De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Ἐπεὶ δὲ καὶ παραλύεται ἡ κύστις, δοκεῖ μοι χρῆναι καὶ τῆσδε τῆς

νόσου ἐξευρεῖν τινα ἴασιν.

Παραλύεται δὲ ἄλλοτε μὲν ἰσχίων ἀκρα|τῶν ὄντων, ἄλλοτε [δὲ] ὀσφύος· γυναικὶ δὲ καὶ ὑστερῶν νεναρκωμένων· ἀτὰρ οὖν καὶ αὐτὴ μόνη παραλύεται.

Πάσχουσι δὲ τάδε· τὸ οὖρον τοῖς μὲν οὐ δύναται προχωρεῖν, εἰ μὴ καθετῆρα ἐνείης· τοῖς δὲ προχωρεῖ μὲν, ἀλλὰ ἀναίσθητον· καὶ τοῖς μὲν ἄθρουν ἐκκρίνεται προϊδομένοις οὐδέν· τοῖς δὲ ἀεὶ στάζει· καὶ αἰδοῖα μὲν οὐκ ἐντείνεται, ἀπόπατος δὲ οὐκ ἴσχεται.

Ἐν δὲ τῷ χρόνῳ καὶ λεπτύνονται ἐπιγάστριον, καὶ ὀσφὺν, καὶ ἰσχία, καὶ σκέλη· ὀδύνην μὲν κατὰ κύστιν οὐκ ἔχουσιν· ἦτρον δὲ, καὶ κενεῶνας, καὶ νεφροὺς ἀλγοῦσιν, οἷς γε δὴ τὰ οὖρα οὐκ ἐθέλει ὑποχωρεῖν, ἐπεὶ τοῖς ἄλ|λοις πάντα [ταῦτα] ἀναίσθητά ἐστιν

Τὰ μὲν παθήματα τοιάδε· θεραπεία δὲ πόνοι τῶν κάτω πλείους, καὶ τρέχοντι, καὶ πρὸς τὰ σιμὰ πορευομένῳ, καὶ

ἀνατρίβοντι γλουτοὺς, καὶ ἦτρον, καὶ λαπάρας, καὶ διὰ αὑτοῦ, καὶ διὰ ἄλλων· ἄμεινον δὲ, εἰ καὶ τὸ χρίσμα εἴη σικυώνιόν τε ἔλαιον, καὶ ἴρινον, καὶ δάφνινον, καὶ καστορίου μιγέντος· προσωφελεῖ δὲ καὶ νίτρῳ μετὰ ὄξους ἀνατρίβειν· | [ἐμβρεχέσθαι τε τοὺς τόπους διὰ γλευκίν]|ου μύρου, καὶ κάχρυϊ μετὰ κηρωτῆς [οἰσυπηρᾶς πραΰνειν].

Καστόριον εἴς τε τὰ ἄλλα νο[σήματα τῆς κύστεως εἰ προσφέροιτο] μείζω, καὶ ἐμφανε|στέραν παρέ[χει ὠφέλειαν τῷ κάμνοντι, ὥσ]τε [καὶ] πίνειν τινὶ ἀρκεῖν, καὶ εἰ προκενώσας [τὴν γαστέρα, τὸ ἔντερον ἔπ]ειτα τούτῳ κλύζοις, καὶ εἰ διὰ τοῦ οὐρητῆ[ρος ἐνιείης.

Χρὴ δὲ τοῖς] ἄλλοις κλυσμοῖς τοῖς ἰσχυροτέροις χρῆ[σθαι· τοιαῦτα δὲ] κλύσματά ἐστι σικυωνίας τε ἀπόβρεγμα καὶ ἐλλε[βόρου μέλανος], καὶ μελανθίου, καὶ κενταυρίου· πρὸς γὰρ τὴν αἴσθησιν συμφέρει.

Ταῦτα δὲ εἰς μὲν τὴν ἕδραν ἐνίεται, τοῦ δὲ οὐρητῆρος ἀπέχειν· ἑλκῶσαι γὰρ κίνδυνος.

Δεῖ δὲ καὶ τῇ ἑφθῇ ῥητίνῃ πυκνὰ καταπλάττειν τό τε ἦτρον καὶ τὴν ὀσφὺν ἐν κύκλῳ, καὶ τῷ νάπυϊ συνεχῶς θερμαίνειν, καὶ ἐν θαλάσσῃ κελεύειν νήχεσθαι, καὶ ἐν θερμοῖς ὕδασι, καὶ τὸ σύμπαν ἐκπυριᾷν, καὶ πότιμα προσφέρειν, ἅμα μὲν θερμαίνοντα, ἅμα δὲ ἐπὶ κύστιν ῥέποντα, ὥσπερ τοῦ τε ἄγνου τὸν καρπὸν, καὶ πάνακος τῆς ἡρακλείας τὴν ῥίζαν, καὶ μήου | ῥίζαν, καὶ κύμινον αἰθιοπικὸν, καὶ ἑρπύλλου σπέρμα, καὶ ἀψινθίου κόμην μετὰ νάρδου κελτικῆς.

Ἀγαθοὶ δὲ καὶ ἔμετοι τὸ φλέγμα

ὑπεξάγοντες, καὶ οἱ ἑλλεβορισμοί.

Ἐπὶ δὲ ταῖς τοιαύταις κενώσεσι, θαψίας [χυλὸν π]ρ[οσα]λείφειν τῷ ἤτρῳ, καὶ τῇ ὀσφύϊ, καὶ μάλιστα ἢν ἰσχναίνηται, καὶ μετὰ κηρωτῆς πραΰνειν τὰ ᾠδηκότα, καὶ μαλάγματα ἐπιτιθέναι εὐώδη.

Τὰς δὲ ἀῤῥώστους κύστεις, καὶ μὴ δυναμένας τὸ οὖρον ἐπὶ πλέον κατέχειν, ἰᾶσθαι καὶ γυμνάζοντα, καὶ ἀνατρίβοντα, ὥσπερ ἐν τῇ παραλύσει εἴρηται· τὰ δὲ οὐρητικὰ μὴ προσ|φέρειν, ἐπιθεμάτων δὲ τῶν αὐτῶν πειρᾶσθαι, καὶ διαίτης τῆς ἄλλης [θερ]μοτέρας· τῷ γὰρ θερμῷ πάντα ἐγκρατῆ γίνεται. τὸ δὲ ψυχρὸν [ἀκ]ρατέστατον τῇ κύστει.