De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Τό τε σύμπαν εἰς εὐεξίαν ἄγειν τὸν ἄνθρωπον ταῖς ταλαιπωρίαις [συμμέτρω]ς χρώμενος, καὶ ἀνατρίβων τό τε ἄλλο σῶμα, καὶ τὴν ὀσφὺν, [τοτὲ μὲν] ξηρότερον, τοτὲ δὲ λιπαρώτερον, ποτὲ δὲ ἐν φαρμάκοις, τῇ τρυγὶ, καὶ τῷ νίτρῳ, καὶ τῇ κισσήρει.

Συμφέρει δὲ καὶ τῷ ἀρσενικῷ χρῆσθαι, ὅνπερ τρόπον αἱ γυναῖκές εἰσιν εἰθισμέναι, καὶ τὰ ἄλλα οὕτω ποι|εῖν ὡς ἐν τοῖς

χρονίοις εἰθίσμεθα, καὶ ἑλλέβορον πίνειν.

Εἰ δὲ μὴ ἐπὶ τούτοις παύσαιτο ἡ νόσος, συγγηράσκει.

Ὅσαι δὲ σκληρότητες κατὰ νεφροὺς γίγνονται, ὀδύνας μὲν οὐκέτι παρέχουσι, δοκεῖ δὲ αὐτοῖς, ὥσπερ ἐκ τῶν κενεώνων κρέμασθαί [τι], καὶ ναρκώδεις μέν εἰσι τὰ ἰσχία, ἀκρατεῖς δὲ σκελῶν, οὐροῦσί τε ὀλίγα, τήν τε ἄλλην ἕξιν τοῖς ὑδατουμένοις μάλιστα ἐοίκασιν· οἱ δέ τινες καὶ σαφῶς ὑδατοῦνται ἐν τῷ χρόνῳ, οἷα καὶ ἀπὸ τῶν ἄλλων σπλάγχνων σκληρυνομένων.

Τούτους ἁπαλύνειν κηρωταῖς, καὶ μαλάγμασι, καὶ τρίψεσι, καὶ πυριάμασι, καὶ οὐρητικὰ προσφέρειν, καὶ τὴν γαστέρα ὑποκλύζειν.

Ἐλπίδες δὲ ἐντεῦθεν, καὶ τὰς κινήσεις τῶν σκελῶν ἐπανελθεῖν, καὶ μὴ ὑδατωθῆναι.