De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Τοὺς δὲ λίθους τοὺς ἐν κύστει γενομένους κατὰ ἀρχὰς μὲν πειρᾶσθαι ὑπεξάγειν φαρμάκοις· τὰ δὲ φάρμακά ἐστι πρασίου τε σπέρμα, καὶ ἱππομαράθρου ῥίζα, καὶ ἀρτεμισία, καὶ ἀνθεμὶς ἡ εὐώδης, καὶ ἀμάρακος, καὶ ἄγρωστις, καὶ ὅσα πρότερον πρὸς τοὺς

νεφροὺς εἴρηται.

Μὴ | δυναμένων δὲ οὐρηθῆναι, τέμνειν κάτωθεν· καὶ γὰρ δὴ τοὐπίπαν μεγάλοι τε καὶ στερεοὶ ἐν τῇ κύστει λίθοι γίγνονται, ὑπὸ ὧν ἑλκοῦται ἡ κύστις, καὶ δυσουρίαι ἔχουσι, μάλιστα μὲν, εἰ ἐρείσειαν εἰς τὸν οὐρητῆρα.

Ἐρείδοντας [οὖν] εἰ μὴ Θέλοις τέμνειν, ἀπῶσαι τῷ αὐλίσκῳ· τοῖς δὲ ἄλλοις ἀρκεῖ ἢ ἀνασεῖσαι ὕπτιον, ἢ ἐπιστρέψαι ἔνθα ἢ ἔνθα· οὕτω γὰρ ἀποσαλεύσεται ὁ λίθος, καὶ οὐρήσει ὁ ἄνθρωπος.

Ὄρθιοι δὲ οὐ πάνυ δύνανται οὐρεῖν, ἐπιφράσσοντος τοῦ λίθου τὸν οὐρητῆρα.

Διά τε οὖν τὴν ὀδύνην πιέ ζειν | τὰ αἰδοῖα ἀναγκάζονται, καὶ ἅμα τι προσωφελούμενοι ὑπὸ τοῦ τοιούτου· οἱ γὰρ πόροι ἀποκλείονται τοῦ οὐρητῆρος, ἐντεινομένου τοῦ καυλοῦ.

Ἐπεὶ δὲ ἑλκοῦνται πολλοῖς αἱ κύστεις ὑπὸ τραχύτητος

καὶ μεγέθους τῶν λίθων, ὕφαιμά τε οὐροῦσι, καὶ πυώδη, καὶ ὑπόμυξα, καὶ ὀδυνῶνται οὗτοι πλέον τῶν ἄλλων, καὶ οὐροῦντες, καὶ μὴ οὐροῦντες.

Ὅσοις δὲ τὰ μὲν ἕλκη οὔπω γέγονεν, οἱ δὲ λίθοι ἔνεισιν, διαφανῆ καὶ λεπτὰ καὶ ὑδατώδη οὐροῦσι, καὶ ψαμμία αὐτοῖς ὑφί σταται ἐν τῷ οὔρῳ, καὶ ὀδύναι οὐροῦντας κατ|[αλαμξάνουσιν.

Παρόντων γε] οὖν τῶν σημείων τῶν εἰρημένων, διαγινώσκειν τὴν λιθιῶσαν — [κύστιν ἔξεστιν]. —

| Τρόπος δὲ τῆς μηλώσεως τοιόσ[δε· σχηματίσας τὸν] ἄνθρωπον ὕπτιον, κάμπτειν μὲν τοὺς πόδας κελεύειν ὡς μάλιστα, [ἀλλήλων δὲ διαστή|σας ὅπως ἂν καὶ δοκῇ ἁρμόζειν, καθεῖναι τῆς ἀριστερᾶς [χειρὸς τοὺς δα]κτύλους προσωτάτω τοῦ ἀρχοῦ,

ἔπειτα τοῖς [δακτύλοις ψη]λαφᾷν τὴν κύστιν, ἄλλον δέ τινα παρεστηκότα πιέζειν [τὸ ἦτρον, ἕως ἂν] ἐντύχῃς τῷ πώρῳ.

Ἀρκεῖ δὲ καὶ ἕνα καθιέναι δάκτυλον, εἰ ἰατρός τε ἔμπειρος εἴης τὰ τοιαῦτα διαχειρίζειν, καὶ δακτύλους προμήκεις ἔχοις, καὶ παιδίον μηλοῖο, καὶ ὁ λίθος μὴ πολύ τι μείζων τοῦ μετρίου εἴη.

Ἀρκεῖ δὲ καὶ αὐτόν γε τῇ δεξιᾷ | πιέσαι τὸ ἦτρον, καὶ δόξει ἀνοχλότερον τοῦτο, καὶ τῷ νοσοῦντι, καὶ τῷ μηλουμένῳ.

Λαβόμενον δὲ χρὴ τοῦ λίθου καθέλκειν εἰς τὸν οὐρητῆρα, καὶ ὅταν ἐνταῦθα ἥκῃ, τότε δὴ μᾶλλον ἐχόμενον, ὡς μὴ ἐκφυγὼν οἴχηται, τέμνειν τομὴν ἐπικάρσιον κατὰ τοῦ περινέου· καὶ, εἰ μὲν πρόχειρος εἴη, τῇ λαβῇ τοῦ μαχαιρίου ἐκβάλλειν, πεπιεσμένον δὲ τῇ λαβῇ τραχείᾳ τε καὶ καμπύλῃ ἐξ ἄκρου, ὡς ἂν μάλιστα συμφέροι τῷ ἔργῳ· εἰ δὲ μὴ, τῷ ὀργάνῳ τῷ πρὸς τὰ τοιαῦτα ἐξευρημένῳ χρώμενος.

Τέμνων δὲ, μὴ ἐπὶ μεῖζον

τέμνειν· κίνδυνος γὰρ, καὶ αὐτῆς τῆς κύστεως τρῶσαί τι, ὃ παντὸς μᾶλλον φυλακτέον.

Τὴν δὲ τομὴν, ὡς τὰ ἔμμοτα, ἰᾶσθαι.

Αὕτη [μὲν] σαφεστάτη διάγνωσις καὶ Θεραπεία τῶν ἐν κύστει λίθων, καὶ οἵ γε πολλοὶ οὕτω ποιοῦντες ἐπιτυγχάνουσιν.