Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐὰν δὲ ἀφέλῃς τὴν τύχην, τὸν στρατιώτην ἐξοπλίζεις· κἂν τὸν στρατιώτην ἀφέλῃς, ἀποχειροτονεῖς τὸν στρατηγόν·

τιμιώτερον δὲ καὶ στρατιώτης ὅπλων, καὶ στρατιώτου στρατηγός. Ἐὰν δὲ δυοῖν θάτερον, ἢ τὸν στρατηγὸν τιμῶν τὰ λοιπὰ ἀτιμάσῃς, τί χρήσεται ὁ στρατηγὸς τῇ τέχνῃ; ἢ καὶ ταῦτα εἰσάγων ἰσοτιμίαν νέμῃς, τί χρήσεται τέχνη τῷ στρατηγῷ;

Ἀρχέτω ψυχή, στρατευέτω τὸ σῶμα, συναγωνιζέσθω ἡ τύχη· πάντα ἐπαινῶ, πάντα δέχομαι· ἀλλὰ τὴν ἰσοτιμίαν αὐτῶν ἀφαιρῶ.

Οὐχ ὁρᾷς καὶ τὸν ἐν θαλάττῃ πλοῦν, ἔνθα ὁ μὲν κυβερνήτης ἄρχει, ὡς ψυχὴ σώματος· ἡ δὲ ναῦς ἄρχεται, ὡς ὑπὸ ψυχῆς σῶμα· τὰ δὲ πνεύματα ἐπιρρεῖ, ὡς ταῖς ἀρεταῖς ἡ τύχη; Ἐὰν δὲ χειμὼν ἐπιγένηται, καὶ μένῃ μὲν ἡ ναῦς, μένῃ δὲ ὁ κυβερνήτης, ἐλπὶς σωτηρίας, κἂν οἴχηται ἡ ναῦς ὀρθά, | ἢ κατακλύζεται, διὰ τῆς τέχνης·

ἐὰν δὲ ἀπὸ τοῦ [*](141b) κυβερνήτου ἄρξῃ, καὶ ἐκεῖνον ἀφέλῃς, ἀχρεῖος μὲν ἡ ναῦς κειμένη· ἀχρεῖος δὲ ἡ ἐπιρροὴ τῶν πνευμάτων, [*](g)κἂν φέρῃ.