De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Εστι δὲ καὶ ἄλλη νόσος ὀξεῖα ἐν κύστει· ῥή[γνυται] δὲ φλὲψ ἐν αὐτῇ, καὶ τὸ μέν τι | ἔξω διαδίδωσι τοῦ αἵματος, τὸ δέ τι καὶ εἴσω πήγνυται.

Πάντως δὲ τὰ τοιαῦτα ἀσώδη, καὶ ἐφιδροῦντα, καὶ ἄκρα ψύχεται, καὶ οὖρα ἐπιλαμβάνεται.

Διὰ ταχέων οὖν, ὥσπερ ἐν ταῖς ἄλλαις αἱμοῤῥαγίαις, καὶ ἐπιδῆσαι βραχίονας, περιστρέψας ἔριον, ἢ ὑποδεσμίσι, καὶ σπόγγους προστιθέναι, βρέχων ὄξει καὶ ὕδατι,

τῷ ἐπισείῳ καὶ τῷ περινέῳ, καὶ καταπλάσσειν πολύγονόν τε καὶ βάτον, καὶ ῥοιᾶς ἄνθη, καὶ σέλινον καὶ κορίαννον, καὶ σχίνου φύλλα.

Τούτων ἕκαστον μετὰ πάλης ἀλφίτου καταπλάσσειν, καὶ πυκνὰ ἀφαιρεῖν, πρὶν εἶναι χλι|αρόν.

Διδόναι δὲ καὶ πίνειν τὰ τῶν αἱμοῤῥαγιῶν φάρμακα, οἷον τῆς τε ποντικῆς ῥίζης κεκομμένης, καὶ λωτοῦ τορνεύματα, καὶ γλυκυσίδης τὸν ἐρυθρὸν κόκκον, καὶ ῥάμνου φύλλων, καὶ προμάλου ἀπόβρεγμα, καὶ μηδείου ῥίζαν, καὶ κλυμένου, καὶ ἵππουριν, καὶ κενταυρίου τοῦ μεγάλου τὴν ῥίζαν, καὶ λιβανωτοῦ φλοιόν.

Πολλὰ δὲ καὶ ἄλλα ἐν τῷ μακρῷ χρόνῳ ἐξεύρηται· καὶ τά γε πλεῖστα αὐτῶν, τὰ μὲν ἐν ταῖς τοῦ θώρακος πτύσεσιν ἤδη εἴρηται, τοῦτο δὲ καὶ ἐν τοῖς γυναικείοις εἰρήσεται ὕστερον.