De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Μέγιστον δὲ τῆς Θεραπείας, μετριότης σίτου καὶ πέψις· αἱ δὲ πλησμοναὶ καὶ ἀπεψίαι οὐ μόνον παροξύνουσι τὴν νόσον, ἀλλὰ καὶ ἐπάγονται· πολλοὶ γοῦν ἐπὶ ταύταις οὔρησαν Θολεράς τε ὑποστάσεις καὶ ψαμμώδεις· διὸ δὴ παρακελεύομαι καὶ ἐμεῖν ἀπὸ δείπνου πολλάκις, καὶ τοῦ | ἀψινθίου πίνειν Θαμινὰ, καί ποτε καὶ φαρμακευθῆναι κάτω, καὶ σιτία αἱρεῖσθαι ἀπὸ ὧν οὔτε πλησμοναὶ, οὔτε ἀπεψίαι ἔσονται.

Παρακελεύομαι δὲ καὶ τοῖς οὐρητικοῖς καθαίρεσθαι, τὸ μὲν ἐπὶ ἡμέρᾳ ἐσθίοντα δαῦκόν τε ἑφθὸν, καὶ μάραθρον, καὶ ἱπποσέλινον, καὶ σόγχον καὶ σκόλυμον, καὶ γλήχωνα, καὶ καλαμίνθην, καὶ τῶν Θαλασσίων ἐχίνους τε καὶ στρόμβους, καὶ καρκίνους τε καὶ ἀστακοὺς, καὶ τὰ ὀστρακόδερμα· πάντα | ταῦτα μὲν τὰ ἐπὶ ἡμέρᾳ· διὰ πλείονος δὲ ἠρυγγίου τε ἀφέψημα πίνειν καὶ χαμαιπίτυος, καὶ δικτάμνου, καὶ πολίου, καὶ τριβόλου ῥίζης, καὶ κυμίνου ἀγρίου, καὶ

ἃ Θρύπτειν τοὺς λίθους εἴρηται.

Χρὴ δὲ καὶ τὸ ὕδωρ, τό τε εἰς τὴν ἄλλην δίαιταν, καὶ ἐν ᾦ τὰ φάρμακα | [ἐνέψεται λεπτόν τε] εἶναι καὶ γλυκὺ καὶ καθαρὸν, τὰ δὲ ποτάμια καὶ λιμναῖα [ἀποδοκιμαστέον· κ]αὶ γὰρ οὐκ ἐνόντας λίθους ποιήσειεν ἄν· καὶ τὸν οἶνον λεπτόν τε [εἶναι, καὶ γλυκὺν] καὶ λευκόν· οὐρητικὸς γὰρ μᾶλλον τοῦ μέλανος καὶ στρυφνοῦ [τε καὶ παχέος].

Τό τε σύμπαν εἰς εὐεξίαν ἄγειν τὸν ἄνθρωπον ταῖς ταλαιπωρίαις [συμμέτρω]ς χρώμενος, καὶ ἀνατρίβων τό τε ἄλλο σῶμα, καὶ τὴν ὀσφὺν, [τοτὲ μὲν] ξηρότερον, τοτὲ δὲ λιπαρώτερον, ποτὲ δὲ ἐν φαρμάκοις, τῇ τρυγὶ, καὶ τῷ νίτρῳ, καὶ τῇ κισσήρει.

Συμφέρει δὲ καὶ τῷ ἀρσενικῷ χρῆσθαι, ὅνπερ τρόπον αἱ γυναῖκές εἰσιν εἰθισμέναι, καὶ τὰ ἄλλα οὕτω ποι|εῖν ὡς ἐν τοῖς

χρονίοις εἰθίσμεθα, καὶ ἑλλέβορον πίνειν.

Εἰ δὲ μὴ ἐπὶ τούτοις παύσαιτο ἡ νόσος, συγγηράσκει.