήϲεωϲ scripsi: τῶν μαϲη- τῶν P 20 τροφοῦ scripsi: τροφῆϲ P ψωμιϲμοῖϲ P: corr. Dietz βλαβε- ρόν P: corr Ermerins 〈ἐπὶ〉 τῶν Rose 21 ἀρτυμάτων Dietz μηκωνίαν scripsi (cf. Philostr Gumn. 44 p. 170, 18 Jüthn.); μήκωνα P τὸν ϲηϲαμοῦν scripsi (cf. Athen. XIV 644??.) τὸ ϲήϲαμον P 25 ἀναφυϲἡϲεωϲ P: corr. Dietz τὴν Dietz: τῆϲ P 26 λείωϲιν Kalbfleisch: τελείωϲιν P: μείωϲιν Gompers 28 ἀποϲυνηθίζειν P 29 ἀεὶ scrpsi: γὰρ P: del. Dietz ποϲότητοϲ] πο p 30 ἀποϲυνηθιϲθήϲεται P 31 κατὰ Detz: καὶ P )

87
μικρὸν ὑφαιρέϲει τῆϲ ἐκμυζήϲεωϲ. τὸ γὰρ πικροῖϲ τιϲι καὶ δυϲώδεϲι περιχρίειν τὰϲ θηλὰϲ καὶ ἀθρόωϲ ἀπογαλακτίζειν αὐτὸ βλαβερὸν διὰ τὸ τὸν ἐν τῇ ἀθρόᾳ μεταβολῇ ξενιϲμὸν ἐμποιεῖν καὶ διὰ τὸ κακού- μενον ὑπὸ τῶν φαρμάκων τὸν ϲτόμαχόν ποτε πάϲχειν.

48 [117]. ἄριϲτοϲ δὲ καιρὸϲ ἀπογαλακτιϲμοῦ τὸ ἔαρ, ὑγιεινό. τερον 〈ὂν〉 δι᾿ εὐκραϲίαν τοῦ περιέχοντοϲ. φαῦλοϲ γὰρ ὁ κατὰ φθινό- πωρον᾿ τότε γὰρ διὰ τὴν ἀνωμαλίαν τοῦ περιέχοντοϲ ἐπινόϲωϲ δια- κειμένου τοῦ παντὸϲ ϲώματοϲ φυλάϲϲεϲθαι [δὲ] δεῖ τὰϲ τῶν ἐθῶν μεταβολάϲ, ἐχούϲαϲ τι δυϲάρεϲτον ἐκ τῆϲ ξενοπαθείαϲ. οὐ προϲεκτέον δὲ Μνηϲιθέῳ τε καὶ Ἀριϲτάνακτι βράδιον ἀξιοῦϲιν ἀπογαλακτί- ζειν ἐξ μηϲὶ τὸ θῆλυ διὰ τὸ ἀϲθενέϲτερον ὑπάρχειν᾿ οὐχ ὁρῶϲιν γάρ, ὅτι πολλῶν |ἀρρένων ἔνια θηλυκὰ βρέφη καὶ ἰϲχυρότερα καὶ ϲαρκω- δέϲτερα. δεῖ δὲ μηδενὸϲ τὸ νήπιον ἀποξενοῦν μήτε οἰνοποϲίαϲ μήτε ὑδροποϲίαϲ μήτε ψυχροποϲίαϲ μήτε θερμοποϲίαϲ μήτε ἀλείμματοϲ, καλὸν γὰρ εὐθὺϲ ἐξ ἀρχῆϲ ἔθοϲ πρὸϲ τὰ ὠφέλιμα ποιεῖν. τοῦ δὲ τιτθεύειν μὴ πρότερον ἀφίϲταϲθαι, πρὶν ἢ γενέϲθαι τὴν ὀδοντοφυῖαν. εἰ δὲ κάτογκον εἴη τῷ ϲώματι τὸ βρέφοϲ καὶ δύϲπνουν, δεήϲει τὸ πλῆθοϲ τῆϲ ϲαρκὸϲ ϲυνέργειν διὰ τοῦ τὴν μὲν τροφὸν ὀλιγοτρόφοιϲ καὶ ἥττοϲι τροφαῖϲ χρῆϲθαι καὶ ὑδροποτῆϲαι, τῷ δὲ βρέφει μὴ πολλάκιϲ τὸ γάλα παρέχειν καὶ κινήϲεϲι χρῆϲθαι τοῖϲ διὰ τῶν χειραμαξίων. κἂν φύϲει δὲ βορὸν ᾖ τὸ νήπιον καὶ πλείονοϲ ὀρεγόμενον τροφῆϲ ἤϲ δύνα- ται κρατεῖν, ἀποπεριϲπᾶν τὴν διάνοιαν αὐτοῦ ψυχαγωγίαιϲ τιϲὶν καὶ παιγνίαιϲ 〈καὶ〉 τὸ ψώμιϲμα διαιρεῖν καὶ ξηρὸν ἀρτίδιον αὐτῷ δι- δόναι καὶ τὸ γάλα ποιεῖν ὀλιγοτροφώτερον· τοὐναντίον δὲ πλείονοϲ τροφῆϲ κρατεῖν δυνάμενον, ἥττονοϲ δὲ ὀρεγόμενον τῇ ποικιλίᾳ δελεά- ζειν τῶν προϲφερομένων, κινεῖ γὰρ τὴν ὄρεξιν ἡ καινότηϲ τῶν παρα- τεθέντων. εἰ δὲ ἀπογαλακτιϲθὲν νόϲῳ περιπέϲοι, πάλιν αὐτὸ δεῖ μετάγειν ἐπὶ τὸ γάλα, καὶ μετὰ τὸ παύϲαϲθαι τὴν νόϲον καὶ ἀναλαβεῖν τὸ ϲωμάτιον, οὕτωϲ ἀπογαλακτίζειν.

49[118]. Περὶ δὲ τὸν ἕβδομον μῆνα γινομένηϲ τῆϲ φυ??αϲ, ὑφ?᾿ ἧϲ φλεγμοναὶ γίνονται τῶν οὔλων καὶ ϲιαγόνων τε καὶ [*](31 § 49] cf. Orib. Synops. ad Eustath. V 9; Aet. IV 9 Paul. I9) Must. Ι 133sq.) [*](1 ὑφαιρέϲει Dietz: ὑφαιρεθὲν P ἐκμυϲήϲεωϲ P: corr. Dietz 1sq. δυϲῶδεϲ περιχρήειϲ P: corr. Dietz 3 τὸ Kind : τε P ἐν del. Ermerins κακούμενον Kind: κακοῦϲθαι P 4 post φαρμάκων add. καὶ Dietz, ὠϲ Ermerins, ὠϲ καὶ Rose 6 ὂν add. Hericerden: et Gemperz 8 δεδεῖ P. δεῖ Dietz 13 3 sqq. post οἰνοποϲίαϲ habet μήτε ἀλίμματοϲ· καλὸν γὰρ P: transpos. Ermerins 15 τιτθεύειν Rose: δίϲ λύειν P: θηλάζειν Her- oerdem 10 ὀδοντοφυῖαν scripsi: ὁδοντόφυϲιν P ὀδογτοφύηϲιν editt. 20 χειραμεξιῶν P: corr. Dietz 21 ἢ ante ἢϲ add. editt. 23 πεγνίαιϲ P) [*](〈καὶ〉 τὸ Ermerins 24 〈τὸ〉 πλείονοϲ Rose 25 ἤττονοϲ δὲ ϲτεργό- μενον P: corr:. Reinhold: ἥττονα δὲ ϲτέργον dubitanter Ermerins 2 περι- πεϲὼν P. corr. Dietz 30 in mg. πδ᾿ ὁδοντοφυῖαϲ Orib. Paul: ὀδοντο- φυιάϲεωϲ P: ὀδοντιάϲεωϲ Aet.)

88
τενόντων, ἔμπροϲθεν μὲν προφυλακῆϲ χάριν οὑδὲν |δεῖ τῷ νηπίῳ διδό- ναι τῶν μαϲήϲεωϲ δεομένων, περιθλώμενα γὰρ τὰ οὖλα διαγανακτεῖ καὶ δυϲδιαίρετα γίνεται τυλωθέντα. πᾶν δὲ τοὐναντίον ἀπὸ τοῦ πέμπτου μηνὸϲ λελιπαϲμένῳ τῷ δακτύλῳ ϲυνεχῶϲ παρὰ τὸ λουτρὸν τὸ οὖλον ψηλαφᾶν καὶ μαλάϲϲειν ὀρνιθείῳ ϲτέατι· καὶ ὁ λάγειοϲ δὲ ἐγκέφαλοϲ οὕτωϲ τῷ τῆϲ ἀντιπαθείαϲ λόγῳ ποιεῖ. [τόδε πρὸϲ ἀνιῶντα οὖλα δεῖ δὲ καὶ λίπαϲμά τι προδιδόναι τῷ βρέφει ταῖϲ χερϲὶν κατέχειν μεῖζον ἢ 〈ὡϲ〉 καταπίνειν δύναϲθαι πρὸϲ τὸ καὶ ἀποθηλάζειν τοῦ νοτιϲμοῦ καὶ μὴ ἀπρεπῶϲ τὰ οὖλα διαμαλάϲϲειν παρὰ τὴν τῆϲ πιμελῆϲ μαλακότητα. κατὰ δὲ τὴν ὀδοντίαϲιν αὐτὴν καὶ μάλιϲτα τῶν ὀδόντων παρακυψάντων ἤδη τοῦτο μὲν οὐκέτι δεῖ ποιεῖν· πρὸϲ γὰρ τῷ ἐπι- πόνῳ διαϲτραφήϲεται τὰ φατνία ϲπαδονίζοντοϲ τοῦ παιδίου περὶ τοῖϲ ὀδοῦϲιν κατὰ τὸν ἐφελκυϲμὸν τὰϲ τῆϲ πιμελῆϲ κτηδόναϲ. παραιτεῖϲθαι δὲ δεῖ καὶ τὸ βούτυρον καὶ τὰ δριμέα τῶν διαχριϲμάτων (ἐρεθίζεται γὰρ δακνόμενα τὰ φλεγμαίνοντα), παραπέμπειν δὲ ὡϲ ἐπιβλαβῆ καὶ τὴν διὰ τοῦ ϲμιλίου διαίρεϲιν. χρῆϲθαι δὲ τρυφερῶν ἐρίων καὶ καθα- ρῶν ἐπιβολῇ τραχήλου καὶ κεφαλῆϲ καὶ ϲιαγόνων ἐπιβροχῇ τε τῶν αὐτῶν δι᾿ ἐλαίου γλυκέωϲ καὶ θερμοῦ παρενϲταζομένου καὶ τοῖϲ ἀκουϲτικοῖϲ πόροιϲ, ἐπιμενούϲηϲ δὲ τῆϲ φλεγμονῆϲ καὶ καταπλάϲμαϲι τοῖϲ διὰ γύρεωϲ ἢ τήλεωϲ ἢ λινοϲπέρμου πυρίᾳ τε τῇ διὰ ϲπόγγων, καὶ μάλιϲτα τῶν οὔλων, ἔτι δὲ καὶ μέλιτι ϲυμμέτρωϲ ἀπέφθῳ ταῦτα διαχρίειν. καὶ τὸ λουτρόν, ἐὰν μείζων |ἡ ϲυμπάθεια τυγχάνῃ, παραι- τεῖϲθαι δεῖ καὶ τὴν τροφὸν ἐπ᾿ ὀλιγοποϲίαϲ καὶ ὑδροποϲίαϲ τηρεῖν ῥοφηματώδη τροφὴν λαμβάνουϲαν κὰν τῷ διδόναι τὸν μαϲτὸν ἠρέμα τῇ χειρὶ τὸ γάλα παραναθλίβουϲαν, ὡϲ 〈μὴ〉 διὰ τὴν ἐκμύζηϲιν τὸ νήπιον κακοπαθοῦν ϲφοδροτέραν ὑπομένειν τὴν φλεγμονήν.

50 [119. Φλεγμηνάντων δὲ τῶν παριϲθμίων ἡμεῖϲ μὲν τοῖϲ. αὐτοῖϲ χρώμεθα παρενϲτάζοντεϲ μελίκρατον καὶ πτιϲάνηϲ χυλόν· αἱ τροφοὶ δὲ κυμίνῳ πεφρυγμένῳ δι᾿ ὕδατοϲ καταπλάϲϲουϲι τὸν ἀν [*](28 § 50, 1] cf. Orib. lat. t. VI 54 B—D.; Must I 135) [*](1 post τενόντων excidisse quaedam statuit Rose Mustione et Aetio col- latis; cf. et Orib. et Paul. l. c. οὐδὲ Rose 2 τὰ μαϲηϲεωϲ δεόμενα P: corr. Ermerins 5— 6 καὶ ὁ λάγειοϲ . . . . οῦλα secius. Ermerins (sed et, n. 47, 16sqq.; 121, 28 ‘cerebellis leporum’ Must.) ego τῶδε α. τόδε) πρὸϲ ἀνιέντα (ι. ἀνιῶντα) οὖλα P glossema fuisse censeo 7 προϲδιδόναι Ermerins 8 μεῖζον ἡ Dietz: μείζονι P ψϲ add. Ermerins καταπίνειν Rose: καταπιῦ P. καταπιεῖν Dietz 9 παρὰ Dietz: περὶ P 11 ἐπιπόνῳ scripsi: ἐπιπόνωϲ P 12 διαϲτραφήϲεται Rose: διαϲτραφήϲεωϲ P 17 περιβολῇ Aet.) [*](κατὰ ante τραχήλου add. Ermerins; om. P Orit. Aet. Paul. 18 παρ- ενϲταϲομἐνου Orib. (Aet.): παρϲϲταζομένου P 21 αφέπτω P: corr. Dietz 22 μείζων ἡ Dietz: μίζονι P 23 δεῖ Ermerins: δὲ P 25 παρανθλίβουϲαν P: corr. Dietz μὴ add. Rose 26 ὑπομένει P. corr. Rose 27 in mg. πε᾿) [*](29 παρεϲτάζοντεϲ P: corr. Dietz 30 τροφαὶ P. corr. Dietz)

89
θερεῶνα, τὰ δὲ παρίϲθμια παρατρίβουϲιν ἄλατι καὶ παλαιῷ ἐλαίῳ, καὶ. διὰ μιᾶϲ χειρὸϲ ἑκατέρων ἐπιλαμβανόμεναι τῶν ϲκελῶν ἐπὶ κεφαλὴν ϲχηματίζουϲι τὸ βρέφοϲ μεταξὺ θύραϲ καὶ τῷ βρέγματι προϲάπτονται τοῦ τῆϲ ϲτέγηϲ 〈ὑπὸ〉 ποϲὶν ὀδοῦ, καὶ τοῦτο ποιοῦϲιν ἑπτάκιϲ. ὅπερ ϲχῆμα ϲυμπληρωτικὸν τοῦ κεφαλίου, διὰ τοῦτο δὲ καὶ τῶν παριϲθμίων· ἡ δὲ παράτριψιϲ καθ᾿ ἑαυτὴν μὲν παροξυντικὴ τῆϲ φλεγμονῆϲ, διὰ δὲ τὴν δριμύτητα τῶν ἁλῶν καὶ μᾶλλον· τὸ 〈δὲ〉 κύμινον καὶ 〈διὰ τὴν〉 πληκτικὴν ἀποφορὰν τῆϲ κεφαλῆϲ ἐϲτι ϲυμπληρωτικόν.

51 [120]. Ἄφθηϲ δὲ γενομένηϲ (ἤτιϲ ἕλκοϲ μέν ἐϲτιν ἐπιπόλαιον ἐν τῇ εὐρυχωρίᾳ τοῦ ϲτόματοϲ νεμόμενον) μικρᾶϲ μὲν ἐϲχάραϲ οὔϲηϲ μέλιτι δεῖ τὸ ϲτόμα διαχρίειν, μείζονοϲ δὲ μετὰ ξηραϲίαϲ μὲν καὶ φλεγμονῆϲ καταπλάϲϲειν τοῖϲ | χαλᾶν δυναμένοιϲ, μετὰ καθυγραϲμοῦ δὲ τοῖϲ ϲτύφειν ὑπιϲχνουμένοιϲ, οἶον διὰ φακοῦ καὶ ϲιδίων. κατὰ δὲ τοῦ ἕλκουϲ ἔνδοθεν χρῆϲθαι τῇ ἀνθηρᾷ ἢ λείῳ τῷ ἄνθει τῶν ῥόδων ἢ κυπέρῳ ἢ μυρίκηϲ καρπῷ, ποϲῶϲ δὲ τῆϲ ὑγραϲίαϲ κρατηθείϲηϲ τῇ διὰ μόρων ϲτοματικῇ καὶ τῇ διὰ κωδυῶν καὶ τῆ δι᾿ ἀρνογλώϲϲου μετὰ μέλιτοϲ ἦ τινι ἄλλῳ τῶν ϲτυπτικῶν χυλῶν ἑψηθέντι μετὰ μέλι- τοϲ. βοηθεῖ καὶ ἰρίϲ μετὰ μέλιτοϲ, καὶ εἰ ξηρὰν ἐμφυϲᾶν ἐθέλειϲ, καὶ ῥόδων φύλλα κεκομμένα, καὶ τὸ ἄνθοϲ τῶν ῥόδων καὶ κρόκοϲ καὶ ὀλίγον ϲμύρνηϲ καὶ ἡ κηκὶϲ καὶ ὁ λιβανωτὸϲ καὶ ὁ φλοιὸϲ τοῦ λιβάνου, ὁμοῦ τε καὶ ἰδίᾳ ἕκαϲτον, μέλιτι δευόμενα, ἐπὶ τούτοιϲ μελίκρατόν τε καὶ ῥόαϲ γλυκείαϲ ὁ χυλόϲ. τὸ δὲ θριξὶν περιειλεῖν τὸν δάκτυλον καὶ ἀποβάπτειν εἰϲ ἔλαιον ἢ μέλι καὶ ἀποϲμήχειν τα ἑλκη, καθάπερ αἱ τροφοὶ πράττουϲιν, καὶ μάλιϲτα τούτων αἱ Ϲύραι, παραιτητέον, ἀποϲπωμένων γὰρ τῶν ἐϲχαρῶν ἐνυβριζόμενα τὰ ἕλκη παροξύνονται.

[*](2— 4 ἐπὶ κεφαλὴν — ἑπτάκιϲ] cf. Marcell. Empir. XIV 66 p. 111 Niederm.)[*](10—19 § 51, 1— 3] cf. Orib. Coll. lib. inc. 25, Synons ad Eustath. V 10; Paul. I 10; Must. I 136 15 τῇ ἀνθηρᾷ] compositionem e Sorani Narthece (Wellmann, ‘Celsus’ p. 38, 3) descripsit Gal. XII 957)[*](1 ἀλί τε Herwerden (sed cf. p. 60, 5) 2 τὶᾶ ϲκελῆ P: corr. Dietz 3 τοῦ scripsi: τοῖϲ P 4 ϲτέγηϲ Ermerins; τῆϲ P ὑπὸ addid. Kind ὁδοῦ Reinhold: ὀδοῦ P: 〈ἐπ᾿ 〉 ὁδοῦ Ermerins; intelleae ‘sincipite (infantis) attin- guni domus limen inferum’ 6 παραθλίψιϲ P. corr. Ermerins παρ- οξυντικὴν P: corr. Diets 7 ἄλλων P: corr. Reinhold δὲ add. Poeinhold ὰ τὴν suppl. Reinhold καὶ post ἀποφορὰν posito 9 in mg. πς᾿ 15 τοὺϲ P1: corr. Dietz τὴν ἀνθηρὰ P. corr. Ermerins ἢ λείῳ Rose: ἡλίω P 16 καρπὸϲ P: corr. Dietz 17 διακωδίων P: correxi 18 ἄλλω τῶν Rose: ἀλλων P ἐψιθέντι P: corr. Rose 19 ξηρᾶν P: ξηρὰ Rose 21 ὀλίγωϲ P: corr. Dietz 22 καὶ add. Ermerins ante ἐπὶ: ἐπὶ δὶ Orib. 23 δοιᾶϲ Orib. Paul. 26 γὰρ P : δὲ Ermerins ἔλκη Ermerins: βρέφη P 27 παρο- ξύνεται Rose)
90

52 [121]. Πρὸϲ δὲ τοὺϲ ὀδαξηϲμοὺϲ τοῦ ϲώματοϲ πυρία χρηϲι- μεύει καὶ ἄφθονον ἄλειμμα τὸ δι᾿ ἐλαίου ἀπέφθου, ϲυντακέντοϲ ὀλίγου κηροῦ χάριν τοῦ παχύτερον γενόμενον τὸ ἔλαιον τοῖϲ ϲώμαϲιν ἐπι- μένειν ἕωϲ πλείονοϲ. πρὸϲ δὲ τὰ ἐξανθήματα καὶ τὰϲ φλυκταίναϲ καὶ τὰ κάθυγρα τῶν κατὰ τῆϲ ἐπιφανείαϲ ἀποτελουμένων ἑλκῶν τὴν ἅλμην καὶ τὸ οὖρον διὰ τὴν δριμύτητα παραπέμπομεν * * ἀϲμένωϲ δὲ δέχεϲθαι. ὅταν οὖν ἀπανθήϲη καλῶϲ, τηνικαῦτα ἤδη θεραπεύειν. θερμῷ 〈δὲ〉 λούομεν ἀφεψήματι ῥόδων ἢ φακοῦ, κἂν πλείονοϲ ϲτύψεωϲ χρή- ζωμεν, μυρϲίνηϲ ἢ ϲχίνου ἢ βάτου ἡ ϲιδίων. τὰ δὲ μᾶλλον ἡλκωμένα καταπλάϲϲομεν ἀρνογλώϲϲῳ μετ᾿ ἄρτου ἢ ϲέριδι ἢ πάλη ἀλφίτων μετὰ ἀνδράχνηϲ ἢ ἀειζῴου ἢ κοτυληδόνοϲ ἢ ῥόδοιϲ ξηροῖϲ ἢ χλωροῖϲ ἑψημένοιϲ μετὰ μελιλώτου ἢ φοίνιξι καταχρίομέν τε τοῖϲ διὰ λιθαρ- γύρου καὶ ψιμυθίου καὶ ϲτυπτηρίαϲ καὶ ὄξουϲ καὶ μυρϲίνου ἢ ῥοδίνου ἢ ϲχινίνου.

53 [122]. παυϲαμένου δὲ τοῦ ῥευματιϲμοῦ καὶ τῆϲ πολλῆϲ ἀπο- κρίϲεωϲ τῶν ἰχώρων 〈εἰ〉 τὰ ἕλκη φαίνοιτο φλεγμαίνοντα, δι᾿ ὑδρε- λαίου θερμοῦ λούομεν 〈ἢ〉 ἀφεψήματοϲ λινοϲπέρμου ἢ τήλεωϲ ἢ τῶν ῥιζῶν τῆϲ ἀγρίαϲ μολόχηϲ, τὰ δὲ ἕλκη περιχρίομεν τῷ λευκῷ τῶν ψῶν ἀνακοπέντι καὶ ὑγρᾷ ϲυμπλακέντι κηρωτῇ. μετὰ δὲ τὴν ὑπέκλυϲιν τῆϲ φλεγμονῆϲ ἐὰν ῥυπαρία τιϲ ὑπομένῃ, διὰ μέλιτοϲ μετρίωϲ ἀφεψη- θέντοϲ, ἷνα τὸ δριμὺ καὶ τὸ δηκτικὸν ἀποβάλῃ, προϲαποκαθαίρομεν αὐτήν, ἢ φακῷ μετὰ μέλιτοϲ (ὁρμόζει δὲ τὸν φακὸν περιεπτιϲμένον ἕψειν, ἵνα ϲτυπτικὸν τὸ πίτυρον ὑπάρχον ἀποβάλῃ]. καθαρῶν δὲ γενο- μένων τῶν ἑλκῶν διὰ λιθαργύρου λείου ἢ ψιμυθίου ἢ τῇ διὰ χυλῶν ἀνειμένῃ ποϲῶϲ ἀναπληροῦμεν τὰ ἐπίκοιλα. μετὰ δὲ τὴν ἐξίϲωϲιν ἀπου- λώϲεωϲ χάριν τὴν διὰ λαδάνου παραλαμβάνομεν ἢ τὴν δι᾿ ψῶν ἢ τὴν διὰ κριθῶν ἢ τὴν διὰ καδμίαϲ ῥοδίνῳ προϲενηλειμμένην. καὶ ῥύπτειν δεῖ που τοῖϲ νίτροιϲ μαλακώτερον, οὐ γὰρ οἴϲει τὰ ἰϲχυρότερα. [*](1 XXV] cf. Orib. Coll. lib. inc. 24, Synops. ed Eustath. V 6. 8: Aet. IV 21; \ Paul. I 6. 8; Must. I 137 25 τῇ διὰ χυλῶν] medicamentum a Menecrate compositum descripsit Damocrates ap. Gal. XIII XIII 1001 (ἔλκη τε πληροῦν κοῖλα . . . διεθεῖϲαν)) [*](1 in mg. πζ᾿ 2 Πράοϲ P: corr. Ermerins 3 ἄφθονον ἄλειμμα Rose (adicei τὸ): ἀφθόνῳ ἀλείμματι P 4 γενόμενον Rose: γενέϲθαι P καὶ ante ἐπιμένειν add. Ermerins 7 ἅλμην Aet.: ἀκμὴν P διὰ Aet.: καὶ P lacu- nam significari coll. Orib. et Paul. ἀϲμένην Orib. Paul. 1 sq. ἀϲμένωϲ οὖν δέχεϲθαι, — ὅταν δὲ Ermerins 〈ἃ〉 ἀϲμένωϲ δεῖ δέχεϲθαι Rose 8 θερα- πεύοντεϲ Rose 2 δὲ addidi coll. Aet. 11 ἀρνόγλωϲϲον μεταρτῶν P: corr. Ermerins (cf Aet) ϲέριν ἢ παλῆϲ P: corr. Ermerins 12 ἀδράχνηϲ P) [*](13 ἑψημένοιϲ P 14 ϲτυπτηρίοιϲ P: corr. Dietz 17 εἰ add. Dietz 18 ἢ δι᾿ add. Ermerins 12 περιχρὴειν P: corr. Rose 24 ἑψεῖν P, ut solet) [*](25 χυλῶν Ermerins: χυλοῦ P 26 ἀνειμένα Rose ἐπίκοιλα Kind: ποικίλο P: κοῖλα Ermerins 27 χάριν, τῆ P: corr. Dietz 28 ῥ. προϲενηλειμμένην scripsi: ῥοδίνω προϲανειλημμένην P: προενειλημένην ὀθονίῳ Rose (p. 401 colI. Sor. ap. Gal. XII 417 29 δήπου P: corr. Rose )

91
κάλλιϲτον δὲ καὶ τὴν τιτθὴν διαιτᾶϲθαι 〈τῷ〉 γλυκυτέρῳ τρόπῳ, κάλ- λιϲτον δὲ καὶ τὸ παιδίον αὐτὸ διαιτῆϲαι μήτε ἐμπιπλῶνταϲ μήτ᾿ αὖ ϲφόδρα ἐνδεῶϲ. ἐὰν δὲ ἐφίϲτηται ἡ κοιλία τοῦ παιδίου, τότε μέλιτοϲ ἐγχέονταϲ ἔψειν ὡϲ βαλάνιον, ἐὰν δὲ μηδὲ οὕτωϲ ὑπακούῃ, τῆϲ τερε- βινθίνηϲ παρεμβάλλειν ὅϲον ἐρέβινθον· παρυγραινομένηϲ δὲ τῆϲ κοιλίαϲ κέγχρον μάλιϲτα προϲφέρειν.

54 [123]. Ῥώχοντοϲ δὲ τοῦ νηπίου διὰ τὸ πολὺ φλέγμα ϲυλ- λέγειν ἔνιοι μὲν τὰ διὰ καρδαμώμου καὶ κυμίνου καὶ κνίδηϲ ϲπέρ- ματοϲ καὶ πεπέρεωϲ ἐκλείγματα παραλαμβάνουϲιν. ἡμεῖϲ δὲ ταῦτα διὰ τὴν δριμύτητα παραπέμψαντεϲ, ὅτι δάκνοντα ῥευματίζει καὶ πλεί- ονοϲ γίνεται αἴτια φλεγμονῆϲ, μελίκρατον ϲυνεχῶϲ ἐνϲτάζομεν, κἂν καταπίνῃ τὸ φλέγμα μήπω δυνάμενον πτύειν, παραθλίβομεν τὴν γλῶϲ- ϲαν αὐτοῦ, καὶ οὔτωϲ ἐμέτου γινομένου τὸ καταποθὲν εὐχερῶϲ ἐκκρί- νεται. βήϲϲοντοϲ δὲ τοῦ βρέφουϲ τοῖϲ διὰ ϲτροβιλίων καὶ ἀμυγδάλων φρυκτῶν καὶ λινοϲπέρμου καὶ γλυκυρρίζηϲ χυλοῦ καὶ πιτυῖδων καὶ τραγακάνθηϲ καὶ μέλιτοϲ ϲκευαζομένοιϲ ἐκλείγμαϲιν χρώμεθα παραιτού- μενοι καὶ νῦν τὰ δριμέα (προϲερεθίζεται γὰρ ἡ βὴξ ἀκμὴν πρόϲφατοϲ ὑπάρχουϲα)· παραιτούμεθα δὲ καὶ τὸ λουτρόν. |

55 [124]. Ϲειριάϲεωϲ δὲ γενομένηϲ. ἥτιϲ, ὡϲ μὲν Δημήτριοϲ [φηϲὶ] ἐν Ϲημειωτικῷ παραδίδωϲιν, οὐδὲν ἄλλο πλὴν καυϲώ- δηϲ ἐϲτὶν πυρετόϲ, ὡϲ δὲ ἔνιοί φαϲι, φλεγμονὴ τῶν περὶ τὸν ἐγκέ- φαλον καὶ τὰϲ μήνιγγαϲ μερῶν, ὥϲτε κοιλότητα τοῦ βρέγματοϲ καὶ τῶν ὀφθαλμῶν παρακολουθεῖν μετ᾿ ὠχριάϲεωϲ καὶ ξηραϲίαϲ τοῦ ϲώ- [*](8 § 54, 1] cf. Orib. lat. t. VI 54 B.— D.; Must. I 138 15 § 54, 2] cf. Orib. lat. t. VI 53 B— D.; Aet. IV 18; Must. I 139 20 XXVII] cf. Orib. Synops V 13: Aet. IV 13; Paul. I 13; Must. I 140 21 sq. Δημήτριοϲ ἐν Ϲημειωτικῷ] seil. ὁ Ἀπαιεύϲ (cf. p. 94, 32: 106, 10; Cael. Auret ‘in libro Signorum ’ Cel. ΙΙΙ 18, 179; Tard. V 9, 89)) [*](1 καλὸν Rose, sed cf. Orib. Paul. τῷ add. Orib. Paul. 2 ὡϲ add. Rose ante ἐμπιπλ. ἐμπιπλῶνταϲ Orib. Cell. (ἐμπιπλάνταϲ Orib. Synops Paul.): ἐμτπιπλᾶν αὐτὸ P 3 παιδίου Orib. Synops., Paul.: παιδὸϲ P 4 ἐπιχέοντα Orib. Synops. τ deest numerus in P ὤχμου P: corr. Er- merins 9 καρδάμου Rose (de cardamona et cardamo cf. Doise I 6; II 155 Gal. XII 11 sq.) 10 ἑλίγματοϲ P: corr. Dietz 11 πλείωνο P: corr. Dietz) [*](12 αἰτία P 15 ηοοντοϲ P: suppl. Dietz ἀμυγδάλου P: corr. Er- merins 16 φρυκτῶν καὶ Rose: καὶ φρικτοῦ P: ‘noeleis pincis et amigdalis usque ad nidorem levi pruna tostalis’ Orib lat. 17 ϲκευαζομένηϲ ἑλίγμαϲιν P: corr. Dietz παραιτούμεθα P: corr. Ermerins 18 προϲεριθίζεται P: corr. Dietz 20 in mg πθ΄ P 22 φηϲὶ del. Rοse ἐν 〈τῷ〉 Dietz παραδίδουϲιν P. corr. Rose: del. Ermerins)

92
ματοϲ καὶ ἀνορεξίαϲ, ὡϲ πρὸϲ φλεγμονὴν πάντα δεῖ ποιεῖν. ‘ϲειρίαϲιν’ δὲ τὸ πάθοϲ 〈καλεῖϲθαί φαϲιν〉 οἱ μὲν ἀπὸ τοῦ ἄϲτρου διὰ τὴν πύρωϲιν, οἱ δὲ ἀπὸ τῆϲ τοῦ βρέγματοϲ κοιλότητοϲ, ὅτι ‘ϲειρὸϲ’ παρὰ τοῖϲ γεωργοῖϲ λέγεται ϲῶμα κοῖλον, εἰϲ ὃ τὰ ϲπέρματα βάλλοντεϲ φυλάττουϲιν. ὠφελεῖ δὲ καὶ αὐτοὺϲ τοῦ ψοῦ τὸ ἐρυθρὸν ἀνεθὲν διὰ ῥοδίνου καὶ πτύγματοϲ τρόπον τιθέμενον κατὰ τοῦ βρέγματοϲ καὶ ϲυνεχῶϲ ἀλλαϲϲόμενον, ἢ ἐπὶ τοῦ αὐτοῦ βρέγματοϲ τιθέναι ἡλιοτροπίου φύλλον, κολοκύνθηϲ ξέϲματα, ϲικύου πέπονοϲ τὸ περικείμενον τῇ ϲαρκὶ δέρμα ἡ ϲτρύχνου κηπαίου τὸν χυλὸν μετὰ ῥοδίνου.

56 [125]. Ῥευματιζομένου δὲ τοῦ βρέφουϲ τὴν κοιλίαν τὸ μὲν λουτρὸν καὶ τὴν αἰώραν παραιτούμεθα, χρώμεθα δὲ τοῖϲ ϲτυπτικοῖϲ τῶν ἐπιθεμάτων καὶ δι᾿ ὠτικοῦ κλυϲτηριδίου κύαθον ἐνίεμεν χυλοῦ 〈ἢ〉 ἀρνογλώϲϲου ἤ τινοϲ τῶν ὁμογενῶν |τὸ ϲύνολον, ἃ καὶ ἐπὶ τῶν τελείων παϲχόντων ἐγκρίνομεν, ἕωϲ ἡ δύναμιϲ ἐπιτρέπει. μαϲτὸν δὲ λαμβάνοντοϲ αὐτοῦ τὴν τροφὸν διαιτῶμεν τῷ περὶ τὸ βρέφοϲ πάθει καταλλήλωϲ ἀλουτεῖν κελεύοντεϲ καὶ ὑδροποτεῖν καὶ τροφὰϲ λαμβάνειν ϲταλτικάϲ· ϲυναναφέρεται γὰρ αὐτῶν ἡ ποιότηϲ, ὥϲτε τὸ νήπιον εἰϲ ϲυναίϲθηϲιν αὐτῆϲ μᾶλλον ἔρχεϲθαι. καθὼϲ γὰρ αἱ ϲύεϲ αἴραϲ φαγοῦϲαι ϲκοτοῦϲι τοὺϲ ὑπ᾿ αὐτῶν τρεφομένουϲ γαλαθηνοὺϲ αὐταὶ μὴ ϲκοτού μεναι καὶ ὡϲ τῶν αἰγῶν ϲκαμωνίαν νεμηθειϲῶν οἱ ὑπ᾿ αὐτῶν τρεφό- μενοι ἔριφοι καθαίρονται τὴν κοιλίαν καίτοι τῶν αἰγῶν μὴ ῥευμα- τιϲθειϲῶν, οὕτῳ διὰ τὴν προϲφορὰν τῶν ϲταλτικῶν ϲιτίων ἦττον μὲν ἡ τροφὸϲ ἀντιλαμβάνεται τῆϲ ϲφίγξεωϲ, μᾶλλον δὲ τὸ βρέφοϲ τῷ ἐξ [*](3 ϲειρόϲ] Etym. Magm. s. v. ϲιροί τὸ ἐπιτήδειον ἀγγεῖον εἰϲ ἀπόθεϲιν πυρῶν καὶ τῶν ἄλλων ὀϲπρίων; cf. Varr. Rer.rust. Ι 57, 2 ‘quidans granaria habent sub terris speluncas, quas tocant sirus, ut in Cappadocia ac Thracia’ 5 § 55, 2] cf. Dietz. Eupor. I 9 (Orib. Synops VIlI 21); Welliman, Die Schrifi des Diosk. Π. ἁπλ. φαρμ. (Berl. 1914) p 40; 54 7 ἡλιοτροπίου φύλλον] cf. Diosc. Mat. med. I IV 190, 2 8 κολοκύνθηϲ τέϲματα] cf. Diose. Mat. med ΙΙ 134 (ξύϲμα)) [*](8 seq. ϲικύου . . . δέρμα] cf. Diose. Mat. med. ΙΙ 135, 2 2 ϲτρούχνου κηπαίου] cf. Diose. M. med. IV 70, 2 11 § 56] c Aet IV 19; Must. I 141) [*](21 ὧϲ τῶν αίγῶν κτλ] cf. Hippocr. Epid. VI 5, 15 (Gel. XVII 8 305sq.)) [*](1 ϲειρίαϲιν scripsi: ϲηρίον P: ϲείριον editt 2 καλεῖϲθαί φαϲιν add. Rein- hold (sed post οἱ μὲν) 3 ϲειρὸϲ scripsi: ϲῆροϲ P: ϲιρὸϲ editt. 4 βαλόντει P. βαλόντεϲ Ermerins 5 post φυλάττουϲιν (lacunam statuit Ermerins καὶ αὐτοὺϲ seil. ut alios inflamuiatione laborantes 5sq. ἀνεθὲν διὰ ροδίναι Dietz: ἀνεθέντι ῥοδίνου P: ἀνεθέν τε ῥοδίνῳ Ermerins: ἀνεθὲν ῥοδίνῳ Rose 7 βρέγματοϲ del. Ermerins post ἡλιοτροπίου add. τοῦ ϲκορπιούρου καλουμένου Diose. Eupor., Orib. (Aet.) Paul. 8 φύλλον Rose: χυλὸν P (cf. Aet: fort. φύλλα cum Diose. Eupor. ante κολοκύνθηϲ εἰ ϲικύου add. ἢ Ermerins 9 κηπαίου scripsi cum Diose.: κηπευτοῦ P post κηπαίου add. τῶν φύλλων Diose. Eupor., Οrib. 11 in mg. 𝒢΄ δἰ Aet.: οὖν P 12 [δ[ι] ῶραν (ὃι in ras.) P 13 καυτηριδίου P: corr. Dietz 14 ἢ addidi (cf. p. 120, 3) 15 ἐκρίνομεν P: corr. Dietz 18 αὐτῶ P. corr. Ermerins 19 εἰραϲφαγοῦϲαι P: corr. Ermerins 21 ϲκαμωνίαν P: ϲκαμμ. editi. 22 κοιλίην P ραματιϲθειϲῶν P)

93
αὐτῆϲ γάλακτι τρεφόμενον. διὸ καὶ τοὐναντίον 〈ἐὰν〉 ἀδιαχώρητον μένῃ μέχρι πλείονοϲ, τῇ τροφῷ δίδομεν τὰ μαλάϲϲοντα τὴν κοιλίαν.

57 [126]. καίτοι γὰρ καὶ καθολικῶϲ ἕωϲ τῷ γάλακτι τρέφεται τὸ βρέφοϲ, καταλλήλωϲ τῇ νόϲῳ τοῦ νηπίου τὴν τροφὸν διαιτῶμεν, τοῖϲ δὲ ἐπιθέμαϲιν ἢ καταπλάϲμαϲιν ἢ καταβροχαῖϲ ἐπὶ τοῦ νηπίου χρώ- μεθα καταλλήλωϲ. ἐπὶ δὲ τοῦ ἀπογαλακτιϲθέντοϲ ϲιτίον αὐτῷ κατάλ- ληλον τῷ πάθει ϲυντάϲϲομεν, ἅπερ ἐκ τῶν θεραπευτικῶν ῥηθηϲομένων ἔϲτι μετενεγκεῖν.

τὸ δὲ πόϲων ἐτῶν αὐτὸ γενόμενον παιδαγωγῷ παραδοτέον καὶ πυταπῷ τούτῳ καὶ ἢν ϲυνήθειαν αὐτῷ καταϲκευαϲτέον πρὸϲ τοὺϲ γονεῖϲ, ὅτε μὴ τρέφεται παρ᾿ αὐτοῖϲ, καὶ πάν τὸ ἐμφερῶϲ ζητού- μενον τούτοιϲ οὐ κατ᾿ ἰατρικάϲ ἐϲτιν ὑποθήκαϲ, φιλοϲοφωτέραν δὲ τὴν διάταξιν ἔϲχηκεν, ὥϲτε |παρὰ τρόπον ἄλλοιϲ ἐπιτρέψαντεϲ φιλο ϲοφεῖν αὐτοῖϲ τὸν περὶ παιδοτροφίαϲ λόγον ἐνθάδε τελειοῦμεν. ϲυν- απηρτικότεϲ δὲ αὐτῷ πάντα τὸν περὶ τῶν κατὰ φύϲιν λόγον ἀναγκαίωϲ ἐπάνιμεν ἐπὶ τὸ πλειϲτοδυναμοῦν τῶν λεγομένων περὶ τῶν παρὰ φύϲιν ϲυνιϲτανομένων περὶ τὰϲ γυναῖκαϲ. καὶ ἠνα καθαρὸν γένηται τὸ ἰδίωμα τῆϲ πραγματείαϲ, περὶ αὐτοῦ πρῶτον ἐξετάϲομεν τοῦ κατὰ τὸ ϲημαι- νόμενον, εἰ ἴδια πάθη γίνεται γυναικῶν.

[*](1 ἐὰν supplesi: εἰ Ermerins 2 μένη P: μένει Dietz 3 καίτοι P καὶ Rose καὶ Rose. ἢ P. del. Ermerins τρέφεϲθαι P. corr. Dietz 7 τῶν παθῶν P. corr. Ermerins ἅπερ P: οὖπερ Rose ῥηθηϲομένων P: ῥηθέντα ϲημεῖα Rose quaenam spectentur therapeutica incertlum 8 ἐϲτὶν P)[*](μετενενεγκεῖν. τὸ Ermerins: μετενέγκοιντο P 9 γενόμενον P: corr. Er. merins: γενομένων Dietz 10 ποταπῶ P: ποδαπὼ Ermerins ἢν] cf. Kühmer- 〈Gerth II 438. ἢν P 11 τρέφεϲθαι P: corr. Dietz 14 αὐτοῖϲ P: αὐτοὶ Er- merins 15 αὑτῶν ἂν τὰ P. corr. Dietz περὶ τὰ P: corr. Ermerins 16 ἐπάνιμεν ἐπὶ Rose: ἐπανιμένειν P: ἐπάνιμεν εἰϲ Ermerins πλεῖϲτον δυνα- μοῦν P: corr. Reinhold 17 ϲυνιϲτανομένων P: ϲυνιϲταμένων editt. 18 ἐξετάϲομεν Ermerins: ἐξετάϲωμcν P 19 sequuntur in P (p. 20 sq. D) capita 𝒢α΄ Πρὸϲ τὰ τῶν μηρῶν καὶ ὡτων παρατρίμματα) et 𝒢β΄ (Δίωτα νηπίων καὶ τῶν ἐφεξῆϲ ἡλικιῶν ἄχρι τῶν παρακμαζόντων ϲυνοπτική) Aetiana (IV 12, 24, 29))