De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Χρὴ οὖν κατακείμενον μαλακῶς ἀνατρίβειν τε ἐπὶ ἑκάστῃ ἡμέρᾳ, καὶ τρέφειν, κατὰ ἀρχὰς μὲν γάλακτι, ὡς εἴρηται, καὶ ῥοφήμασι πτισάνης, καὶ ἀμυλίοις, καὶ τῷ πλυτῷ ἀλεύρῳ ἐν γάλακτι ἑφθῷ, καὶ ἰτρίοις καταθρύπτων εἰς ζωμὸν ὄρνιθος λιπαρὸν, καὶ ἔτνει τῷ τε ἀπὸ τῶν ὤχρων, καὶ [τῷ] ἀπὸ τῶν δολίχων, καὶ τῷ ἀπὸ τῶν ὀρόβων, προαπογλυκαίνειν τούς τε ὀρόβους, καὶ αὐτοὺς κατὰ αὑτοὺς ἕψων, ἢ καὶ συμμίσγων τινὶ τῶν εἰρημένων ὀσπρίων.

| Λάχανα δὲ ἐπιτήδεια τοῖς παροῦσι μαλάχη, καὶ λάπαθον, καὶ βλίτον, καὶ ἀνδράχνη, καὶ ἀσπάραγος, καὶ κολοκύνθη, καὶ ἑφθὸς σίκυος, καὶ θριδακίνη ἑφθή· ὠμὸν δὲ οὐδὲν συμφέρει ἐσθίειν.

Ταῦτα δὲ καὶ τὴν γαστέρα ἡσυχῆ ὑπάγει, καὶ τὰς τῶν οὔρων δήξεις ἀμβλύνει.

Προϊόντος δὲ τοῦ χρόνου, καὶ πεπαυμένων εἰς τέλος τῶν πυρετῶν, ἀνατρεφομένου τε τοῦ ὄγκου, καὶ τοῖς κρέασι δεῖ σιτίζειν. —

Κρέα δὲ ἐπαινῶ ἐς τήνδε τὴν νόσον, ἐρίφων καὶ ἀρνῶν καὶ χοίρων, καὶ ἁπαλοὺς ὄρνιθας, καὶ ἰχθύων τὰ πετραῖα ἑφθὰ, καὶ ῥίνας, καὶ λειοβάτους, καὶ νάρκας, καὶ τὸ τοιοῦτον γένος τῶν σε λάχων. —

| Εἰ δέ τινος καὶ τραγήματος προσδέοιτο ἐν μακρᾷ νόσῳ, ἰσχάδων μὲν ἀπέχειν· πολέμιαι γὰρ τοῖς ἕλκεσιν· φοίνικας δὲ προσφέρειν, καὶ καρύων τῶν ποντικῶν, καὶ κώνων, καὶ ἀσταφίδος, καὶ ἀμύγδαλα φρύγων διδόναι μετὰ μέλιτος· οἶνον δὲ πίνειν μελιχρόν·

ὄξους δὲ ἀπέχειν καὶ παντὸς ἁλμυροῦ καὶ πόματος καὶ σιτίου· τὰ μὲν οὖν προσάρματα τῶν νεφριτικῶν τοιάδε.

Ἡ δὲ ἄλλη δίαιτα, πρὸς τὰς κινήσεις [μήτε] ἐπιπολὺ, μήτε ταχέως ἄγειν· οὐδὲ γὰρ ἑτέρῳ ἕλκει οὐδενὶ κίνησις συμφέρει, πολύ γε μὴν μᾶλλον τοῖς κατὰ νεφρῶν ἕλκεσιν.

Ἀλλὰ ἀτρεμοῦντα ἀνακομίζειν ἐν εὐπαθείᾳ πάσῃ, τρίψεσί τε ὡς λιπαρωτάταις, καὶ λουτροῖς, καὶ σκέπῃ. —

| Τὰς δὲ ὑπογιγνομένας πλησμονὰς ἀρκέσει καὶ πυρία ξηρὰ κενῶσαι, καὶ ἔμετος· κάτω δὲ οὐ χρὴ μαλάσσειν, πλὴν ὅσα ἐπὶ ἡμέρᾳ τῶν τινι εἰρημένων βρωμάτων.

Ὡς μὴ σφόδρα ταλαιπωροῖντο τοῖς ἐμέτοις, μήτε ἄγαν ἐμπλήσας κέλευε ἐξεμεῖν, καὶ τῶν ἐμετηρίων σιτίων προσάρας· ταῦτα δέ ἐστι τὰ πίονα καὶ γλυκέα, καὶ οἱ σπερματίαι σίκυοι· εἰ δὲ μὴ παρεῖεν, τὸ σπέρμα αὐτῶν τετριμμένον μετὰ μέλιτος, καὶ ἄλευρον ἑφθὸν, καὶ πόμα ἐπὶ τούτοις γλυκὺ καὶ

δαψιλές.

Οὐ μόνον δὲ πρὸς τὰς | πλησμονὰς ἐπαινῶ τοὺς ἐμέτους, ἀλλά μοι δοκεῖ τολμήσας τις θαμινὰ ἐξεμεῖν ταχὺ ἂν καὶ ἕλκος ἐν νεφροῖς, καὶ ἄλλην τινὰ ἐνθένδε λῦσαι βλάβην.

Ὅταν δὲ εἰς τόδε ἔλθῃ, ὥστε ῥαΐζειν δύνασθαι καὶ ἀνέχεσθαι κινούμενος, τὰ μὲν πρῶτα ἡσυχῆ τε καὶ ὀλίγα καὶ ἐν ἰσοπέδῳ περιπατεῖν· στάσεις δὲ καὶ δρόμους καὶ πηδήσεις καὶ ἐξαπιναίους ἐπικύψεις φυλάσσεσθαι· ἔπειτα δὲ κατὰ ὅσον ἐπιδίδωσι ῥώμῃ τε καὶ εὐεξίᾳ, κατὰ τοσοῦτο τοῖς τε περιπάτοις, καὶ τοῖς ἄλλοις πόνοις προστιθέναι.

Τὰ εἴδη τῶν ἄλλων πόνων ἐστὶν, ἀναπάλαι τε χειρῶν, καὶ τρίψεις κατὰ πολλὴν ἡσυχίαν· δίαιτα μὲν ἥδε τῶν νεφριτικῶν. —

Εἰ δὲ πρὸς τὰ ἔξω τράποιτο τὸ ἐμπύημα, οἰδεῖ τε μᾶλλον ἐνταῦθα, καὶ τῇ χειρὶ κατα φανέστερον, [καὶ | τῇ ὄψει γίγνεται.

Τούτ]|ους διέκαιον οἱ παλαιοὶ ᾗ

ἀπεκορυφοῦτο μάλιστα, τὰ δὲ [ἕλκη ὡς τῶν κοινῶν] τὰ κοῖλα ἰῶντο· οὐ μὴν εἰς ἅπαν ἐξυγιάζετο, ἀλ[λά τι ἐσυριγγ]οῦτο τοῦ ἕλκους.

Εὐρυώδης δὲ ὁ σικελὸς, καὶ Ἱππο[κράτης ἠπί]σταντο καὶ τέμνειν τοὺς νεφριτικοὺς, ὥστε παρεκελεύον[το τὸν λιθ]ιῶντα νεφρὸν καὶ ἔμπυον ταύτῃ, τέμνοντα ἰᾶσθαι, ᾧ ἀπιστεῖν | μὲν οὐκ ἔχω, τἄλλα γε ὄντι ἀγαθῷ τὴν τέχνην· αὐτὸς μέντοι οὔ φημί πω ἐπιτολμῆσαί τινι τοιούτῳ· ἐπεὶ καὶ τῷ τέμνοντι τὸν θώρακα ἐν τῇ φθινάδι νόσῳ παρὰ τὰς ἐσχάτας πλευρὰς καὶ διατιτράντι εἴσω καλῶς ποτε ἀπέβη, τοῦ πύου ταύτῃ ὑπεξελθόντος ὥστε τὸ ἄνω ἕλκος ἐπιξηρανθῆναι.

Καὶ ἴσως ἐν τοῖς ἐσχάτοις ἀῤῥωστήμασι καὶ τοιοῦτόν τι τολμητέον· ὅπου γε μὴν καὶ ἄλλων ἰαμάτων ἔστιν εὐπορεῖν, οὐ χρὴ ἑκόντας ἐνταῦθα τὰ ἔσχατα ἐξευρίσκειν.