Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

καὶ ἐπ᾿ ἄλλου, [*]((E 122))

  • γυϊα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας
  • ὕπερθεν.
  • Ὁρᾶς τὸ πλῆθος τῶν συγγιγνομένων τῷ δαιμονίῳ. Βούλει τοίνυν, τὸν Σωκράτην ἐάσας, Ὁμήρου πυθέσθαι, τί σοι ταυτὶ ἐθέλει, ὦ ποιητῶν γενναιότατε

    Τὸ μὲν γὰρ Σωκράτους δαιμόνιον ἓν καὶ ἀπλοῦν, καὶ ἰδιωτικόν, καὶ δημοτικόν, ἢ ποταμὸν διαβαίνοντα ἀνακαλούμενον, ἢ Ἀλκιβιάδου ἔρωτα ἀναβαλλόμενον, ἢ ἀπολογεῖσθαι βουλόμενον, ἢ ἀποθνήσκειν προαιρούμενον οὐ κωλῦον.

    Ὁμήρῳ δὲ τὸ δαιμόνιον συνίσταται οὔτε ἑνί, οὔτε ἐφʼ ἑνί, οὔτε ἕν, οὔτε ἐπὶ σμικροῖς· ἀλλὰ καὶ παντοδαπόν, καὶ πολλάκις, καὶ ἐν πολλοῖς ὀνόμασιν, καὶ ἐν πολλοῖς φαντάσμιασιν, καὶ ἐν παντοδαπαῖς φωναῖς.

    ῤ οὖν καὶ ἀποδέχῃ τὶ τούτων, καὶ ἡγεῖ τι εἶναι τὴν Ἀθηνᾶν, καὶ τὴν Ἥραν, [*](Ed Duebn p.54)καὶ τὸν Ἀπόλλωνα, καὶ ‖ Ἔριν, καὶ ὅστις ἄλλος δαίμων