Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί δὲ ἐν τῷ στρατοπέδῳ τῷ Ἑλληνικῷ οὐ διέφερεν μὲν ὥρᾳ ὁ Ἀχιλλεύς, εἶχεν δὲ τὰ δεύτερα ὁ Νιρεύς; δικαστῇ δέ σοι, ἀπολειπόμενος ὁ Νιρεὺς τοῦ Ἀχιλλέως, οὐδὲν ἦν διαφέρων τοῦ Θερσίτου.

Καὶ ἵνα μὴ περὶ κάλλους σοι μόνον διαλέγωμαι, οὐκ ἀμφισβητεῖ τῷ Ἀχιλλεῖ περὶ ἀνδρείας ὁ Αἴας, οὐδὲ τῷ Αἴαντι ὁ Διομήδης, οὐδὲ τῷ Διομήδει ὁ Σθένελος, οὐδὲ τῷ Σθενέλῳ ὁ Μενεσθεύς· ἀλλʼ οὐδεὶς διὰ τοῦτο τὴν ἀρετὴν ἀφαιρεῖ τοῦ Μενεσθέως διὰ τὸν Σθένελον· οὐδὲ τοῦ Σθενέλου διὰ τὸν Διομήδην, οὔτε τοῦ Διομήδους διὰ τὸν Αἴαντα, οὔτε τοῦ Αἴαντος διὰ τὸν Ἀχιλλέα·

ἀλλʼ ἔστιν κἀνταῦθα ἡ ὁδὸς τῆς ἀρετῆς οὐ διαπηδῶσα τὰς διὰ μέσου φύσεις, ἀλλὰ κατιοῦσα ἠρέμα ἀπὸ τῶν ἀρίστων ἐπὶ τοὺς καταδεεστέρους.

[*](6 ὁ . . τὰ ἥττω καλός sq. vi. supra § l i εἰ γὰρ ἓν sq. etiam or. 7. 2k | οὔπω μὲν αἰσχρός sq. vi. simil. de ‘arteʼ et ‘non arteʼ or. 27 2d || 8 διέφερεν sq. vi. or. 25. 7e || 9 Νιρεύς sq. vi. or. 35. 1c cf. Dio Chrys. 21. 17 πλὴν ὅτι γε οὐδεὶς ἂν εἴποι τούσδε ὁμοίως ἂν εἶναι καλοὺς οὐδὲ Ἀλέξανδρον ἢ Εὔφορβον ἢ Τρώϊλον ἐοικέναι τι Μενελάῳ καὶ Πατρόκλῳ καὶ Νιρεῖ sq. || 20 ἀπὸ τῶν ἀρίστων sq. ut supra § ll a vi. or. 27. 7l etiam or. 9. 1d et or. 11. 12e)[*](8 〈τῇ〉 ὥρᾳ MNα(δ) | δὲ (post εἶχεν) om. MNα(δΔ)⁰ corr. Markl. || 9 (et 10) Νηρεύς R | δικαστὴς δέ RMN παρὰ δικαστῇ δέ Duk. δικαστῇ γέ Reiske | 〈ἀλλʼ〉 ἀπολειπόμενος Reiske || 10 διαφέρων RH διαλειπόμενος cett. (δ) || 11 μόνον σοι Markl || 15 ἀφαιρεῖ (αι in ras. ex ι) R! || 16 οὔτε R!MN οὐδὲ α(δΔ) || 17 οὔτε] οὐδὲ α(δ) prob. Meiser | τοῦ Αἴαντος om. MNα(δ) || 18 Ἀχιλλέα τοῦ Αἴαντος MNα(δ) || 20 ἠρέμαι R)
464

Καὶ ἵνα ποτὲ ἀπαλλαγῶμεν τῶν σωμάτων, οἷς ἀναμέμικται ἡ ῥώμη καὶ τὸ κάλλος, εἰ τὴν Ἀνδρομάχην τῇ Πηνελόπῃ ἀντεξετάζοις, οὐχὶ σώφρων μὲν ἑκατέρα καὶ φίλανδρος; προτιμήσεις δὲ τὴν Πηνελόπην, οὐχ ὅσα γυναικὸς βαρβαρικῆς Ἑλληνίδα, ἀλλὰ τῷ περιόντι κατὰ τὴν ἀρετὴν τὸ πλεῖον νέμων.

Συμβουλεύει δὲ καὶ ὁ Νέστωρ τῷ Ἀγαμέμνονι· ἆῤ ἀνοήτῳ φρόνιμος; [*](Ed. Duebn. p.158)ἢ οὐκ ἂν ἐθελήσαις τὸν τῶν Πανελλήνων || βασιλέα, τὸν διογενῆ | καὶ λαῶν ποιμένα, καθυβρίσαι δυσφήμῳ [*](140a) αἰτίᾳ; ἀλλὰ καὶ ὣς ἐδέησεν αὐτῷ φρονίμῳ ὄντι φρονιμωτέρων συμβούλων, τοῦ Νέστορος.