De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Τὰς μὲν οὖν φλεγμονὰς ὧδε ἄν τις θεραπεύοι κάλλιστα· ὅσοις δὲ ἔμπυοι οἱ νεφροὶ γίγνονται, ἤδη μέν τι καὶ ἐξογκεῖ περὶ τοὺς κενεῶνας, ἀτὰρ καὶ καῦμα ἰσχυρὸν ἔνεστιν ἐν τοῖς νεφροῖς, καὶ οὐροῦσι πυῤῥὰ καὶ ἄκρατα, καὶ αἱ ὀδύναι οὐκέτι μὲν ὀξεῖαί εἰσιν, ὡς πρόσθεν,

βαρύτεραι δὲ καὶ σφύζουσαι, καὶ οἱ πυρετοὶ οὐ καθεστῶτες, ἀλλὰ πεπλανημένοι γίγνονται καὶ φρικώδεις.

Τούτοις ῥήγνυται τὰ μὲν πολλὰ ἐπὶ κύστιν· καὶ ἐστὶν | αὕτη τῶν ῥήξεων ἡ κρατίστη· ποτὲ μὴν καὶ ἐπὶ ἔντερον ῥήγνυται, ταύτῃ κορυφώσαντος τοῦ ἐμπυήματος καὶ σαπέντος.

| Πραξαγόρας δὲ ἔφη, τινὶ καὶ τὸ οὖρον διὰ τῆς ἕδρας ἰδεῖν ἀποκρινόμενον, καὶ βιῶναι μὲν τοῦτον ἔτη δώδεκα, οὐ μέντοι εἰδέναι, εἰ καὶ μεταξὺ ἐβιῶ· προαπελθεῖν γὰρ, καὶ οὐδὲν ἔτι πυθέσθαι ὕστερον.

Ἄλλοις δὲ ἐπὶ τὰ ἔξω ῥήγνυται παρεξιὸν τὸν κενεῶνα, ὃν πληροῦσθαι ἀνάγκη πύου τε καὶ οὔρου, καὶ αὐτοῦ μένειν, χρόνῳ δὲ βιασάμενα εἰς τὴν ἕδραν ἥκειν, καὶ ταύτῃ ἰέναι ἔξω.

Τοῖς δέ τισιν οὐδὲ ῥήγνυσθαι ἐθέλει ἐκ τῶν νεφρῶν, ἀλλὰ αὐτοῦ μένει χρόνον πολὺν, ἔστε ἂν ἢ διακαύσῃς, ἢ ἄλλον τρόπον ἀποστομώσῃς.

Ῥαγέντα

δὲ ἐπὶ κύστιν, τὰ μὲν πρῶτα μιξόπυά τε καὶ αἱματώδη οὐροῦσιν, ὥσπερ ἔκ τινος καὶ ἑτέρου τομῆς ἐμπυήματος, ἔπειτα κατὰ λόγον τῶν ἑλκῶν.

Εἰ μὲν τὰ ἕλκη πονηρεύοιτο, οἷα καὶ ἐπὶ τοῖς ἄλλοις ἕλκεσι σηπομένοις, πολλά τε καὶ δύσοσμα, καὶ | πελιὰ, καὶ μυξώδη, καί τινα καὶ σαρκία παραμήκη, ὁποῖα ἶνες ἀπέρχονται· εἰ δὲ χρηστὰ εἴη τὰ ἕλκη, καὶ τὸ πύον λευκὸν, καὶ ὁμαλὸν, καὶ ἄνοσμον, καὶ ὀλίγον ἀπέρχεται.

Ἢν δέ σοι δοκῇ ὁ νεφρὸς εἰς πύον τρέπεσθαι, δόξῃ δὲ τοῖς εἰρημένοις σημείοις, συμπεπαίνειν τε ὡς τάχιστα, καὶ ῥῆξίν τινα οὕτω μηχανᾶσθαι· τὰ γὰρ πολλὰ ἐπὶ κύστιν τρέπεται.

Πυριᾷν τε οὖν συνεχῶς τοῖς σπόγγοις, καὶ καταπλάσσειν ἀλεύρῳ κριθίνῳ μετὰ σύκων ἀφεψήματος· τὰ δὲ σῦκα ἐν μελικράτῳ ἢ οἴνῳ ἕψειν· ἀγαθὸν δὲ καὶ αὐτῶν τῶν σύκων μίσγειν λεαίνοντα, καὶ ἀψινθίου δὲ κόμην κόψαντα ἐμβάλλειν, καὶ χαμελαίας,

καὶ ἶριν σεσησμένην, καὶ βρυωνίας τὴν ῥίζαν· ταῦτα δὲ ἅμα μὲν συμπέσσει, ἅμα δὲ ἐπὶ οὔρησιν ἄγει.

Δεῖ δὲ καὶ τὴν οὔρησιν ἐρεθίζειν, ὥστε καὶ ἐπιπίνειν τῶν οὐρη|τι|κῶν κελεύειν συμφέρει· ἐπιτηδειότατον δὲ τὸ τῆς ἄγνου σπέρμα ἐν οἴνῳ ἢ μελικράτῳ πινόμενον, καὶ ἡ τοῦ νάρθηκος ῥίζα, καὶ ἄγχουσα, καὶ τὸ ἄρον, καὶ ἕν τι ἕκαστον, καὶ εἰ δύο καὶ τρία συμμίξαις. —

Ἀγαθὸν δὲ καὶ τόδε· ὀριγάνου καὶ δαύκου ὅσον χοίνικα, καὶ ψευδοδικτάμνου ὅσον χοίνικα ἐμβάλλων εἰς οἶνον εὐώδη λευκὸν, ἀποτίθεσθαι· ὅταν δὲ χρῄζῃς, λαβὼν κυάθους τέσσαρας, καὶ κεράσας πρὸς ὕδατος δύο, καὶ ἔτι πηγάνου φύλλων ὡς λειοτάτων μίξας δραχμὴν μίαν, διδόναι πίνειν· τοῦτο ἄξει πύον καὶ οὖρα πολλά.

Εἰ δέ σοι τάδε ποιοῦντι μηδὲν μᾶλλον ῥηγνύοιτο τὸ ἐμπύημα, καὶ ὑποκλύζειν κλυσ|μοῖς δριμέσιν.

Οἱ δὲ κλυσμοί εἰσιν· ἑλλεβόρου τε ἀπόβρεγμα τοῦ μέλανος,

καὶ ῥαφανίδος, καὶ σκορόδων, καὶ σικυωνίας· βρέχειν δὲ ἐν ἅλμῃ ἢ ἐν θαλάσσῃ, ἢ ἐν ὄξει, καὶ μικρὸν ἐλαίου μίξαντα τοῦ ὀλισθηρὸν εἶναι, τούτοις κλύζειν· κελεύειν δὲ ὅτι πλεῖστον χρόνον κατέχειν· πολλάκις γὰρ ῥηγνύει τὸ ἐμπύημα, καὶ δὴ ἔῤῥωται.

Χρὴ μέντοι ἔτι καὶ τοῖς σπόγγοις πυριᾷν καὶ τοῖς καταπλάσμασιν, ἕως πᾶσά τε λωφήσῃ ἡ ὀδύνη, καὶ τὸ πύον εὔρουν γένηται. —

Διδόναι δὲ καὶ τῶν οὐρητικῶν καθαρτηρίων λογιζόμενον πρὸς τὸ ἕλκος· εἰ μὲν εὔηθες εἴη, σημαίνουσί τε οἱ πυρετοὶ καὶ οἱ πόνοι ἐπικουφίζοντες, καὶ τὰ ἐν τοῖς οὔροις λεῖα καὶ λευκὰ | καὶ ἄνοσμα ἰόντα, καὶ οὐρήσεις εὐπετῶς ἀπερχόμεναι· εἰ δὴ τοιαῦτα εἴη, τῶν πρᾳοτέρων προσφέρειν οἷον, τό τε τοῦ σικύου σπέρμα μετὰ μέλιτος, καὶ τῶν φοινίκων τὸ ἀφέψημα, καὶ ἶριν μετὰ μέλιτος, καὶ αὐτὸ [τὸ] μέλι· ἰσχυρότερον δὲ καθαίρειν βουλόμενος, ἀδιάντου τε ἀφέψημα μετὰ μελικράτου

[ἢ] ὕδατος, | καὶ χαλβάνην μετὰ καρύου ἡρακλεωτικοῦ, καὶ ῥητίνην τερμινθίνην διατήξας ἐν ὕδατι, εἶτα ὅταν καταστῇ τὸ ὕδωρ, ἠθήσας καὶ κεράσας μελικράτῳ, ἢ οἴνῳ, οὕτω δίδου· ταῦτα μὲν πρὸς τὰ εὐηθέστερα τῶν ἑλκῶν. —

Πρὸς δὲ τὰ πονηρότερα ἰσχυροτέρων δεῖ καὶ ἔνδοθεν, καὶ ἔξωθεν· ἔνδοθεν μὲν οὖν, ὅσα τε πρὸς τὰς ῥήξεις ἤδη εἴρηται συμφέρειν, καὶ κύ|μινον τὸ αἰθιοπικὸν μετὰ οἴνου γλυκέος, καὶ πήγανον μετὰ μέλιτος καὶ οἴνου, καὶ κάχρυος μετὰ πράσου σπέρματος ἐν οἴνῳ ἁπαλῷ· ἔξωθεν δὲ ὀρόβων ἀλεύροις καταπλάσσειν ἑφθοῖς ἐν οἴνῳ καὶ μέλιτι, καὶ ῥόδοις ξηροῖς μετὰ φακῆς τρίψας καὶ μέλιτος, καὶ μύρτοις μετά τινος τούτων ἑφθοῖς· τὰς γὰρ σηπεδόνας τῶν ἑλκῶν ἀπέχει ταῦτά τε καὶ ὅσα τοιαῦτα ἄλλα, καταπλάσμασιν ὀσφύν τε καὶ κενεῶνας ὅλους περιλαμβάνοντας.

Ἀγαθὸν δὲ καὶ ἐνιέναι τῶν δυσεντερικῶν τι φαρμάκων, εἰ ἐπὶ

μεῖζον νέμοιτο.

Εἰ δὲ ἐπὶ πόνου καὶ φλεγμασίας τὸ πύον ἔξω διαδιδόναι μὴ δύναιτο, ὑποκλύζειν χυλοῖς πτισάνης λεπτοῖς, καὶ γάλακτι, καὶ τἄλλα χλιάσμασι πυριᾷν, καὶ εἰς ὕδωρ καθίζειν Θερμόν· οὕτω γὰρ μάλιστα ἂν ὑπέλθοι· εἰ δὲ ὑπὸ πάχους ἐνίσχοιτο, μαράθρου τὲ ἀ|φέψημα πίνειν, καὶ σελίνου, καὶ χαμαιπίτυος, καὶ ἀψινθίου, καὶ ὀριγάνου· ταῦτα μὲν δεῖ ποιεῖν ὧδε. —

Μετὰ δὲ, γάλα πίνειν σὺν μέλιτι, τὰ μὲν πρῶτα ὄνειον ἢ ἵππειον· πρὸς γὰρ τὴν κάθαρσιν τῶν ἑλκῶν συμφέρει· ὅταν δὲ μηκέτι καθαίρεσθαι δέωνται, ἀλλὰ τὸ μὲν πύον ὑπίῃ ὀλίγον, αἱ δὲ ἀπὸ τῶν οὔρων δήξεις ἀμβλύνωνται, χρῄζῃ δὲ ὁ ἄνθρωπος πιαίνεσθαι, τότε ἤδη τὸ βόειον γάλα προσφέρειν, καὶ μᾶλλον [τὸ] τῆς οἰός· παχύτερον γὰρ καὶ ἧσσον διαχωρητικόν· | πλῆθος δὲ προσφέρειν καὶ δύο, καὶ τρεῖς,

καὶ ἔτι πλείους κοτύλας.

Καὶ σιτίον εὐθὺς μηδὲν ἄλλο λαμβάνειν, ἔστε ἂν τόδε καταπεφθῇ· τὸ δὲ ὑποχωρῆσαν τοῦ γάλακτος, τοῦτο καὶ τῶν ἄλλων ἑλκῶν τῶν εἴσω κάλλιστον | φάρμακον, τοῖς τε χαλεποῖς ἰχῶρσιν εὐμενέστατον, καὶ ταχὺ ἀνατρέφον τὸ σῶμα, μάλιστα δὲ ἐν νοσήμασι συντηκτικοῖς ὅτε δεῖ τάχιστα εἰς εὐεξίαν καταστῆσαι τὸν ἄνθρωπον· ὥστε, εἰ καὶ τῇ ἄλλῃ διαίτῃ πιαίνοις τὸν νεφριτικὸν, οὐκ ἂν ἁμαρτάνοις.