De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Κοινὴ δὲ ἄλλη νόσος ἥπατος καὶ φλεβὸς τῆς | ἐπὶ νεφροὺς τει νούσης, καὶ αὐτῶν [τῶν] νεφρῶν, καὶ προσέτι οὐρητήρων καὶ κύστεως, εἰ καῦμα ἔχοι τὸν ἄνθρωπον, καὶ δίψα ἄπαυστος, καὶ πίνων αὐτίκα οὐροίη, καὶ συντήκοιτο τὸ σῶμα ἐπὶ κύστιν.

Κοιλίαι δὲ τούτοις ξηραίνονται, καὶ ἀνίδρωτές εἰσι, καὶ ἀπόλλυνται ἐν χρόνῳ λεπτυνθέντες.

Καὶ | [ὅτι λειεντερίαν εὗρον] ἐγγυτάτω ταύτης, διάῤῥοιαν εἰς οὖρα ὠνόμα[σαν, οὐ λειουρίαν· ἀλλ]ὰ νῦν γεὀνομαδέσθω· καὶ γάρἐστιν οἷον ἡ λειεντερία [κατὰ ἔντερα, τοι]όνδε ἄλλο κατὰ κύστιν τὸ εἰρη|μένον

ἀῤῥώστημα.

Καὶ [συμβαίνει ἐνθένδε] ὥσπερ καὶ ἐκ τῆς λειεν τερίας τελευτῆσαι [τὸν ἄῤῥωστον] ἀποληφθέντων ἀθρόως τῶν οὔρων, εἰ μή τις ἐμέ[τῳ ἀντι]σπᾷν ἐθέλοι· τοῦτο γὰρ τὸ μέγιστον ἴαμα τῇ νό[σῳ ταύτῃ πι]όντα αὐτίκα ἐξεμεῖν.

Πίνειν δὲ ὡς ψυχρότατον καὶ τἄλλα τῇ διαίτῃ ψυχροτέρᾳ χρῆσθαι, τῶν τε ψυχόντων λαχάνων ἐσθίοντα, καὶ κυκεῶνα πίνοντα, καὶ πτισάνης χυλὸν ῥοφοῦντα· οὐρητικὸν δὲ μηδὲν προσφέρειν, ἀντισπᾷν δὲ καὶ εἰς ἱδρῶτας· εἰ γὰρ καλῶς δύναιτο ἐξιδροῦν, ἐπιξηραίνοιντο ἂν αἱ οὐρήσεις.

Ἄριστον δὲ εἰ ἐν πίθῳ πυριῷτο, ὑπερέχων ἄνω τὴν κεφαλὴν, ὡς τὸ μὲν ἄλλο σῶμα Θερμαίνηται, ψυχρὸν δὲ ἕλκῃ ἀέρα· καὶ τὰ ἄλλα, ὥσπερ καῦσον Θεραπεύειν, ἵνα σοι ταχὺ ἄδιψος γένηται. —